Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος εἰς τὴν περιγραφὴν τῆς θεοτόκου

Μέγας Αθανάσιος

Εισαγωγή στην ευαγγελική διήγηση και το μυστήριο της Ενσαρκώσεως

Παράθεση της περικοπής περί της απογραφής, εισαγωγή στο ιστορικό πλαίσιο και θεολογικός σχολιασμός της άκρας συγκαταβάσεως του Κυρίου και των συμβόλων της Γεννήσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 5

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΕΙΣ ΑΠΟΓΡΑΦΗΝ ΤΗΣ ΑΓΙΑΣ ΜΑΡΙΑΣ, ΚΑΙ ΕΙΣ ΤΟΝ ΙΩΣΗΦ, ΛΟΓΟΣ. Ὥσπερ οἱ τὴν χρυσῖτιν γῆν μεταλλεύειν λαχόντες ἐργάται, ἐπὰν εὕρωσι φλέβα ψήγματα τοῦ ζητουμένου προβάλλουσαν, ἐκεῖ σχολάζουσιν, ἐκεῖ παρορύττουσιν, ὡς ὁδηγῷ τοῦ κέρδους· καὶ οὐ κατόπιν ὁδεύουσι, μὴ πρότερον τὸν τόπον ἀμείβοντες, ἕως οὗ τὸν φωλεὸν τοῦ προκειμένου καταλάβωσι· τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς οἱ τῆς ἐκκλησιαστικῆς ἐργασίας ἐργοδόται, τὸν εὐαγγελιστὴν Λουκᾶν μετὰ χεῖρας ἔχοντες, πρὸς κατανόησιν τοῦ δεσποτικοῦ τῆς ἐκ Παρθένου ἀποκυήσεως θησαυροῦ, οὐ πρότερον τῆς ἐρεύνης παυσώμεθα, ἕως οὗ τὸν προκείμενον πλοῦτον γνησίως ἀναλεξώμεθα. Διὰ τοῦτο καὶ κατὰ τάξιν τὸν εὐαγγελιστὴν ἀνιχνεύσομεν, ἵνα μηδὲν τῶν ἐπικερδῶν καταλείπωμεν. Εἰ γὰρ καὶ μικρὰ ἐν προοιμίοις τὰ ῥήματα, ἀλλ᾽ ὅμως μεγάλα τῆς χαρᾶς τὰ μυσταγωγήματα. Καὶ μηδεὶς ἀκηδιάσῃ τῷ λόγῳ, μικρὰ τὰ παραναγνωσθέντα τῇ ἀκοῇ δεξάμενος.

Ὡς γὰρ πρὸς τὴν δύναμιν τοῦ γεννηθέντος Δεσπότου μικρὰ καὶ σφόδρα μικρὰ τὰ παραναγνωσθέντα, σπάργανα, καὶ φάτνη, καὶ τόπος ἀνεπιτήδειος. Καὶ ταῦτα μὲν μικρὰ, τὰ δὲ προκείμενα μυστικά· γαστὴρ ἀνερμήνευτος, κόλπος ἀκατάληπτος, μαζὸς ἁγιόριζος, γάλα ξενοῤῥυὲς, θηλὴ τῆς φυσικῆς νομῆς ἀλλοτρία, ἡ Μήτηρ τοῦ Κυρίου ἐναπόγραφος γενομένη, ὁ μνηστὴρ Ἰωσὴφ ὀνόματος, καὶ οὐ πράγματος κοινωνίαν ἀσπαζόμενος.

Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· «Ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο, ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν.

Ἐπορεύθη δὲ καὶ Ἰωσὴφ ἐκ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν Δαβὶδ, ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαβὶδ, ἀπογράφεσθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ, οὔσῃ ἐγκύῳ.» Εἶδες πῶς μικρὰ τὰ ῥήματα, καὶ μεγάλα τὰ μυσταγωγήματα;

