Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος μείζων περὶ πίστεως

Μέγας Αθανάσιος

Η διττή φύση του Χριστού και το απολυτρωτικό έργο του Λόγου

Θεολογική ερμηνεία της ενότητας θεότητας και ανθρωπότητας, της ενανθρώπησης ως λύτρου έναντι του θανάτου και της συντριβής της εξουσίας του διαβόλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 7

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας καὶ ὁμολογητοῦ ἐκ τοῦ περὶ πίστεως μείζονος λόγου Τὸ ἐγειρόμενον ἐκ νεκρῶν ἄνθρωπος ἦν ἢ θεός; ἑρμηνεύει Πέτρος ὁ ἀπόστολος ἡμῶν μᾶλλον γινώσκων καὶ λέγει· 〈καθελόντες αὐτὸν ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον, ὁ δὲ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν〉 τὸ γοῦν ἀπὸ τοῦ ξύλου καθαιρεθὲν σῶμα νεκρὸν τοῦ Ἰησοῦ καὶ εἰς μνημεῖον τεθὲν ἐνταφιασθέν τε ὑπὸ Ἰωσὴφ τοῦ 〈ἀπὸ〉 Ἀριμαθείας, αὐτὸ ἤγειρεν ὁ λόγος λέγων· 〈λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.〉 ὁ καὶ πάντας τοὺς νεκροὺς ζωοποιῶν καὶ τὸν ἐκ Μαρίας ἄνθρωπον Χριστὸν Ἰησοῦν ἐζωοποίησεν, ὃν ἀνείληφεν: —

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου Ζωὴ ἀποθανεῖν οὐ δύναται, μᾶλλον δὲ τοὺς νεκροὺς ζωοποιεῖ. ἔστιν τοίνυν καὶ πηγὴ ζωῆς τῆι ἐκ πατρὸς θεότητι, ἄνθρωπος δὲ ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθεὶς ἐκ νεκρῶν, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν, ὁ ἐκ παρθένου Μαρίας, ὃν ἡ τοῦ λόγου θεότης δι᾽ ἡμᾶς ἀνείληφεν. τὸ γοῦν γεγράφθαι 〈ἐν ἀρχῆι ἦν ὁ λόγος〉 φανερῶς τὴν θεότητα δηλοῖ, τὸ δὲ ὁ 〈λόγος σὰρξ ἐγένετο〉 τὸ ἀνθρώπινον τοῦ κυρίου δείκνυσιν: —

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου Ἡ θεότης γοῦν ἐστιν τοῦ Ἰησοῦ ἡ τιθεῖσα καὶ λαμβάνουσα τὴν ψυχὴν οὗ ἐφόρεσεν ἀνθρώπου. πλήρη γὰρ ἀνείληφε τὸν ἄνθρωπον, ἵνα πλήρη αὐτὸν καὶ σὺν αὐτῶι τοὺς νεκροὺς ζωοποιήσηι: —

Καὶ πάλιν Ὁ δὲ κυριακὸς ἄνθρωπος οὐκ ἀσθενήσας οὐδὲ ἄκων ἀπέθανεν, ἀλλ᾽ ἀφ᾽ ἑαυτοῦ ἧκεν ἐπὶ τὴν τοῦ θανάτου οἰκονομίαν, στερεοποιούμενος ὑπὸ τοῦ ἐν αὐτῶι ἐνοικήσαντος θεοῦ λόγου τοῦ εἰπόντος 〈οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ· ἀπ᾽ ἐμαυτοῦ αὐτὴν τίθημι· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν〉: —

Ἐκ τοῦ αὐτοῦ λόγου Αὐτὸς γὰρ δυνατὸς ὢν καὶ δημουργὸς τῶν ὅλων ἐν τῆι παρθένωι κατασκευάζει αὐτῶι ναὸν τὸ σῶμα καὶ ἰδιοποιεῖται τοῦτο ὥσπερ ὄργανον, ἐν αὐτῶι γνωριζόμενος καὶ ἐνοικῶν: —

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου Τούτου ἵνεκεν τὸ δυνάμενον ἀποθανεῖν ἑαυτῶι λαμβάνει σῶμα, ἵνα τοῦτο τοῦ θεοῦ λόγου μεταλαβὸν ἀντὶ πάντων ἱκανὸν γένηται τῶι θανάτωι καὶ διὰ τὸν ἐνοικήσαντα λόγον ἄφθαρτον διαμείνηι: —

