Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος εἰς τὴν περιγραφὴν τῆς θεοτόκου

Μέγας Αθανάσιος

Ο κλονισμός του Ιωσήφ και η απολογία της Θεοτόκου

Η ταραχή του Ιωσήφ ενώπιον του μυστηρίου, η υπεράσπιση της αγνείας από την Παρθένο και η διακονία του Ιωσήφ στην οικονομία του ασπόρου τόκου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 5

Εἰ γὰρ τὸν φίλον Ἱερεμίαν εἰς λάκκον βορβόρου κατήγαγον· τί ἔμελλον εἰς τὸ τοῦ Κυρίου σῶμα διαπράττεσθαι, εἰ μὴ τὸν Ῥωμαϊκὸν νόμον εἶχον κολαφίζοντα; Διὸ καὶ τῶν Ἰουδαίων μὴ συγχωρουμένων παρὰ τοῦ Πιλάτου δέξασθαι τὸ τοῦ Κυρίου σῶμα, Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, φίλος ὢν τοῦ Πιλάτου, προσελθὼν ᾐτήσατο παρ᾽ αὐτοῦ τὸ τοῦ Κυρίου σῶμα, ἀσύγκριτόν τι προσενέγκας. Ἀναγκαία τοίνυν ἡ ἀπογραφὴ ἡ ἐπὶ Αὐγούστου Καίσαρος· εἰ γὰρ καὶ ὁ μνηστὴρ τῆς Παρθένου, καθὼς ἀρτίως ἤκουες, ἐστύγνασεν, ἀλλ᾽ ὅμως ὁ σύμπας κόσμος ἀρχὴν εὐταξίας ἐδέξατο. Τί ἐστιν, Ὁ μνηστὴρ τῆς Παρθένου ἐστύγνασεν, ἄκουε διὰ βραχέων. Ἡνίκα Ἰωσὴφ ὁ μνηστὴρ τῆς Παρθένου, καθὼς ἀρτίως ἤκουες, διὰ τὴν ἀπογραφὴν τοῦ Αὐγούστου τὴν Βηθλεὲμ κατελάμβανε σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ, οὔσῃ ἐγκύῳ, ἠγνόει ὁ Ἰωσὴφ τὸ ἐν τῇ Παρθένῳ μυσταγωγούμενον· οὐκ ἦν οὐδέπω χρησμὸν ἀγγέλου δεξάμενος. Ἡ δὲ Παρθένος τὸ ἀσφαλὲς ἐκέκτητο, καὶ τῷ λόγῳ καὶ τῷ ὄγκῳ· ὅσον γὰρ τῆς γαστρὸς ἡ αὔξησις ἐγίνετο, τοσοῦτον ἡ Παρθένος ἀμεριμνότερον βίον διέτριβεν· ὁμοῦ καὶ τὴν παρθενίαν ἀμόλυντον φυλάττουσα, καὶ τὸν τόκον ἄσκυλτον ἄγουσα, οὐ τοσοῦτον κοπουμένη, ὅσον κουφιζομένη.

Πρὸς τούτοις ἀγωνιῶν ὁ Ἰωσὴφ, ὡς εἶδεν αὐτὴν κατὰ γαστρὸς ἔχουσαν, τὸν ἔνδοθεν θησαυρὸν ἀγνοῶν, στυγνάσας, κατὰ τὴν ὁδὸν ἀντέβαλλε πρὸς τὴν Παρθένον, λέγων· Τί σοι τὸ δόξαν, Μαρία; Οὐ σὺ εἶ ἡ ὡς αἰδέσιμος Παρθένος ἐν τοῖς ἱεροῖς περιβόλοις ἀνατραφεῖσα; Οὐ σὺ εἶ Μαριὰμ, ἡ πρόσωπον ἀνδρὸς θεωρῆσαι μὴ καταδεχομένη; Οὐ σὺ εἶ Μαριὰμ, ἡ παρὰ πρόθεσιν κατεγγυηθῆναί μοι πεισθεῖσα;

