Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος μείζων περὶ πίστεως

Μέγας Αθανάσιος

Ερμηνεία των ταπεινών εκφράσεων της Γραφής περί του προσλήμματος

Εξήγηση χωρίων που αναφέρονται στην προκοπή, το πάθος, την άγνοια και την υποταγή, τα οποία αποδίδονται αποκλειστικά στην ανθρώπινη φύση του Σωτήρος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 7

Ἐκ τοῦ αὐτοῦ λόγου Περὶ ἐνδύματος Αἷμα δὲ οὐκ ἐκ πνεύματος τῆς τοῦ λόγου θεότητος ἐκπορεύεται, ἀλλ᾽ ἐξ οὗ ἐφόρεσεν ἀνθρώπου: —

Ἐκ τοῦ αὐτοῦ Τὸ 〈ἐγώ εἰμι ἡ ἄμπελος〉 καὶ ὁ 〈πατήρ μου μείζων μού ἐστι〉 καὶ τὸ 〈ἔκτισέν με〉 καὶ 〈ἐγώ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος〉 καὶ ὅσα ἐν τοῖς εὐαγγελίοις καὶ ἐν τοῖς προφήταις εἶπεν ταπεινὰ περὶ αὐτοῦ εἰς τὸ 〈ὃ〉 ἐφόρεσε σῶμα δι᾽ ἡμᾶς, εἴρηται: —

Ἐκ τοῦ αὐτοῦ Οὔτε τὸ παθητὸν σῶμα ὃ ἐφόρεσεν διὰ τὴν τοῦ παντὸς σωτηρίαν, ἀνατίθεμεν τῶι πατρί. τὰ πάντα γὰρ ἐκτίσθη ὑπὸ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ, ὁ δὲ υἱὸς μόνος ὑπὸ τοῦ πατρὸς ἐγεννήθη. δι᾽ ὃ πρωτότοκός ἐστι πάσης κτίσεως ὁ θεὸς λόγος· ἄτρεπτος γὰρ ἐξ ἀτρέπτου. ἔστι τοίνυν τὸ 〈ὃ〉 δι᾽ ἡμᾶς ἐφόρεσεν σῶμα κτίσμα[ ἐστίν]: —

Ἐκ τοῦ αὐτοῦ λόγου Τὸν γὰρ Ἀδὰμ ἐνδυσάμενος σὺν τοῖς παθήμασι κατὰ πάντα χωρὶς ἁμαρτίας, τὸν κεκλημένον Ἰησοῦν, ἵνα δι᾽ αὐτοῦ τὸ ἀπολόμενον πρόβατον προσάξηι τῶι πατρί, 〈ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος,〉 περὶ οὗ Παῦλος γράφει· 〈ἄνθρωπος Χριστὸς Ἰησοῦς ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν〉. καὶ ἐν ἑτέρωι τόπωι φησίν· δι᾽ ἀνθρώπου ὁ θάνατος καὶ δι᾽ ἀνθρώπου ἡ ζωή. 〈ὥσπερ γὰρ ἐν τῶι Ἀδὰμ πάντες ἀποθνήισκουσιν, οὕτως καὶ ἐν τῶι Χριστῶι πάντες ζωοποιηθήσονται〉: —

Ἐκ τοῦ αὐτοῦ λόγου Δι᾽ αὐτοῦ γὰρ τοῦ λόγου πάντα ἐγένετο καὶ ἐκτίσθη, οὐκ αὐτὸς δὲ ἐγένετο, ἀλλ᾽ ὅνπερ δι᾽ ἡμᾶς ἐφόρεσεν ἄνθρωπον γεγονότα καὶ κτισθέντα, δηλοῦσιν αἱ γραφαί: —

