Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος μείζων περὶ πίστεως

Μέγας Αθανάσιος

Ερανίσματα από επιστολές και τον Τρίτο Λόγο κατά Αρειανών

Επιπλέον αποσπάσματα από επιστολές, υπομνήματα και αντιαιρετικά κείμενα που συμπληρώνουν τη διδασκαλία περί της θείας οικονομίας και του οίκου της Σοφίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 7 από 7

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Γερμανὸν ἐπιστολῆς, ἧς ἡ ἀρχή· Ἐντυχὼν τοῖς νῦν γραφεῖσιν Πυνθάνεται ἀνθρωπίνως—Μανιχαίου κρατήσηι: —

Τοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς εἰς τὸν σπόρον ὁμιλίας, ἧς ἡ ἀρχή· Ἐν ἡμέραι σαββάτου συνήχθημεν οὐ νοσοῦντες Ἰουδαισμόν Ἐπετίμων, φησίν, τῶι σωτῆρι λέγοντες—ποίμνιον συνάγουσα: —

Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸ ἆισμα τῶν ἀισμάτων, ἔστιν δὲ ἡ ἀρχὴ αὕτη· Οἱ λόγοι καὶ ἐράσμιοι καὶ εἰς οὐρανοὺς ἀνάγοντες Οὗτος ὁ κρεμάμενος—ἆρ᾽ οὖν ἐν τῶι βορρᾶι ἔκειτο τὸ σῶμα τοῦ κυρίου; ναί· γεγόναμεν γὰρ ἐν τῶι τόπωι ἐκείνωι ἐν ὧι ἦν σταυρωθεὶς ὁ κύριος, καὶ ἦν ἐκ βορρᾶ τῆς Ἱερουσαλήμ. διὰ τοῦτο ὁ Δαυὶδ παρατετηρημένως ἔλεγεν· 〈ὄρη Σιὼν τὰ πλευρὰ τοῦ βορρᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου〉· διὰ τοῦτο καὶ ἡμεῖς ὅτε γεγόναμεν ἐν τῶι τόπωι ἐκείνωι ὅπου ἐσταυρώθη ὁ Χριστός, [καὶ] ἦμεν ἑστῶτες ἐν τῆι ἀνατολῆι καὶ προσευχόμενοι καὶ ἦν βορρινὸς ὁ τόπος ὅπου ἦν σταυρωθεὶς ὁ κύριος· διὰ τοῦτο οὖν οἱ μαθηταὶ ἐν τῶι κελλίωι κρυπτόμενοι λεγέτωσαν· 〈ἐξεγέρθητι, βορρᾶ, καὶ ἔρχου νότε. ἐξεγέρθητι〉 οὖν 〈βορρᾶ〉, τουτέστιν τὸ ἐν τῶι βορρᾶι κείμενον σῶμα· τὸ δὲ 〈ἔρχου νότε ἔρχου〉 λόγε εἰς τὸν βορρᾶν, τουτέστιν ἐκ τοῦ νότου εἰς τὸ σῶμα. τοῦτο γὰρ καὶ ἐν τοῖς προφήταις γέγραπται ὅτι 〈ὁ θεὸς ἐκ Θαιμὰν ἥξει〉. τριημέρου δὲ κειμένου τοῦ σώματος ἐν τῶι βορρᾶι, ἔρχεται ὁ σωτὴρ ἐκ τοῦ νότου καὶ λαμβάνει τὸ σῶμα τὸ ἐν τῶι βορρᾶι κείμενον: —

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς εἰς τὸ 〈πᾶσα ἀνομία καὶ ἀσέβεια ἀφεθήσεται τοῖς ἀνθρώποις〉, ἧς ἡ ἀρχή· Περὶ οὗ γράφων ἐδήλωσας εὐαγγελικοῦ ῥητοῦ, συγγίνωσκε, ἀγαπητέ, συνείδησιν ἔχων ἀγαθήν Πάλιν γὰρ ἀσφαλείας ἕνεκεν—ἦν αὐτὰ ποιεῖν: —

Ἐκ τοῦ αὐτοῦ λόγου Ἐὰν οὖν θεωρῆτε—εἰς ἀνάστασιν ζωῆς αἰωνίου: —

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ κατὰ Ἀρειανῶν τρίτου λόγου, οὗ ἡ ἀρχή· Ἐγὼ μὲν ὤιμην τοὺς τῆς Ἀρείου μανίας ὑποκριτάς Ὁ μὲν γὰρ Μωσῆς φύσει ἄνθρωπος ὢν πιστὸς ἐγίνετο—ἐν τῶι κατασκευασθέντι ὑπ᾽ αὐτοῦ: —

Ἐκ τοῦ αὐτοῦ λόγου 〈Ἡ σοφία ὠικοδόμησεν ἑαυτῆς οἶκον〉· δῆλον δέ ἐστιν οἶκον εἶναι τῆς σοφίας τὸ ἡμέτερον σῶμα ὅπερ ἀνέλαβεν ὁ κύριος: —

Ἐκ τοῦ αὐτοῦ λόγου Ἐπειδὴ γὰρ ἡ πρώτη—τουτέστιν διὰ τῆς σαρκὸς αὐτοῦ: —

Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἀρειανῶν 〈δ〉 λόγου, οὗ ἡ ἀρχή· Οἱ Ἀρειομανῖται, ὡς ἔοικεν, κρίναντες Σωματικῶς, ὥς φησιν ὁ ἀπόστολος—θεοῦ γὰρ ἦν σῶμα: —

Ἐκ τοῦ αὐτοῦ λόγου Ἵνα δὲ καὶ τὸ ἀπαθὲς—καὶ ἀπολλύων αὐτά: —

Ἐκ τοῦ αὐτοῦ λόγου Ταῦτα ἀναγκαίως προεξητάσαμεν—ἑαυτοὺς συγκαταριθμεῖν: —

Ἐκ τοῦ αὐτοῦ λόγου Καὶ ὥσπερ πτύσαντος αὐτοῦ—λογισώμεθα, ἀλλὰ τῆι ἀνθρωπότητι: —

Ἐκ τοῦ αὐτοῦ λόγου Ἀκούοντες δὲ τὸ 〈ἔκλαυσεν〉 καὶ τὰ ὅμοια—καὶ τὸ λέγειν 〈ἵνα τί με ἐγκατέλιπες〉: —