Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος κατὰ πασῶν τῶν αἱρέσεων

Μέγας Αθανάσιος

Το μυστήριο της ενανθρώπησης και του σταυρού βάσει των προφητειών

Προφητικές μαρτυρίες και ευαγγελική εκπλήρωση για το πάθος, τη σταύρωση και την εκ Παρθένου γέννηση, καθώς και θεολογική διάκριση μεταξύ της άκτιστης θεότητας του Λόγου και του έργου της θείας οικονομίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 5

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΤΩΝ ΑΙΡΕΣΕΩΝ. Τὸ προκείμενον ἀπὸ τοῦ Εὐαγγελίου τοῦ κατὰ Ἰωάννην· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ὃ γέγονεν.» Ἕκαστος τῶν ἁγίων προφητῶν καὶ εὐαγγελιστῶν, διορατικοὶ ὄντες, καὶ ἐνηχούμενοι ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου, διηγοῦνται πᾶσαν τὴν ἁγίαν καὶ μεγάλην σωτηρίαν, τὴν μέλλουσαν γίνεσθαι τῷ γένει τῶν ἀνθρώπων.

Ἀλλ᾽ ἐρεῖ τις, Πῶς; Ἑρμήνευσον ἡμῖν. Ἄκουσον, ἀγαπητέ. Οἱ μὲν προφῆται, καθὼς προεῖπον, διορατικοὶ ὄντες, σημαίνουσι τὰ μέλλοντα ἔσεσθαι πρὸ τοσούτων γενεῶν, δεικτικῶς δεικνύοντες ὡς παρόντα τὰ μέλλοντα. Ὁμοίως καὶ οἱ μεγάλοι εὐαγγελισταὶ ἐπὶ τῇ ἐπιδημίᾳ τοῦ Λόγου, τὰ προκηρυχθέντα διὰ τῶν προφητῶν βεβαιοῦσιν ἕκαστος τὴν προσημασίαν ἐν τοῖς Εὐαγγελίοις. Οἷον· ὁ μέγας προφήτης Ἡσαΐας λέγει· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Καὶ ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη. Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Τῷ μώλωπι αὐτοῦ ἡμεῖς πάντες ἰάθημεν.» Ἐπιδημήσαντος δὲ τοῦ προσημανθέντος πρὸς ἡμᾶς, καὶ ἑωρακὼς αὐτὸν παρερχόμενον ὁ μέγας Βαπτιστὴς Ἰωάννης, πληρῶν τὸ προσημανθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγει· «Ἰδοὺ ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Ἰδοὺ βεβαιοῖ τὴν προφητευθεῖσαν φωνὴν ὁ μέγας Βαπτιστής. Ὁμοίως καὶ ὁ ἱεροφάντης Μωσῆς περὶ τούτου τοῦ μώλωπος, δι᾽ οὗ πᾶν τὸ τῶν ἀνθρώπων γένος σωτηρίας ἔμελλε μέτοχον γίνεσθαι, τί ἔλεγεν; «Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου·» καὶ πάλιν λέγει· «Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἐπὶ ξύλου.» Οὐκ εἶπε πρῶτον τὴν ζωὴν, εἶτα τὴν κατάραν· ἀλλ᾽ εἶπε πρῶτον τὴν κατάραν, ἔπειτα τὴν ζωήν.

Ἔπρεπε γὰρ πρότερον προσηλωθῆναι τὸ χειρόγραφον τῷ σταυρῷ, καὶ νυχθῆναι τὴν πλευρὰν τοῦ Λόγου τῇ λόγχῃ, ἵνα ὁ μώλωψ ἐν τῇ νύξει καθάρσιον γένηται τῇ οἰκουμένῃ, τὸ αἷμα καὶ τὸ ὕδωρ τῷ γένει τῶν ἀνθρώπων.

