Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ Σαβελλιανῶν

Μέγας Αθανάσιος

Το ομοούσιο, η υποστατική διάκριση και η περιχώρηση των θείων προσώπων

Η θεολογική διάκριση Πατρός και Υιού χωρίς διάσπαση της θείας ουσίας, η αναίρεση της διθεΐας και η αμοιβαία ενοίκηση των προσώπων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 5

Κύριος γὰρ ὁ ἐκ τοῦ μόνου γεγεννημένος Κυρίου, ὡς καὶ παρὰ Μωϋσῇ λέλεκται τό· «Ἔβρεξε Κύριος θεῖον, καὶ πῦρ παρὰ Κυρίου.» Καὶ ἄλλοτε πρὸς τοὺς ἀποστόλους φησὶν ὁ Σωτήρ· «Φωνεῖτέ με ὁ Διδάσκαλος καὶ ὁ Κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ·» καὶ πάλιν, Δεσπότην τῆς πατρῴας οἰκίας ἑαυτὸν ἀποφαίνων, ὡς ἂν μονογενὴς Υἱός· «Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ.» Οὐκοῦν ὅτι μὲν Θεὸς ὁ Κύριος τῶν ὅλων Ἰησοῦς Χριστὸς, ὡς ὢν ἐκ τοῦ Θεοῦ γεγεννημένος, δῆλον ἅπαντι· εἰπὼν δὲ, «Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν,» ἐπιφέρει καὶ τὸν Πατέρα σαφῶς ἡμῖν ἑρμηνεύων· «Ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου, τοῦ ἐν οὐρανοῖς.» Ἔχεις οὖν Υἱὸν, ἔχεις Πατέρα· μὴ φοβοῦ τὴν δυάδα· τῇ φύσει γὰρ οὐ διώρισται, οὐδ᾽ ὁ τὰ δύο λέγων ἀπηλλοτρίωσε τοῦ γεννήσαντος τὸ γέννημα· οὐδὲ διὰ τὴν ἑτέραν μανίαν τῶν ἀρνησαμένων μίαν εἶναι τὴν τῶν δύο θεότητα, διὰ τοῦτο καὶ δύο λέγειν φευκτέον. Εἷς Θεὸς, ὅτι καὶ Πατὴρ εἷς· Θεὸς δὲ καὶ Υἱὸς, ταὐτότητα ἔχων, ὡς Υἱὸς πρὸς Πατέρα· οὐκ αὐτὸς ὢν ὁ Πατὴρ, ἀλλ᾽ ἡνωμένος πρὸς τὸν Πατέρα τῇ φύσει· δύο μὲν ἀριθμῷ, μία δὲ οὖσα οὐσία τελεία· δύο, οὐκ ἐκ δύο μερῶν.

Τέλειος ὁ Υἱὸς ἥκει παρὰ τελείου Πατρὸς, ὢν ἐξ ὄντος, χαρακτὴρ τῆς πατρικῆς ὑποστάσεως, οὐ ῥῆμα ἀνυπόστατον, ἀλλὰ ζῶσα δύναμις, καὶ τοῦ ζῇν αἰτία τοῖς πᾶσιν, οὐχ οἵα ἀνθρώπου δύναμις, δι᾽ ἣν ἄνθρωπός ἐστι δυνατός· οὐ γὰρ γέννημα ἀνθρώπου ἢ υἱὸς, ἢ δύναμις αὐτοῦ· Θεοῦ δὲ Υἱὸς ἢ δύναμις, ὥστε δυνατὸς μὲν ὁ Πατὴρ τελείως, ὅτι Πατὴρ δυνάμεως, δύναμις δὲ ὁ Υἱὸς τελεία, ὅτι γέννημα αὐτοῦ. Καὶ σοφία τοῦ Πατρὸς ὁ Υἱὸς, ἀλλ᾽ οὐχ ὡς ἡ τοῦ ἀνθρώπου, δι᾽ ἧς ὁ ἄνθρωπος σοφὸς, ἀλλ᾽ ἀπὸ σοφοῦ σοφία· περὶ οὗ λέγεται· «Μόνῳ σοφῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν.» Ἀλλ᾽ οὐκ ἐγέννησεν ὁ Πατήρ.