Ὁ Κύριος ἐκυοφορεῖτο, καὶ πρώτη ἀπογραφὴ ἐνομοθετεῖτο ὁ πᾶσαν τὴν κτίσιν ἐναπόγραφον ἔχων, καὶ πρὸς τοὺς ἑαυτοῦ μαθητὰς φήσας· «Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.» Ἐν τοῖς μικροῖς Ῥωμαϊκοῖς κώδιξι τὴν ἑαυτοῦ μητέρα ἐναπόγραφον γενέσθαι συνεχώρει. Τίς μὴ λαλήσῃ; Τίς μὴ θαυμάσῃ τὴν τοῦ Κυρίου συγκατάβασιν; Ἄνω ἐλεύθερος, καὶ κάτω ἐναπόγραφος· ἄνω Υἱὸς, καὶ κάτω δοῦλος· ἄνω βασιλεὺς, καὶ κάτω μισθωτός· ἄνω πλούσιος, καὶ κάτω ἐνδεής· ἄνω προσκυνούμενος, καὶ κάτω φορολογούμενος· ἄνω θεϊκὸς θρόνος, καὶ κάτω ἀγροικικὸν σπήλαιον· ἄνω ὁ πατρῷος καὶ ἀκατάληπτος κόλπος, καὶ κάτω ἀλογοτροφεῖον μικρὸν, καὶ φάτνιον. Τίς μὴ θαυμάσῃ μεγάλα ἄνω πράγματα, καὶ μικρὰ κάτω σπάργανα; Ὁ λύων ἐδέδετο· ὁ τρέφων ἐτρέφετο· ὁ ἀκατάληπτος παιδίον ἐφαίνετο· ὁ πηγὰς ἀπολύων μαζὸν ἐδανείζετο· ὁ πάντα φέρων, ἀνερμηνεύτως ἐφέρετο· ὁ μηδαμοῦ ἀπολιμπανόμενος ἐν μέρει ἀπεριγράπτως περιγραφόμενος.

Ὢ τῶν παραδόξων πραγμάτων! Ἡ Ἐλισάβετ ἐν οἰκίσκῳ φαιδρῷ ἀπεκύησε, καὶ ἡ Παρθένος ἐν τῷ μικρῷ σπηλαίῳ ἐγέννησεν· Ἰωάννης ἐπὶ κλίνης, καὶ ὁ Κύριος ἐν φάτνῃ. Οὐχ ἁπλῶς ἡ τοῦ Κυρίου ἐκ Παρθένου γέννησις· οὐχ ἁπλῶς τὸ τοῖς σπαργάνοις αὐτὸν κατειληθῆναι· οὐχ ἁπλῶς τὸ μαζὸν ἑλκῦσαι· οὐχ ἁπλῶς τὸ ἐν φάτνῃ ἀνακλιθῆναι· οὐχ ἁπλῶς τὸ τῇ τοῦ Αὐγούστου ἀπογραφῇ προσκληθῆναι· πάντα διὰ τὶ, καὶ πρὸς τὶ, καὶ αἰνιγματώδη. Ἐκ Παρθένου τίκτεται, ἵνα τὸν ἐκ Παρθένου γῆς χοοπλαστηθέντα πρωτόπλαστον Ἀδὰμ διορθώσηται. Σπαργάνοις κατείληται, ἵνα τὰς σειρὰς τῶν ἁμαρτιῶν ἡμῶν ἐκλύσῃ, δεσμὰ δεσμοῖς λύων, κατὰ τὸ φάσκον ῥητόν· «Σειραῖς γὰρ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται.» Μαζὸν εἵλκυσεν, ἵνα τὸ γάλα τῆς χάριτος βρύσῃ, ὅπερ ἐκ τῆς οἰκείας πλευρᾶς ἀνέβλυσε· γάλα γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ αἷμα λευκανθέν. Ἐν φάτνῃ ἀνεκλίθη, ἵνα τὴν ἀλογίαν τῆς ἀνθρωπότητος διορθώσηται, καὶ τῶν δύο ζώων τροφὴ γένηται· ποίων δύο ζώων; τοῦ ἐθνικοῦ καὶ τοῦ Ἰουδαϊκοῦ λαοῦ περὶ ὧν γέγραπται· «Ἐν μέσῳ δύο ζώων γνωσθήσῃ.» Τὴν ἐπὶ Αὐγούστου Καίσαρος ἀπογραφὴν κατεδέξατο, ἵνα τὴν οἰκουμενικὴν ἀταξίαν διορθώσηται. Αὕτη γὰρ ἡ ἀπογραφὴ τῆς οἰκουμενικῆς εὐταξίας ἀῤῥαβὼν γεγένηται.