Τάλανες οἱ ἀχάριστοι Ἰουδαῖοι, τοιούτων καὶ τηλικούτων σημείων καὶ εὐεργεσιῶν γενομένων παρ᾽ αὐτοῖς, ἀντὶ τοῦ τὸν ἐπιδημήσαντα παρ᾽ αὐτοῖς δοξάζειν καὶ εὐλογεῖν ἐπὶ τοῖς γινομένοις, ἐκ τῶν ἐναντίων ἔλεγον· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.» Ὁ μέντοι ἥλιος συνέστελλε τὰς ἀκτῖνας, μὴ φέρων ὁρᾷν τὸν Κύριον κρεμάμενον ἐπὶ τοῦ ἰκρίου. Καὶ δύο σὺν αὐτῷ ἦσαν λῃσταὶ κρεμάμενοι· καὶ τοῦ ἑνὸς καταρωμένου, εἶπεν ὁ ἕτερος λῃστής· «Τί καταρᾶσαι τῷ δικαίῳ; ἡμεῖς κατὰ τὰς ἁμαρτίας ἑαυτῶν πεπόνθαμεν· τί σοὶ καὶ τῷ δικαίῳ;» Τῷ δὲ Ἰησοῦ ἔλεγε· «Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.» Καὶ ὁ Ἰησοῦς πρὸς αὐτόν· «Ἀμὴν, ἀμὴν λέγω σοι, σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Ὢ μεγάλου πράγματος! τῆς κατάρας προσηλωθείσης, ἠνέῳξε τὸν παράδεισον ἐν τῇ ἐπαγγελίᾳ τῷ λῃστῇ. Ὢ τοῦ μακαρίου λῃστοῦ τούτου! ἀφήρπασεν ἐν τῷ κόσμῳ λῃστεύων, ἀφήρπασε καὶ τὴν βασιλείαν τῶν οὐρανῶν ἐν τῇ ὁμολογίᾳ. Περὶ τούτου εἶπεν ὁ μέγας προφήτης· «Καὶ κάνθαρος ἐκ ξύλου φθέγξεται.» Οἴδατε, ἀδελφοὶ, ὅτι ὁ κάνθαρος περὶ τὰ ἀκάθαρτα σχολάζει, ἀκάθαρτος ὤν· οὕτω καὶ ὁ λῃστής ποτε ἐσχόλαζεν ἐν ταῖς λῃστείαις· ὅτε δὲ ἐν τῷ σταυρῷ ἦν, ὡμολόγησεν αὐτὸς, καθὼς προεῖπον, καὶ πληροῦται εἰς αὐτὸ τὸ προφητευθέν· «Καὶ κάνθαρος ἐκ ξύλου φθέγγεται.» Φθεγξάμενος τοίνυν ἠξιώθη προαρπάσαι τὴν τῶν οὐρανῶν βασιλείαν.

Καὶ πάλιν λέγει ὁ μέγας προφήτης Ἡσαΐας δεικτικῶς δεικνύων ὡς παρών· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται Υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ,» ὅ ἐστι μεθερμηνευόμενον, «Μεθ᾽ ἡμῶν ὁ Θεός.» Μελλούσης τοίνυν ταύτης τῆς προφητικῆς σημασίας πληροῦσθαι, ἀποστέλλεται ὁ μέγας ἀρχάγγελος Γαβριὴλ ὁ ἐν δεξιᾷ τῆς μεγαλοσύνης παρεστηκὼς σημᾶναι τῇ ἀχράντῳ Θεοτόκῳ καὶ ἀπειρογάμῳ Μαρίᾳ, καὶ λέγει πρὸς αὐτήν· «Χαῖρε, κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ.» Κύριον δὲ λέγων, τὸν κοινὸν δεσπότην ἐσήμανεν, ὁμολογῶν τὴν συνδουλείαν. «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σε· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ Ἅγιον κληθήσεται.» Ἀληθῶς, ἀγαπητοὶ, ἅγιον καλεῖται ὁ ναὸς τοῦ μέλλοντος ἁγιάζειν πᾶσαν τὴν οἰκουμένην.

Καὶ πάλιν λέγει ὁ αὐτὸς προφήτης· «Παιδίον ἐγεννήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ. Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος.» Τούτων τοίνυν πληρωθέντων, λέγει ὁ μέγας εὐαγγελιστὴς Ἰωάννης ὁ υἱὸς τῆς βροντῆς· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» Εἰ δι᾽ αὐτοῦ πάντα γέγονεν, ἄρα ἐκτός ἐστι τῶν γενητῶν, καὶ φανερόν ἐστιν, ὅτι ἐν τῷ Πατρὶ ἦν πάντοτε. Τάλανες οἱ Ἰουδαῖοι νέοι οἱ Ἀρειομανῖται, οἱ μὴ ὀρθῶς ἀναγνόντες, μηδ᾽ ἀκριβῶς ἐρευνήσαντες τυφλοὺς ἔχοντες τοὺς τῆς διανοίας ὀφθαλμοὺς, νομίζοντες τὸν κτίστην καὶ δημιουργὸν τῶν ὅλων κτίσμα εἶναι. Ἀκούσατε τοῦ μεγάλου εὐαγγελιστοῦ τὸ, «Ἐν ἀρχῇ.» Ὦ χριστομάχε Ἀρειανὲ, εἰ ἦν εἰπὼν, ὅτι Ἐν ἀρχῇ γέγονεν, εἶχες ἂν χρῶμα λέγειν, ὅτι Ἰδοὺ ὁ εὐαγγελιστὴς εἶπεν· Ἐν ἀρχῇ γέγονεν.