Καὶ μετ᾽ ὀλίγα Ὑπὲρ πάντας γὰρ ὢν ὁ λόγος τοῦ θεοῦ εἰκότως τὸν ἑαυτοῦ ναὸν καὶ τὸ σωματικὸν ὄργανον προσαγαγὼν ἀντίψυχον ὑπὲρ πάντων, ἐπλήρου τὸ ὀφειλόμενον ἐν τῶι θανάτωι. καὶ ὡς συνὼν δὲ διὰ τοῦ ὁμοίου τοῖς πᾶσιν ὁ ἄφθαρτος τοῦ θεοῦ υἱὸς εἰκότως τοὺς πάντας ἐνέδυσεν ἀφθαρσίαν ἐν τῆι τῆς ἀναστάσεως ἐπαγγελίαι. καὶ αὐτὴ γὰρ ἡ ἐν τῶι θανάτωι φθορὰ κατὰ τῶν ἀνθρώπων οὐκέτι χώραν ἔχει διὰ τὸν ἐνοικήσαντα λόγον ἐν τούτοις διὰ τοῦ ἑνὸς σώματος. καὶ ὥσπερ μεγάλου βασιλέως εἰσελθόντος εἴς τινα πόλιν μεγάλην καὶ οἰκήσαντος εἰς μίαν τῶν ἐν αὐτῆι οἰκιῶν πάντως ἡ τοιαύτη πόλις πολλῆς τιμῆς ἀξιοῦται καὶ οὐκέτι τις ἐχθρὸς αὐτὴν ἢ ληιστὴς ἐπιβαίνων καταστρέφει, πάσης δὲ μᾶλλον ἐπιμελείας ἀξιοῦται διὰ τὸν εἰς μίαν αὐτῆς οἰκίαν οἰκήσαντα βασιλέα, οὕτω καὶ ἐπὶ τοῦ ἡμετέρου σωτῆρος γέγονεν. ἐλθόντος γὰρ αὐτοῦ εἰς τὴν ἡμετέραν χώραν καὶ οἰκήσαντος εἰς ἓν τῶν ὁμοίων σωμάτων λοιπὸν πᾶσα κατὰ τῶν ἀνθρώπων ἐπιβουλὴ πέπαυται: —

Καὶ πάλιν μετ᾽ ὀλίγα Οὐ γὰρ περικεκλεισμένος ἦν ἐν τῶι σώματι οὐδὲ ἐν σώματι μὲν ἦν, ἀλλαχόσε δὲ οὐκ ἦν, οὐδὲ ἐκεῖνο μὲν ἐκίνει, ἄλλα δὲ τῆς αὐτοῦ προνοίας ἐστερεῖτο, ἀλλά, τὸ παραδοξότατον, λόγος ὢν οὐ συνείχετο μὲν ὑπό τινος, συνεῖχε δὲ τὰ πάντα μᾶλλον αὐτός: —

Καὶ μετ᾽ ὀλίγα Τῆι δὲ τοῦ λόγου εἰς αὐτὸ ἐπιβάσει οὐκέτι κατὰ τὴν ἰδίαν φύσιν ἐφθείρετο τὸ σῶμα, ἀλλὰ διὰ τὸν ἐνοικοῦντα τοῦ θεοῦ λόγον ἐκτὸς ἐγίνετο φθορᾶς: —

Ἐκ τοῦ αὐτοῦ λόγου Πάσχον μὲν γὰρ τὸ σῶμα κατὰ τὴν τῶν σωμάτων φύσιν ἔπασχεν, εἶχεν δὲ τῆς ἀφθαρσίας τὴν φύσιν ἐκ τοῦ συνοικήσαντος αὐτῶι λόγου: —

Ἐκ τοῦ αὐτοῦ λόγου Αὐτὸς ὁ τοῦ θεοῦ υἱὸς ἐν τριημέρωι διαστήματι νεκρὸν γενόμενον τὸ σῶμα ἔδειξεν ἀθάνατον καὶ ἄφθαρτον. καὶ ἐδείχθη πᾶσιν ὅτι οὐκ ἀσθενείαι φύσεως τοῦ ἐνοικοῦντος λόγου τέθνηκεν τὸ σῶμα, ἀλλ᾽ ἐπὶ τῶι τὸν θάνατον ἐξαφανισθῆναι ἐν αὐτῶι τῆι δυνάμει τοῦ σωτῆρος: —

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ Ποῖον ἔδει τέλος γενέσθαι τοῦ σώματος, ἐπιβάντος αὐτῶι τοῦ λόγου; μὴ ἀποθανεῖν μὲν γὰρ οὐκ ἠδύνατο ἅτε δὴ θνητὸν ὂν καὶ ὑπὲρ πάντων προσφερόμενον εἰς τὸν θάνατον, οὗ χάριν καὶ ὁ σωτὴρ κατεσκεύασεν αὐτό· μεῖναι δὲ νεκρὸν οὐχ οἷόν τε ἦν διὰ τὸ ζωῆς αὐτὸ ναὸν γενέσθαι. ὅθεν ἀπέθανεν μὲν ὡς θνητόν, ἀνέζησεν δὲ διὰ τὴν ἐν αὐτῶι ζωήν: —

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου Τί ἄπιστον λέγεται παρ᾽ ἡμῶν, εἰ πλανωμένης τῆς ἀνθρωπότητος καθίσας ὁ λόγος ἐπ᾽ αὐτὴν ἄνθρωπος ἐπεφάνη, ἵνα χειμαζομένην αὐτὴν περισώσηι διὰ κυβερνήσεως καὶ ἀγαθότητος;

