Ἐν τούτοις ὁ Ἰωσὴφ εὐλαβηθεὶς, διττὴν λοιπὸν ὁδὸν ἐβάδιζε· τοῖς μὲν ποσὶ τὴν γῆν ἰχνοποιῶν, τοῖς δὲ λογισμοῖς τὰς νεφέλας ὑπερπηδῶν. Τί γὰρ ἕτερον εἶχεν ὁ Ἰωσὴφ διαπράττεσθαι, ἢ ἄνω τὸν νοῦν σχολάζειν, ἐπειδὴ πᾶσα δόσις ἀγαθὴ ἄνωθέν ἐστι δεδομένη. Διὰ τοῦτο λοιπὸν ὁ Ἰωσὴφ συμπεριεφέρετο τῇ Παρθένῳ, ὁμοῦ καὶ βοηθὸς καὶ σκόπος τῶν μελλόντων γενόμενος· οὐχ ὅτι ἔχρῃζεν βοηθοῦ ἡ Παρθένος, μᾶλλον δὲ ὁ ἐν Παρθένῳ κυοφορούμενος· αὐτὸς γὰρ ὁ πάντων βοηθὸς ἦν καὶ ἔστι, καὶ πρὸς αὐτὸν ἐκέκραγεν ὁ κράζων· «Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.» Ἀλλ᾽ ὅτι ἀναγκαῖον ἦν ὡς πραγματείαν τῆς οἰκονομίας, τοῦ εἶναι τὸν Ἰωσὴφ βοηθὸν, πρὸς τὸ τὴν Παρθένον ὡς ὕπανδρον φημίζεσθαι, πρὸς τὸ λαθεῖν τὸν διάβολον τὸ κατασκευαζόμενον, ὅπως μὴ μάθῃ τὸ γενόμενον· πῶς ὁ Θεὸς μετὰ τῶν ἀνθρώπων συναναστραφῆναι κατεδέξατο. Τί οὖν ὁ εὐαγγελιστὴς Λουκᾶς; Καλὸν γὰρ λοιπὸν συνιδεῖν καὶ τὸν Ἰωσὴφ πληροφορούμενον, καὶ τὸν οἰκίσκον, ἔνθα ἡ Παρθένος ἀπεκύησε, τῆς Ἐκκλησίας τὸν τύπον δεχόμενον· ὅπου θυσιαστήριον μὲν ἡ φάτνη, ἐφημερευτὴς δὲ ὁ Ἰωσὴφ, διάκονοι δὲ οἱ ποιμένες, ἱερεῖς οἱ ἄγγελοι, ἀρχιερεὺς ὁ Κύριος, θρόνος ἡ Παρθένος, κρατῆρες οἱ μαζοὶ, ἀναβόλαιον ἡ ἐνανθρώπησις, ῥιπιστῆρες τὰ χερουβὶμ, δίσκος τὸ ἅγιον Πνεῦμα, ὁ Πατὴρ δισκοκάλυμμα.