Εἰ δὲ εἶπεν· «Ἐν ἀρχῇ ἦν,» ζήτησον ἀκριβῶς, καὶ εὑρήσεις τὴν ἀλήθειαν· ἔπειτα ἐπερώτησον τὸν μέγαν εὐαγγελιστὴν λέγων πρὸς αὐτόν· Ὦ εὐαγγελιστὰ, εἰπὲ ἡμῖν τὴν πραγματείαν τῆς ἀρχῆς, καὶ τοῦ ὄντος Θεοῦ Λόγου· ὅτι χριστομάχοι Ἀρειανοὶ νομίζουσι κτίσμα εἶναι τὸν κτίστην τῶν ὅλων· εὐθέως λέξει σοι ὁ μέγας εὐαγγελιστής· Ἀνάγνωθι τῆς κοσμοποιίας τὴν Γένεσιν, οὕτω λέγουσαν· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» Ἔστω τοίνυν τὰ μὴ ὄντα εἰς τὸ εἶναι, εἰς τὰ μέλλοντα ἔσεσθαι. Ἦν ὁ Θεὸς Λόγος πρὸς τὸν Πατέρα, δι᾽ οὗ τὰ πάντα γέγονεν. Οὐκοῦν καλῶς ὁ εὐαγγελιστὴς λέγει· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Ἰδοὺ τριχῶς τὸ «ἦν,» οὐδαμοῦ τὸ, «οὐκ ἦν.» Καὶ ὁ μέγας ἀρχάγγελος Γαβριὴλ, ὅτε πρὸς τὴν ἄχραντον καὶ ἀπειρόγαμον Θεοτόκον ἔλεγε· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι,» οὐκ εἶπεν, ὅτι Πνεῦμα ἐπὶ σὲ γενήσεται, ἢ δύναμις ποιηθήσεται ἐπὶ σὲ, ἀλλὰ, «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.» Τοῦτο καὶ ὁ μακάριος Ἀπόστολος ἐδήλωσε λέγων· «Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία.» Ἀλλ᾽ ἐρεῖ πρὸς ταῦτα ὁ Ἀρειομανίτης, ὅτι Πῶς λέγει ὁ Παροιμιαστὴς, ὅτι «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.»

Ὦ ἀσεβέστατε, οὐκ ἤκουσας τοῦ ἀρχαγγέλου λέγοντος τῇ Παρθένῳ· «Τὸ γεννώμενον ἐκ σοῦ Ἅγιον κληθήσεται;» Ὁρᾷς, ὅτι περὶ τῆς πραγματείας τῆς ἐνανθρωπήσεως ἔλεγεν. Ἐπειδὴ δὲ πεπαλαίωται ἡ ἑξαήμερος ἡ παλαίωσις ἐν τῇ παραβάσει τοῦ πατρὸς τοῦ γένους ἡμῶν Ἀδὰμ, καὶ εἰς θάνατον καταπεπτώκει τὸ γένος ἡμῶν, εὐδόκησεν ὁ Θεὸς πρὸς ἡμᾶς πέμψαι τὸν ἴδιον Υἱὸν Θεὸν Λόγον, λαβεῖν τε, καθὼς προεῖπον, ἐκ τῆς ἀπειρογάμου Παρθένου τὸν ναὸν, τὸν ἄνθρωπον. Καὶ λέγει ὁ μακάριος ἀπόστολος Παῦλος· Εὐδόκησεν ὁ Θεὸς καταπέμψαι τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, γεννώμενον ἐκ γυναικός.

Ὁρᾷς, ὅτι περὶ τῆς ἐνανθρωπήσεώς ἐστιν. Εἰ δὲ θέλεις ἀκοῦσαι περὶ τῆς ἀδιαιρέτου καὶ μιᾶς θεότητος, ἄκουε Παύλου λέγοντος· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ·» καὶ πάλιν λέγει· «Ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.» Ὁρᾷς, ὅτι περὶ τῆς ἐνανθρωπήσεώς εἰσιν αἱ τοιαῦται φωναί. Καὶ αὐτὸς ὁ Κύριος αὐθεντικῇ φωνῇ εἶπεν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ πάλιν λέγει Φιλίππῳ· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Καὶ λέγει διὰ τοῦ μεγάλου προφήτου· «Ἴδετέ με, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι.» Καὶ πάλιν λέγει· «Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἥκω.» Καὶ διὰ τοῦ Ἱερεμίου λέγει ὁ Πατήρ· «Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ἑαυτοῖς ὕδωρ συναγαγεῖν.» Οὐ χθὲς ἡ πηγὴ, καὶ σήμερον τὸ ὕδωρ· μὴ γένοιτο! Ἀεὶ πηγὴ, ἀεὶ ὕδωρ.