Καὶ μετ᾽ ὀλίγα Ψυχῆς μὲν ἔργον ἐστὶν θεωρεῖν τὰ ἔσω τοῦ ἰδίου σώματος τοῖς λογισμοῖς, οὐ μὴν καὶ τὰ ἔξωθεν τοῦ ἰδίου σώματος ἐνεργεῖν ἢ τὰ τούτου μακρὰν τῆι παρουσίαι κινεῖν. οὐδέποτε γοῦν ἄνθρωπος 〈διανοούμενος τὰ〉 μακράν, ἤδη ταῦτα κινεῖ καὶ μεταφέρει οὐδὲ εἰ ἐπὶ τῆς ἰδίας οἰκίας καθέζοιτό τις καὶ λογίζοιτο τὰ ἐν οὐρανῶι, ἤδη καὶ τὸν ἥλιον κινεῖ καὶ τὸν οὐρανὸν περιστρέφει, ἀλλ᾽ ὁρᾶι μὲν κινούμενα καὶ γινόμενα, οὐ μὴν ὥστε καὶ ἐργάσασθαι, δυνατὸς τυγχάνει. οὐ δὴ τοιοῦτος ὁ τοῦ θεοῦ λόγος ἐν τῶι ἀνθρώπωι· οὐ γὰρ συνεδέδετο τῶι σώματι, ἀλλὰ μᾶλλον αὐτὸς ἐκράτει τοῦτο, ὥστε καὶ ἐν τούτωι ἦν καὶ ἐν τοῖς πᾶσιν ἐτύγχανεν καὶ ἔξωθεν τῶν ὅλων ἦν καὶ ἐν μόνωι τῶι πατρί: —

Ἐκ τοῦ αὐτοῦ λόγου Σκόπει, παρακαλῶ, εἰ μὴ τὴν χλεύην καθ᾽ ἑαυτῶν κινοῦντες ἀγνοοῦσιν. τὸν κόσμον σῶμα μέγα φασὶν εἶναι οἱ τῶν Ἑλλήνων σοφοὶ καὶ ἀληθεύουσι λέγοντες. ὁρῶμεν γὰρ αὐτὸν καὶ τὸ τούτου μέρος ὅτι ταῖς αἰσθήσεσιν ὑποπίπτει. εἰ τοίνυν καὶ ἐν τῶι κόσμωι σώματι ὄντι ὁ τοῦ θεοῦ λόγος ἐστὶ καὶ ἐν ὅλοις καὶ ἐν τοῖς κατὰ μέρος αὐτοῦ πᾶσιν ἐπιβέβηκεν, τί θαυμαστὸν ἢ τί ἄτοπον, εἰ καὶ ἐν ἀνθρώπωι φαμὲν αὐτὸν ἐπιδεδημηκέναι;: —

Καὶ πάλιν Εἰ δὲ καὶ γενητῆς οὔσης τῆς κτίσεως οὐκ ἄτοπον ἐν αὐτῆι τὸν λόγον εἶναι, οὐκ ἄρα οὐδὲ ἐν ἀνθρώπωι αὐτὸν εἶναι ἄτοπον: —

Καὶ μετ᾽ ὀλίγα Οὐκοῦν ὅλως οὐκ ἀπρεπὲς τὸ ἐν ἀνθρώπωι εἶναι τὸν λόγον καὶ πάντα ὑπ᾽ αὐτοῦ καὶ ἐν αὐτῶι φωτίζεσθαι καὶ κινεῖσθαι: —

Τοῦ αὐτοῦ Περὶ τῆς τοῦ Χριστοῦ κατὰ σάρκα γεννήσεως Ἐκ τῆς ἀπολογίας τῆς ὑπὲρ Διονυσίου ἀρχιεπισκόπου Ἀλεξανδρείας Ὅτε γὰρ ἔλαβεν—αἱ τοιαῦται λέξεις: —

Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ πίστεως λόγου τοῦ μείζονος Ἀπατηθέντα γὰρ τὸν Ἀδὰμ ὑπὸ τοῦ διαβόλου παραβῆναι τὴν τοῦ πλάσαντος αὐτὸν ἐντολὴν καὶ ὑπὸ κατάραν καὶ κατοχὴν θανάτου γενόμενον ὁρῶν ὁ τοῦ παντὸς κτίστης θεὸς λόγος ἐκ τῆς ἀπογόνου τοῦ Ἀδὰμ παρθένου Μαρίας πλάσας ἑαυτῶι τὸ χωρῆσαι δυνάμενον ἄχραντον σῶμα πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς καὶ τὰ πάθη τὰ ἀνθρώπεια *, ὑπὲρ παντὸς τοῦ κόσμου αὐτὸ ἑκουσίως παραδέδωκεν, ἵνα τόν ποτε βασιλεύοντα τοῦ θανάτου διάβολον θανατώσηι τῶι τοῦ ἰδίου σώματος θανάτωι: —