Πῶς οὖν Πατὴρ, καὶ τίνος; Εἰ δὲ ἐγέννησεν, ὁ ὤν ἐστιν ὁ γεγεννημένος. Κἀγὼ, φησὶν, ὁμολογῶ γέννησιν· γεννᾶται γὰρ ὁ λόγος, ὅτε καὶ λαλεῖται καὶ γινώσκεται. Καὶ ποσάκις ὁ αὐτὸς, εἰπέ μοι, γεννηθήσεται; ἢ πολλοὺς ἐρεῖς τοῦ Θεοῦ Λόγους ἑκάστοτε γεννωμένους; καὶ ποτὲ μὲν σιωπῶντα φαντασθήσῃ τὸν Θεὸν, ποτὲ δὲ λαλοῦντα, καὶ μεταβαλλόμενον ἀπὸ σιωπήσεως εἰς λαλιὰν, καὶ χείλεσιν ἀνοιγομένοις, ἢ καρδίᾳ κινουμένῃ; Οὐκ ἄνθρωπος ὁ Θεός· ὑπέλαβες, ἄνομε, ὅτι ἔσται σοι ὅμοιος ὁ Θεός; Ὦ ἄνθρωπε, κἂν ὀφθαλμοὺς ἀκούσῃς Θεοῦ, κἂν τὰ ἄλλα μέλη τὰ σωματικὰ, μὴ σαρκικῶς νόει· ἀλλὰ δι᾽ ὁμοιότητος τῶν σωματικῶν ἐννόει τὸ ἀσώματον. Καὶ γὰρ εἴρηταί σοι· Πνεῦμα ὁ Θεός· οὕτω καὶ ὁ Λόγος οὐκ ἀνθρώπινος, οὐδὲ οἷος ὁ σός· Θεὸς γάρ ἐστι, κἂν μή σοι δοκῇ, καὶ οὐκ εἰσὶ δύο Θεοὶ, ὅτι μηδὲ δύο Πατέρες, μηδὲ ἑτερούσιος τοῦ γεννήσαντος ὁ γεγεννημένος.

Ὁ μὲν γὰρ ἀρχὰς εἰσάγων δύο, δύο κηρύττει Θεούς. Αὕτη Μαρκίωνος ἡ δυσσέβεια, Θεὸν λέγοντος δίκαιον ἰδίου Χριστοῦ Πατέρα, καὶ Θεὸν ἕτερον ἀγαθὸν ἰδίου Χριστοῦ Πατέρα. Πάλιν ὁ Θεὸν ἀγένητον εἶναι λέγων, ἄλλον δὲ Θεὸν γενητὸν, δύο καὶ αὐτὸς λέγει Θεοὺς, διὰ τὴν τῆς οὐσίας διαφορὰν, ἣν βλασφήμως εἰσάγει.

Ὅπου δὲ μία μὲν ἡ ἀρχὴ, ἓν δὲ τὸ ἐξ αὐτῆς γέννημα, εἰκὼν ἀκριβεστάτη καὶ φυσική· διότι καὶ γεννητὴ ἐξ αὐτοῦ· εἷς Θεὸς, τελείας μὲν ἐν Πατρὶ τῆς θεότητος νοουμένης, τελείας δὲ καὶ ἐν Υἱῷ τῆς πατρικῆς θεότητος ὑπαρχούσης. Ἐπεὶ καὶ διὰ τοῦ μικροῦ τούτου παραδείγματος, ὅπερ ἡ θεία Γραφὴ δεδήλωκεν εἰκόνα τοῦ Θεοῦ τοῦ ἀοράτου τὸν Χριστὸν ὀνομάσασα, δύνασαι καταλαβεῖν τὸ λεγόμενον· φύγωμεν πάλιν καὶ ἐνταῦθα τὸ ἀνόμοιον τὸ ἐν τῷ παραδείγματι, τὸ τεχνίτην καὶ ἑτερούσιον εἶναι τὴν τοῦ Θεοῦ εἰκόνα, γεννητὴν δὲ καὶ ὁμοούσιον ὁμολογῶμεν.

Ὅμως δὴ οὖν ὁ τὴν εἰκόνα τοῦ βασιλέως ὁρῶν τὸν βασιλέα ὁρᾷ, καί φησιν· Ἰδοὺ, οὗτος ὁ βασιλεὺς, καὶ οὐ δύο πεποίηκε βασιλεῖς, οὐδὲ μέρος τοῦ βασιλέως τὴν εἰκόνα, ἢ τῆς εἰκόνος τὸν βασιλέα. Οὕτω τοίνυν εἷς Θεὸς ὁ Πατὴρ, καὶ μία θεότης Πατρὸς καὶ Υἱοῦ. Ὡς δὲ σὺ λέγεις, εἷς ἔσται σύνθετος ἐκ δύο μερῶν ἀτελῶν. Πρὸς δὲ ταύτην τὴν ἀσέβειαν ἀποκλεῖσαι καλὸν τὰς ἀκοὰς, καὶ ἀπονίψασθαι τὴν ψυχήν· οὔτε γὰρ Υἱὸν οὔτε Πατέρα ὁ τοῦτο φανταζόμενος ὁμολογεῖ· ἐπεὶ μήτε Πατέρα, μήτε Υἱὸν ἀτελῆ νοεῖν ἐγχωρεῖ.