Οὐ σὺ εἶ Μαριὰμ, ἡ τὸ τῆς παρθενίας ῥόδον ἀμάραντον φυλάξαι προσευξαμένη; Οὐ σὺ εἶ Μαριὰμ, ἡ τὴν Σωσάνναν ἀγαπήσασα, καὶ τὴν Αἰγυπτίαν μισήσασα; Οὐ σὺ εἶ Μαριὰμ, ἡ τὴν βιασθεῖσαν Θάμαρ ἀναλεγομένη, καὶ τὸν ἄτακτον Ἀμνὸν βδελυττομένη; Ποῦ σου τῆς σωφροσύνης ὁ θάλαμος;

Ποῦ σου τῆς ἁγνείας ἡ ἄσπιλος παστάς; Ποῦ σου τὸ αἰδεστικὸν πρόσωπον; Ἐγὼ αἰσχύνομαι, καὶ σὺ παῤῥησιάζεις; Ὅτι σιωπῶ τὴν ἁμαρτίαν σου, οὕτω πλησιέστερον χωρεῖν ἐπείγεσαι; Οὐχ ὁρᾷς τὸν ὄγκον τῆς κοιλίας σου; Ἔνδον τὸ βρέφος σπαίρει, καὶ σὺ ὡς ἀπείραστος πειρασμῶν φαιδρύνῃ; Ἄπιθι, Μαριάμ· ὑπόστρεψον εἰς τὸν οἶκόν σου· ἐπιζήτησον τὸν κλεψίγαμον· ἐκείνῳ ἐναπογράφηθι. Ἀλλοτρίαν ὕβριν οὐ καταδέχομαι· οὐχ εὑρίσκεις ἀπολογίαν πρὸς τὴν τιμωρίαν. Ἡ δὲ Παρθένος πρὸς τὸν Ἰωσήφ· Τί δυσχεραίνεις, μνῆστερ ἐμοῦ; Τί ὡς ἀτάκτου μου καταψηφίζεις;

Τί ἐφυβρίστοις ὀφθαλμοῖς τὸν ὄγκον τῆς γαστρός μου περιβλέπεις; Τί ἐρυθριᾷν με καταναγκάζεις; Δόξα τῶν γυναικῶν γέγονα· τῆς προτέρας αὐτὰς αἰσχύνης ἀπέδυσα· τὴν Εὔαν ἀνεκαλεσάμην· τὴν φλογίνην ῥομφαίαν μετέστησα· καὶ σὺ καλύπτεσθαί με παρασκευάζεις; Οὐδεὶς δίκας ἐμὲ δυνήσεται εἰσπράξασθαι· κοινὸν γὰρ Δεσπότην βαστάζω.

Ἐὰν ἐγὼ περὶ ἐμαυτῆς μαρτυρήσω, ὡς κενόδοξός τις εὑρεθήσομαι. Μικρὸν καρτέρησον, ὦ Ἰωσὴφ, καὶ ποιμένες σε πείσουσιν· μάγοι σε πληροφορήσουσιν· ἀστήρ σε δυσωπήσει· ἄγγελοί σε κατανύξουσι. Νῦν ἀμφιβάλλεις, μετ᾽ οὐ πολὺ δὲ δοξάσεις, ὅτε τῆς ἐπουρανίου στρατιᾶς ἀκούσεις συμφώνως βοώσης· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Τότε γονυπετήσεις, καὶ οὐ καταζητήσεις.