Ἐκ τοῦ αὐτοῦ λόγου Φησὶν γὰρ ὁ κύριος· πᾶν κλῆμα μένον ἐν ἐμοὶ καρπὸν φέρει. καὶ ἐν ὧι ἐφόρεσεν ἀνθρώπωι τῶι ἐκ τοῦ γηγενοῦς Ἀδάμ, ἐζωοποίησεν τὸ ἐκ τοῦ γένους Ἀδάμ: —

Ἐκ τοῦ αὐτοῦ λόγου Ὅρα ὅτι ἕως τοῦ νῦν οὐδεὶς εἶδεν τὸν υἱὸν τοῦ θεοῦ ὡς ἔστι, ἄχρι τοῦ φανερῶσαι ἑαυτὸν ἡμῖν· ὃν δὲ ἐφόρεσεν δι᾽ ἡμᾶς υἱὸν τοῦ ἀνθρώπου, εἴδομεν, ὃν εἶπεν ὁ Παῦλος· 〈κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῶι ποιήσαντι αὐτόν〉, ὃν καὶ Στέφανος λέγει· 〈θεωρῶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ〉. οὐκ εἶπεν τὸν λόγον ἢ τὴν σοφίαν τοῦ πατρὸς ἑωρακέναι, ἀλλὰ τὸν υἱὸν τοῦ ἀνθρώπου, τὸ ἐκ Μαρίας κυριακὸν σῶμα: —

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου Περὶ τοῦ ὁ δὲ Ἰησοῦς προέκοπτεν ἡλικίαι καὶ σοφίαι καὶ χάριτι. Λέγεται δὲ ὁ κατὰ τὸν σωτῆρα νοούμενος ἄνθρωπος ὁ αὐτὸς ποτὲ νήπιος ὢν καὶ ποτὲ προκόπτων 〈ἡλικίαι καὶ σοφίαι καὶ χάριτι ἀρχόμενός〉 τε ὢν 〈ὡσεὶ ἐτῶν τριάκοντα〉, ὡς ὁ εὐαγγελιστὴς Λουκᾶς φησι. τὸ δὲ προκοπὴν καὶ ἡλικίαν ἐπιδεχόμενον σῶμα, αὐτό ἐστιν κτίσμα καὶ ποίημα: —

Ἐκ τοῦ αὐτοῦ λόγου Ἰησοῦς δὲ ὁ Χριστὸς ὁ κατὰ τὸν σωτῆρα νοούμενος ἄνθρωπος αὐτός ἐστιν ὁ προκοπὴν ἡλικίας ἐπιδεχόμενος, ποτὲ νήπιος τυγχάνων, ποτὲ ἀνὴρ 〈ἀρχόμενός τε ὡσεὶ ἐτῶν τριάκοντα〉, ὥς φησιν ὁ Λουκᾶς: —

Ἐκ τοῦ αὐτοῦ Ὁ τοίνυν μεθηλικιούμενος ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὃς ἐγένετο πιστὸς ἀπόστολος καὶ ἀρχιερεὺς τῶι ποιήσαντι αὐτόν, αὐτός ἐστιν ὁ τὴν προκοπὴν ὑπομένων: —

Τοῦ αὐτοῦ Περὶ τοῦ βαπτίσματος τοῦ δεσπότου Χριστοῦ Ἐκ τοῦ πρὸς Ἀρειανοὺς λόγου Καὶ μή τις νομίσηι——εἰς τὴν ἀνθρωπότητα αὐτοῦ: —

Τοῦ αὐτοῦ Περὶ τῶν πρὸς τὸν διάβολον ἀγώνων τοῦ δεσπότου Χριστοῦ Ἐκ τοῦ λόγου τοῦ εἰς τὸν διαμερισμὸν τῶν ἱματίων Οὕτω καὶ ὁ κύριος ἀνθρωπίνηι ἀσθενείαι——κατὰ τοῦ ἐχθροῦ: —