Ἀλλ᾽ εἴρηται, φησίν· «Ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» οὐκ ἔστι δὲ Λόγος ἐν καρδίᾳ τοῦ Υἱοῦ ὁ Πατήρ· οὐ τοίνυν οὐδὲ ὁ Υἱὸς Λόγος ἐν καρδίᾳ τοῦ Πατρὸς, ἀλλὰ Λόγος ζῶν ἀπὸ ζῶντος Πατρὸς Θεοῦ, ἀϊδίῳ γεννήσει πεφηνὼς, ἀνάρχως τῷ Πατρὶ συνών· ὡς μηδέποτε μόνον ἐπινοεῖσθαι τὸν Πατέρα. Ἀεὶ γὰρ Τριὰς ἡ Τριὰς, καὶ προσθήκην θεότητος οὐ λαμβάνει. Οὐδ᾽ ὁ μὴ πρότερον ὢν σὺν τῷ Πατρὶ προστίθεται ὕστερον ὁ Υἱὸς, οὐδὲ τῷ Υἱῷ τὸ Πνεῦμα ἐπιγίνεται. Τὰ γὰρ ἀπό τινος ἀρχῆς γεγενημένα καὶ ποιήματά ἐστι καὶ δοῦλα, καὶ τῇ Τριάδι συναριθμεῖται οὐδαμῶς· «Πορευθέντες γὰρ,» φησὶ, «μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Ἀρχὴν δὲ οὔτε μίαν, οὔτε ἐξουσίαν, οὔτε δύναμιν συνηρίθμησεν· ἀϊδίῳ γὰρ τὰ μὴ ἀΐδια συναριθμεῖσθαι ἀδύνατον, καὶ τῇ θεότητι τὰ μὴ μετέχοντα τῆς θεότητος οὐ συντάττεται. Πῶς οὖν ἐν τῷ γεγεννηκότι ὁ γεγεννημένος; καὶ πάλιν ὁ γεννήτωρ ἐν τῷ γεννήματι; πῶς οὗτος ἐν ἐκείνῳ, κἀκεῖνος ἐν τούτῳ; Ὅτι καὶ αὐτὸς τοιοῦτός ἐστιν οἷος κἀκεῖνος, κἀκεῖνος οἷος οὗτος. Οὕτω καὶ ἓν τὰ δύο, τῷ μὴ διαλλάττειν, μηδὲ ἀπεσχοινίσθαι, μηδὲ καθ᾽ ἕτερον εἶδος καὶ ξένον χαρακτῆρα νοεῖσθαι τὸν Υἱὸν, ἀλλ᾽ εἶναι Θεὸν, ὥσπερ καὶ ὁ Πατήρ.

Ἐπεὶ καὶ εἰπόντος αὐτοῦ· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» ἠγανάκτουν οἱ Ἰουδαῖοι λέγοντες, «Ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν.» Καὶ ὁ Σωτὴρ ἀπεκρίνατο βεβαιῶν τὸ εἰρημένον ὑπ᾽ αὐτῶν, ὡς οὐδὲν ἄλλο ἢ τοῦτο δεδηλωκὼς ἐν τῷ φάσκειν· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» τὸ εἶναι καὶ αὐτὸν Θεὸν Υἱὸν ὄντα Θεοῦ· «Εἰ ἐκείνους θεοὺς εἶπε, πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφή· ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, Ὅτι βλασφημεῖς· ὅτι εἶπον, ὅτι Υἱὸς Θεοῦ εἰμι; εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ θέλητε πιστεύειν, τοῖς ἔργοις πιστεύετε· ἵν᾽ εἰδῆτε, καὶ γινώσκητε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Οὐκοῦν ἐν τῷ Πατρὶ τὸν Υἱὸν εἶναι, καὶ τὸν Πατέρα ἐν τῷ Υἱῷ, τοῦτό ἐστι καὶ οὐδὲν ἕτερον, τὸν Υἱὸν εἶναι Θεοῦ τὸν ἐκ τοῦ Θεοῦ γεγεννημένον, Θεὸν ὄντα κατὰ τὴν φύσιν, ὅπερ ὁ Πατὴρ, καὶ δεικνύντα τὸ πατρῷον εἶδος ἐν ἑαυτῷ, καὶ δεικνύμενον ἐπὶ τῆς πατρικῆς ὑποστάσεως.

Εἷς οὖν, καὶ εἷς, καὶ ἡ δυὰς οὐ μεμέρισται τῇ φύσει, ἀνενδεὴς οὖσα τῇ τελειότητι, ὅλον μὲν τὸ πλήρωμα τῆς θεότητος ὁ Πατὴρ, ὡς Πατὴρ, ὅλον δὲ τὸ πλήρωμα τῆς θεότητος ὁ Υἱὸς, ὡς Υἱός. Ἐπειδὴ δι᾽ ἀμφοτέρων ἓν εἶδος νοεῖται, ὁλοκλήρως ἐν ἀμφοτέροις δεικνύμενον. Μηδεὶς ἀρνείσθω τὴν φανερωθεῖσαν ἐν τῷ κόσμῳ ζωήν· «Ἥτις ἦν,» φησὶ, «πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν.» Καὶ πρὸ τῆς φανερώσεως τοῦτο ἔδοξεν εἶναι, ἡνίκα πεφανέρωται.