Οὐχ ὁρᾷς τῆς ὁδοῦ τὴν διάβασιν, Ἰωσὴφ, καὶ ὅτι οὐδεὶς ἀνδρῶν συνοδοιπορεῖ ἡμῖν; Οὐχ ὁρᾷς τὸν ἥλιον λαμπροτέραν στολὴν ἀναβαλλόμενον; Οὐχ ὁρᾷς πᾶσαν τὴν κτίσιν σκιρτῶσαν; Οὐχ ὁρᾷς τὰ ὄρη πηδῶντα; Οὐχ ὁρᾷς τοὺς βουνοὺς εὐφραινομένους;

Οὐχ ὁρᾷς τὰς ἀφέσεις τῶν ὑδάτων ὑπερβλυζούσας; Οὐχ ὁρᾷς τὸν Ἰορδάνην ἔξω περιτρέχοντα; Ἀπὸ τῶν σημείων στόχασαι τὸ τεκμήριον, καὶ μὴ, ὅτι ἔγκυός εἰμι, δίσταζε, Ἰωσήφ. Ἐδανείσθην, οὐκ ἐμολύνθην· ἔχρησα τὴν κοιλίαν, οὐκ ἐμόλυνα τὴν παρθενίαν.

Μὴ ἀπιστήσῃς τοῖς προκειμένοις, ὦ Ἰωσήφ. Ὅτε μαιωθήσομαι, τότε τίς εἰμι γνωρισθήσομαι· νῦν ὀνειδίζομαι, τότε μακαρισθήσομαι· νῦν ὡς αἴτιον ἀπελαύνεις, τότε ὡς ἁγίαν ἐγγὺς εἶναι παρακαλέσεις. Μὴ, ὅτι δοκεῖς φυλάττειν, μεγαλύνου· ἐγὼ γάρ σε φυλάττω· ὁ γὰρ τὴν ἐμὴν κοιλίαν σκηνὴν ποιῆσαι καταδεξάμενος, οὗτος πάσης τῆς φύσεως φύλαξ. Πορευθῶμεν τοίνυν, καὶ ἐναπόγραφοι γενώμεθα, ὅπως πληρωθῇ καὶ ἡ στρατιωτικὴ νομοθεσία, καὶ ἡ βασιλικὴ δογματοθεσία.

Ἐν τούτοις ὁ Ἰωσὴφ εὐλαβηθεὶς, διττὴν λοιπὸν ὁδὸν ἐβάδιζε· τοῖς μὲν ποσὶ τὴν γῆν ἰχνοποιῶν, τοῖς δὲ λογισμοῖς τὰς νεφέλας ὑπερπηδῶν. Τί γὰρ ἕτερον εἶχεν ὁ Ἰωσὴφ διαπράττεσθαι, ἢ ἄνω τὸν νοῦν σχολάζειν, ἐπειδὴ πᾶσα δόσις ἀγαθὴ ἄνωθέν ἐστι δεδομένη. Διὰ τοῦτο λοιπὸν ὁ Ἰωσὴφ συμπεριεφέρετο τῇ Παρθένῳ, ὁμοῦ καὶ βοηθὸς καὶ σκόπος τῶν μελλόντων γενόμενος· οὐχ ὅτι ἔχρῃζεν βοηθοῦ ἡ Παρθένος, μᾶλλον δὲ ὁ ἐν Παρθένῳ κυοφορούμενος· αὐτὸς γὰρ ὁ πάντων βοηθὸς ἦν καὶ ἔστι, καὶ πρὸς αὐτὸν ἐκέκραγεν ὁ κράζων· «Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.» Ἀλλ᾽ ὅτι ἀναγκαῖον ἦν ὡς πραγματείαν τῆς οἰκονομίας, τοῦ εἶναι τὸν Ἰωσὴφ βοηθὸν, πρὸς τὸ τὴν Παρθένον ὡς ὕπανδρον φημίζεσθαι, πρὸς τὸ λαθεῖν τὸν διάβολον τὸ κατασκευαζόμενον, ὅπως μὴ μάθῃ τὸ γενόμενον· πῶς ὁ Θεὸς μετὰ τῶν ἀνθρώπων συναναστραφῆναι κατεδέξατο. Τί οὖν ὁ εὐαγγελιστὴς Λουκᾶς; Καλὸν γὰρ λοιπὸν συνιδεῖν καὶ τὸν Ἰωσὴφ πληροφορούμενον, καὶ τὸν οἰκίσκον, ἔνθα ἡ Παρθένος ἀπεκύησε, τῆς Ἐκκλησίας τὸν τύπον δεχόμενον· ὅπου θυσιαστήριον μὲν ἡ φάτνη, ἐφημερευτὴς δὲ ὁ Ἰωσὴφ, διάκονοι δὲ οἱ ποιμένες, ἱερεῖς οἱ ἄγγελοι, ἀρχιερεὺς ὁ Κύριος, θρόνος ἡ Παρθένος, κρατῆρες οἱ μαζοὶ, ἀναβόλαιον ἡ ἐνανθρώπησις, ῥιπιστῆρες τὰ χερουβὶμ, δίσκος τὸ ἅγιον Πνεῦμα, ὁ Πατὴρ δισκοκάλυμμα.

