Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος μείζων

Μέγας Αθανάσιος

Η ενσάρκωση του Λόγου και η απόδειξη της ανθρώπινης φύσης

Θεολογική και ερμηνευτική προσέγγιση της κατά σάρκα γέννησης, του βαπτίσματος και των ενεργειών του Χριστού, με βάση τα αποσπάσματα από την απολογία υπέρ του Διονυσίου και την επιστολή προς τον Μάξιμο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 4

δημουργὸς] δημιουργὸς; αὐτῷ] ἑαυτῷ* ἵνεκεν] ἕνεκεν προσαγαγὼν] προσάγων*; τῇ] + περὶ*; πολλῆς τιμῆς] ~*; ἀξιοῦται] καταξιοῦται*; καταστρέφει] <στ><κτ>ρέφει G; ἢ] οὔτε*; εἰς] ἐπὶ* ἄλλα] τὰ ὅλα*; συνεῖχε] συνεῖχ G ἐνοικοῦντα] ἐνοικήσαντα* (= Fragm. 87, 18—21) (= Fragm. 88, 5—10) σώματος] + ἅπαξ* ἐπ᾽ αὐτὴν] ἐπὶ ταύτην*; διὰ] + τῆς* ἔσω] ἔξω* Τοῦ αὐτοῦ περὶ τῆς τοῦ Χριστοῦ κατὰ σάρκα γεννήσεως. ἐκ τῆς ἀπολογίας τῆς Διονυσίου ἀρχιεπισκόπου Ἀλεξανδρείας.

Ὅτε γὰρ ἔλαβεν ὅπερ εἶχε προσενεγκεῖν ὑπὲρ ἡμῶν, ἦν δὲ τοῦτο τὸ ἐκ Μαρίας τῆς παρθένου σῶμα, τότε καὶ τὸ δεδημιουργῆσθαι καὶ τὸ γεγενῆσθαι καὶ τὸ πεποιῆσθαι περὶ αὐτοῦ γέγραπται· ἀνθρώποις γὰρ ἁρμόττουσιν αἱ τοιαῦται λέξεις. παντὸς] + κόσμου*; ἐκτίσθη] ἐκτίσθησαν*; ὑπὸ] ἐκ*; δι᾽ δ] διό G ἑστῶτα] + τῆς δυνάμεως* σαφὴς ἔλεγχος ταῦτα τοῦ θεοκτόνου. ση(μαίνει); ἀρχόμενος] ἐρχόμενος G1, ἀρχόμενος G2. ἀρχόμενος] ἐρχόμενος G.

Τοῦ αὐτοῦ περὶ τοῦ βαπτίσματος τοῦ δεσπότου Χριστοῦ. ἐκ τοῦ πρὸς Ἀρειανοὺς λόγου. Καὶ μή τις νομίσῃ, ὅτι μὴ ἔχων ἐλάμβανε τὸ πνεῦμα. αὐτὸς γὰρ τοῦτο ἄνωθεν ἔπεμπεν ὡς θεὸς καὶ αὐτὸς αὐτὸ κάτω ὑπεδέχετο ὡς ἄνθρωπος. ἐξ αὐτοῦ εἰς αὐτὸν κατῄει ἐκ τῆς θεότητος αὐτοῦ εἰς τὴν ἀνθρωπότητα αὐτοῦ.

Τοῦ αὐτοῦ περὶ τῶν πρὸς τὸν διάβολον ἀγώνων τοῦ δεσπότου Χριστοῦ. ἐκ τοῦ λόγου τοῦ εἰς τὸν διαμερισμὸν τῶν ἱματίων. Οὕτω καὶ ὁ κύριος ἀνθρωπίνῃ ἀσθενείᾳ προσκαλεσάμενος τὸν διάβολον· τῇ ἑαυτοῦ δυνάμει νικήσας ἐνίσχυσε τὸν ἄνθρωπον κατὰ τοῦ ἐχθροῦ. συνεργοὺς αὐτοῦ] συνεργούσας αὐτῷ*; αὐτὰς] ἑαυτὰς* σάρκα] σωτῆρα* Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Ἀρειανοὺς λόγου.

Καὶ ὅταν λέγῃ ὁ Πέτρος· «ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον αὐτὸν καὶ χριστὸν ὁ θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.» οὐ περὶ τῆς θεότητος αὐτοῦ λέγει, ὅτι «κύριον αὐτὸν καὶ χριστὸν ἐποίησεν ὁ θεός,» ἀλλὰ περὶ τῆς ἀνθρωπότητος.

Καὶ μετ᾽ ὀλίγα. Ὁ γὰρ λόγος, ὁ υἱὸς τοῦ θεοῦ, ἀεὶ ἦν κύριος καὶ θεὸς καὶ οὐ μετὰ τὸ σταυρωθῆναι ἐποιήθη κύριος καὶ θεός, ἀλλ᾽, ὡς προεῖπον, τὴν ἀνθρωπότητα αὐτοῦ ἐποίησεν ἡ θεότης αὐτοῦ κύριον καὶ χριστόν. υἱός] Ἰησοῦς* Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Μάξιμον τὸν φιλόσοφον ἐπιστολῆς.