Τοῦ αὐτοῦ Περὶ τοῦ δοξασθῆναι τὸν δεσπότην Χριστόν Ἐκ τοῦ περὶ πίστεως λόγου Στέφανος λέγει· 〈θεωρῶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα〉 τῆς δυνάμεως 〈τοῦ θεοῦ〉. οὐκ εἶπεν τὸν λόγον ἢ τὴν σοφίαν τοῦ πατρὸς ἑωρακέναι, ἀλλὰ τὸν υἱὸν τοῦ ἀνθρώπου, τὸ ἐκ Μαρίας κυριακὸν σῶμα, ὅπερ ὁ Παῦλος λέγει καθίσαι ἐκ δεξιῶν τοῦ θεοῦ. περὶ οὗ σώματος Δαυίδ φησιν προφητικῶς ἐκ προσώπου τοῦ πατρός· 〈κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου〉, ἐπεὶ προεγίνωσκεν ἐχθροὺς ἐσομένους τὸν διάβολον καὶ τὰς συνεργοὺς αὐτοῦ ἀντικειμένας ἐνεργείας, αἵτινες ἤχθρευον τῶι κυριακῶι ἀνθρώπωι, γινώσκουσαι διὰ τοῦ θανάτου αὐτοῦ καταργουμένας αὐτὰς καὶ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου τὸν διάβολον: —

Ἐκ τοῦ αὐτοῦ λόγου Οἱ γὰρ τὴν θεότητα τοῦ λόγου ἐλαττοῦντες ὡς μὴ δυναμένου τοῦ κυρίου δι᾽ ἑαυτοῦ τοὺς ἐχθροὺς ἀμύνασθαι οἴονται εἰρηκέναι τὸν πατέρα τῶι υἱῶι 〈κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου〉. τοῦτο οὖν γινωσκέτωσαν οἱ ἀπαίδευτοι εἰς τὸν κατὰ σάρκα νοούμενον ἄνθρωπον γεγράφθαι. ἐν γὰρ τῶι αὐτῶι Δαυὶδ περὶ τοῦ κυριακοῦ ἀνθρώπου γέγραπται· ἐχθρὸς οὐκ ὠφελήσει ἐν σοί: —

Ἐκ τοῦ αὐτοῦ λόγου Τὸ σῶμα τοίνυν ἐστὶν ὧι λέγει 〈κάθου ἐκ δεξιῶν μου〉, οὗ καὶ γέγονεν ἐχθρὸς ὁ διάβολος σὺν ταῖς πονηραῖς δυνάμεσιν καὶ Ἰουδαῖοι καὶ Ἕλληνες: —

Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Ἀρειανοὺς λόγου Καὶ ὅταν λέγηι ὁ Πέτρος—περὶ τῆς ἀνθρωπότητος: —

Καὶ μετ᾽ ὀλίγα Ὁ γὰρ λόγος——κύριον καὶ θεόν: —

Ἐκ τοῦ αὐτοῦ λόγου Ἐκ γὰρ τῶν παλαιῶν πεπαιδευμένος ὁ ἀπόστολος νομομαθής τε ὢν τάς τε παροιμίας τοῦ Σολομῶντος ἀκριβῶς φιλολογήσας **

Τοῦ αὐτοῦ Ὁρᾶτε ὅτι ἕως τοῦ νῦν οὐδεὶς εἶδεν τὸν υἱὸν τοῦ θεοῦ ὡς ἔστιν, ἄχρι τοῦ φανερῶσαι ἑαυτὸν ἡμῖν· ὃν δὲ ἐφόρεσεν δι᾽ ἡμᾶς υἱὸν τοῦ ἀνθρώπου, εἴδομεν, ὃν εἶπεν ὁ Παῦλος· 〈κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν. Ἰησοῦν Χριστὸν πιστὸν ὄντα τῶι ποιήσαντι αὐτόν〉: —

Καὶ μετ᾽ ὀλίγα Ὃ πολλαχοῦ εἶπον, καὶ νῦν ἐρῶ· Ἰησοῦν τὸν ἄνθρωπον τοῦ σωτῆρος τὸν 〈πιστὸν ὄντα τῶι ποιήσαντι αὐτόν〉, ὃν εἶπεν ἡμῖν κατανοεῖν: —