Ὅτι δὲ τῆς Ἐκκλησίας τύπον προσεχάραξεν ὁ τόπος, ἔνθα ἡ Παρθένος ἀπεκύησε τὸν Κύριον, ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· «Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, ὅτι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.» Ὢ τῶν παραδόξων πραγμάτων! βαβαὶ, πῶς μικρὰ τὰ ῥήματα, καὶ μεγάλα τὰ μυσταγωγήματα! «Ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν.» Ὢ τῶν παραδόξων πραγμάτων, ὁ τῶν χρόνων ποιητὴς ὡρισμένον χρόνον περιέμενεν! Ὁ ὁροθέτης τῶν χρόνων προθεσμίαν μηνῶν ἀνέμενεν, ἵνα μηδεὶς φαντασίαν ἢ δόκησιν νομίσῃ. «Ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ.» Βλέπε τὴν μυστικὴν ἀποκύησιν τῆς Παρθένου· αὕτη ἔτεκεν, αὕτη ἐσπαργάνωσεν.

Ἐπὶ τῶν κοσμικῶν γυναικῶν ἄλλη τίκτει, καὶ ἄλλη σπαργανοῖ· ἐπὶ δὲ τῆς Παρθένου οὐχ οὕτως· αὕτη ἔτεκεν, καὶ αὕτη ἐσπαργάνωσεν· καὶ αὕτη ἄκοπος μήτηρ καὶ ἀδίδακτος μαῖα, οὐ συνεχώρησεν ἀνάγνοις χερσὶν ἅψασθαί τινα τοῦ ἀχράντου τόκου· αὕτη διὰ ἑαυτῆς τὸν ἐξ αὐτῆς, πρὸ αὐτῆς καὶ ὑπὲρ αὐτῆς ἐθεράπευσεν· «Καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.» Εἶδες, ὦ φίλε, πῶς τῆς Ἐκκλησίας τὸν τύπον προανεζωγράφησε τὸ εὐτελὲς καταγώγιον, ἔνθα ἡ Παρθένος ἔτεκεν, ἡ ἅπαξ κυοφορήσασα, καὶ δεύτερον μὴ γεννήσασα, καὶ ὕβρεως ἔμφασιν μὴ ὑπομείνασα· εἰ καί τινες μανέντες, διὰ τὸ ἀκοῦσαι αὐτοὺς λέγοντος τοῦ εὐαγγελιστοῦ Λουκᾶ· «Καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον,» καὶ δευτέραν σύλληψιν τῆς Παρθένου ἐδογμάτισαν, τὴν ἀφθαρσίαν εἰς φθορὰν μεταβάλλοντες· φάσκοντες ἐν τοῖς οἰκείοις δόγμασιν· Οὐκ ἂν λεχθείη πρωτότοκος, δευτέρου μὴ παρακολουθήσαντος.