Ἃ γὰρ διὰ τοῦ σώματος ὑπέμενεν ὁ Χριστός, ταῦτα ὡς θεὸς ἐμεγάλυνε· καὶ ἐπείνα μὲν σαρκί, θεϊκῶς δὲ τοὺς πεινῶντας ἐχόρταζε. καὶ εἰ σκανδαλίζεταί τι ἐπὶ τοῖς σωματικοῖς, πιστευέτω ἐφ᾽ οἷς ὡς θεὸς ἐργάζεται. πυνθάνεται γὰρ ἀνθρωπίνως ποῦ Λάζαρος κεῖται, ἐγείρει δὲ τοῦτον θεϊκῶς, ὅθεν μὴ γελάτω τις λέγων παιδίον καὶ ἡλικίαν ὀνομάζων καὶ αὔξησιν καὶ τὸ φαγεῖν καὶ τὸ πιεῖν καὶ τὸ παθεῖν, ἵνα μὴ τὰ ἴδια τοῦ σώματος ἀρνούμενος ἀρνήσηται. τέλεον καὶ τὴν δι᾽ ἡμᾶς ἐπιδημίαν αὐτοῦ. καὶ γὰρ ὥσπερ οὐκ ἀκολουθίᾳ φύσεως ἄνθρωπος γεγένηται οὕτως ἀκόλουθον ἦν σῶμα ἀναλαβόντα αὐτὸν δεικνύναι τὰ ἴδια τούτου, ἵνα μὴ ἡ φαντασία τοῦ ἀθέου Μανιχαίου κρατήσῃ. ἀκόλουθον δὲ πάλιν ἦν σωματικῶς αὐτὸν ἐλθόντα μὴ κρύψαι τὰ τῆς θεότητος, ἵνα μὴ ὁ Σαμοσατεὺς πρόφασιν εὕρῃ.

Τοῦ αὐτοῦ ἐκ τῆς ὑπὲρ Διονυσίου ἀπολογίας. Τὰ δὲ περὶ τῆς θεότητος τοῦ Χριστοῦ καὶ τῆς ἀνθρωπότητος εἰρημένα ἰδίαν καὶ κατάλληλον ἔχει πρὸς ἕκαστον τῶν λεγομένων τὴν ἑρμηνείαν. καὶ ὁ τὰ ἀνθρώπινα αὐτοῦ γράφων οἶδε καὶ τὰ περὶ τῆς θεότητος αὐτοῦ 〈καὶ ὁ περὶ τῆς θεότητος〉 ἐξηγούμενος οὐκ ἀγνοεῖ τὰ ἴδια τῆς σαρκός, ἀλλ᾽ ἕκαστον ὡς ἐπιστήμων καὶ δόκιμος τραπεζίτης διακρίνων κατ᾽ ὀρθὸν τῆς εὐσεβείας βαδιεῖται. ὅτε γοῦν αὐτὸν κλαίοντα λέγει, οἶδεν ὅτι ἄνθρωπός ἐστιν ὁ κύριος δείκνυσιν ὅτι τὸ μὲν κλαίειν τοῦ ἀνθρώπου ἐστίν, ἐγείρει δὲ Λάζαρον ὡς θεός, καὶ πεινῶντα μὲν καὶ διψῶντα οἶδε σωματικῶς. θεϊκῶς δὲ χορτάζοντα ἀπὸ πέντε ἄρτων πεντακισχιλίους καὶ κείμενον μὲν ἐν μνημείῳ οἶδε σῶμα ἀνθρώπινον, ἐγειρόμενον δὲ ὡς θεοῦ σῶμα παρ᾽ αὐτοῦ τοῦ λόγου.

Ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Εἴρηκεν ὁ σωτήρ· «ἐγὼ ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, ὁ πατὴρ ὁ γεωργός.» ἡμεῖς γὰρ τοῦ κυρίου κατὰ τὸ σῶμα συγγενεῖς ἐσμεν καὶ αὐτὸς διὰ τοῦτο εἶπεν· «ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.» καὶ ὥσπερ ἐστὶ τὰ κλήματα ὁμοούσια τῆς ἀμπέλου καὶ ἐξ αὐτῆς, οὕτως ἡμεῖς ὁμογενῆ σώματα ἔχοντες τῷ σώματι τοῦ κυρίου ἐκ τοῦ πληρώματος αὐτοῦ λαμβάνομεν, κἀκεῖνο ῥίζαν ἔχομεν εἰς τὴν ἀνάστασιν καὶ εἰς τὴν σωτηρίαν. ὁ δὲ πατὴρ εἴρηται ὁ γεωργός· αὐτὸς γὰρ εἰργάσατο διὰ τοῦ λόγου τὴν ἄμπελον, ἥτις ἐστὶ τὸ κυριακὸν σῶμα.

Ἐκ τῆς αὐτῆς ἀπολογίας. Ἀνάγκη γὰρ ἀμπέλου λεγομένου τοῦ κυρίου εἶναι καὶ γεωργὸν καὶ εὐχομένου αὐτοῦ εἶναι τὸν ὑπακούοντα καὶ αἰτοῦντος αὐτοῦ εἶναι τὸν διδόντα. τὰ δὲ τοιαῦτα μᾶλλον εὐκολώτερον τὴν τῶν Σαβελλιανῶν μανίαν δείκνυσιν, ὅτι ἕτερος ὁ εὐχόμενος, ἕτερος ὁ ὑπακούων καὶ ἄλλος ἡ ἄμπελος καὶ ἄλλος ὁ γεωργός. ὅσα γὰρ ὡς ἀποξενοῦντα τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς λέγεται ῥητά, ταῦτα διὰ τὴν σάρκα, ἣν δι᾽ ἡμᾶς ἐφόρεσε, λέγεται περὶ αὐτοῦ. ξένα γὰρ τὰ γενητὰ κατὰ φύσιν ἐστὶ τοῦ θεοῦ. ἠναίνετο] ἱμείρετο G λόγον] λόγου G; ἀρχερέα] ἀρχιερέα G δύξαν] δόξαν G Σαλομὼν] Σολομὼν G Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς εἰς τὸν Γολγοθὰ ὁμιλίας, ἧς ἡ ἀρχή· τὸ μὲν ἀναγνωσθὲν ῥητόν ἐστιν εὐαγγελικόν.