Καὶ μετ᾽ ὀλίγα Οὐ διαιροῦσιν οἱ ἀμαθεῖς ποῖον πρόσωπον τοῦ προφητικοῦ πνεύματος περὶ τοῦ σώματος τοῦ κυρίου βοᾶι καὶ ποῖον τὴν ἀίδιον αὐτοῦ ἐκ πατρὸς γέννησιν διδάσκει, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν δηλοῦσιν τὸν ἀπαθῆ λόγον καὶ τὸν παθητὸν ἄνθρωπον τοῦ Ἰησοῦ: —

Τοῦ αὐτοῦ Ὅταν τοίνυν πᾶσα ἡ κτίσις ἐν νεφέλαις ἀπαντήσηι τῶι Ἰησοῦ καὶ ὑποταγῆι αὐτῶι, τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῶι πατρί, ὑπὲρ πάσης τῆς κτίσεως [ὁ] γενόμενος πιστὸς ἀπόστολος καὶ ἀρχιερεύς, ἵνα ἦι ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν, τουτέστιν πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, ἡ μία κυριότης καὶ θεότης καὶ βασιλεία. ἐὰν δέ τις λέγηι ὅτι οὐ τὸν Ἰησοῦν εἶπεν ὑποτασσόμενον, ἀλλὰ τὸν υἱόν, ἀκουσάτω ὅτι Ἰησοῦς υἱὸς τοῦ θεοῦ ἐχρημάτισεν καὶ ἔστιν διὰ τὸν ἐν αὐτῶι κρυβέντα θεὸν λόγον: —

Ἐκ τοῦ αὐτοῦ λόγου Φανερῶς ὁ γενόμενος ἐκ σπέρματος Δαυὶδ Ἰησοῦς ὡρίσθη υἱὸς θεοῦ κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, ὅντινα ὁ Παῦλος υἱὸν εἶπεν μέλλοντα ὑποτάσσεσθαι τῶι θεῶι: —

Ἐκ τοῦ αὐτοῦ λόγου 〈Αὐτὸς〉 γοῦν ὁ 〈υἱὸς ὑποταγήσεται τῶι πατρί〉. ὑπὲρ πάσης τῆς κτίσεως καθάπερ καὶ ὑπὲρ πάντων παθεῖν ἑαυτὸν παρέδωκεν ὁ ἐξ ἀχράντου παρθένου δι᾽ ἡμᾶς γεννηθείς, ὁ μὴ γινώσκων τὴν ἡμέραν τῆς κρίσεως: —

Ἐκ τοῦ αὐτοῦ λόγου Εἰ γὰρ καὶ μὴ εἶπεν ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου, ἀλλ᾽ ἁπλῶς ὁ υἱός, δείκνυται μὴ τὸν θεὸν λόγον δηλῶν ἀγνοοῦντα, ἀλλὰ τὸν ἄνθρωπον: —

Ἐκ τοῦ αὐτοῦ λόγου Ὁ γοῦν μὴ γινώσκων τὴν ἡμέραν τῆς κρίσεως ὁ ἐκ Μαρίας γεννηθείς ἐστιν υἱός. οὐδὲν γὰρ ἀγνοεῖ ὁ ἐκ καρδίας τοῦ πατρὸς θεὸς λόγος ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν: —

Καὶ μετ᾽ ὀλίγα Συγκατέβαινεν γὰρ ἡ ἀλήθεια τῶι ὑπὲρ ἡμῶν ἀποθανόντι Ἰησοῦ εἰς τὴν καρδίαν τῆς γῆς, ἵνα τοὺς ὑπὸ τοῦ ψεύδους ἀπατηθέντας ἀλήθεια ὢν ἐλευθερώσηι: —