Ἔργον
Μέγας Αθανάσιος – Λόγος μείζων περὶ πίστεως
Η αΐδια γέννηση και η κτιστή φύση της σαρκός
Θεολογική εξέταση της άρρητης γέννησης του Λόγου σε αντιδιαστολή με την κτίση της ανθρώπινης σάρκας, βασισμένη σε επιστολές και άλλους λόγους.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η αΐδια γέννηση και η κτιστή φύση της σαρκός
Θεολογική εξέταση της άρρητης γέννησης του Λόγου σε αντιδιαστολή με την κτίση της ανθρώπινης σάρκας, βασισμένη σε επιστολές και άλλους λόγους.
Ἐκ τοῦ αὐτοῦ λόγου Εἰ δὲ Παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς εἶπεν εἶναί τινα ἄρρητα ῥήματα, ἃ οὔτε αὐτὸν οὔτε ἕτερον ἐξεῖναι λαλῆσαι, ἀναμφιβόλως ὁ τὰ ἄρρητα αὐτῶι δηλώσας ῥήματα θεὸς λόγος ἐν Χριστῶι Ἰησοῦ ἄρρητον ἔχει τὴν ἐκ πατρὸς γέννησιν: —
Καὶ μετ᾽ ὀλίγα: ἐκ τοῦ περὶ πίστεως μικροῦ λόγου Τοῦ αὐτοῦ Ὃς ἐπὶ συντελείαι τῶν αἰώνων κατελθὼν ἐκ τῶν κόλπων τοῦ πατρός, ἐκ τῆς ἀχράντου παρθένου Μαρίας τὸν ἡμέτερον ἀνείληφεν ἄνθρωπον Ἰησοῦν Χριστόν, ὃν ὑπὲρ ἡμῶν παρέδωκεν παθεῖν ἰδίαι προαιρέσει: —
Ἐκ τοῦ αὐτοῦ λόγου Ἡ δὲ κτισθεῖσα [ἐν] ἡμῖν εἰς καταφύτευμα σωτηρία καινὴ καὶ οὐ παλαιὰ ἡμῖν τε καὶ οὐ πρὸ ἡμῶν Ἰησοῦς ἐστιν ὁ κατὰ τὸν σωτῆρα νοούμενος ἄνθρωπος: —
Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Μάξιμον τὸν φιλόσοφον ἐπιστολῆς Ἃ γὰρ διὰ τοῦ σώματος——πρόφασιν εὕρηι: —
Τοῦ αὐτοῦ ἐκ τῆς ὑπὲρ Διονυσίου ἀπολογίας Τὰ δὲ περὶ τῆς θεότητος——παρ᾽ αὐτοῦ τοῦ λόγου: —
Ἐκ τῆς αὐτῆς ἐπιστολῆς Εἴρηκεν ὁ σωτήρ——τὴν ἄμπελον, ἥτις ἐστὶν τὸ κυριακὸν σῶμα: —
Ἐκ τῆς αὐτῆς ἀπολογίας Ἀνάγκη γὰρ ἀμπέλου——ἔστιν τοῦ θεοῦ: —
Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ περὶ πίστεως μείζονος λόγου Πάντα εἰπὼν ἐν αὐτῶι κτισθέντα ὁ μακάριος Παῦλος αὐτὸν μόνον εἶπεν πρὸ πάντων. ἐκ γὰρ τῶν παλαιῶν πεπαιδευμένος νομομαθής 〈τε〉 ὢν τάς τε παροιμίας τοῦ Σολομῶντος φιλολογήσας καὶ δύο εἴδη περὶ τοῦ κυρίου εὑρών, ἓν μὲν περὶ οὗ ἐκ Μαρίας ἔμελλεν ἀναλαμβάνειν ἀνθρώπου, ἕτερον δὲ περὶ τοῦ πρὸ πάντων αἰώνων ἀιδίως ἐκ τοῦ πατρὸς γεννηθέντος λόγου, [καὶ] περὶ μὲν τοῦ ἐκ Μαρίας Ἰησοῦ γράφει Τιμοθέωι· 〈μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος Δαυὶδ〉 κατὰ σάρκα· περὶ δὲ τοῦ ἀεὶ σὺν τῶι πατρὶ θεοῦ λόγου εἶπεν ὅτι 〈ἔστιν πρὸ πάντων〉. ἐλεγχέσθωσαν τοίνυν παρὰ πάντων τῶν ἁγίων οἱ λέγοντες τὸν τοῦ θεοῦ λόγον ἀρχὴν τῶν ἔργων κτισθέντα καὶ παρὰ μὲν τοῦ Δαυὶδ ἀκουέτωσαν ὅτι οὔκ ἐστιν ἔργον, ἀλλ᾽ ἔργων ποιητής, ὡς λέγει· 〈ἔργα χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις〉: —
Ἐκ τοῦ αὐτοῦ λόγου 〈Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας〉. λέγεται 〈δὲ〉 ὁ κατὰ τὸν σωτῆρα νοούμενος ἄνθρωπος ὁ αὐτὸς ποτὲ νήπιος ὢν καὶ ποτὲ προκόπτων 〈ἡλικίαι καὶ 〈σοφίαι καὶ〉 χάριτι ἀρχόμενος〉 〈τε ὢν〉 〈ὡσεὶ ἐτῶν τριάκοντα〉, ὡς ὁ εὐαγγελιστὴς Λουκᾶς φησιν. τὸ δὲ προκοπὴν καὶ ἡλικίαν ἐπιδεχόμενον σῶμα, αὐτό ἐστιν τὸ κτίσμα καὶ ποίημα: —
Ἐκ τοῦ αὐτοῦ λόγου Ἐλεγχόμενοι τοίνυν παρὰ τῶν ἁγίων οἱ λέγοντες κτίσμα τὸν ἐκ πατρὸς λόγον ἢ πεπαύσθωσαν τῆς δυσσεβοῦς βλασφημίας ἢ ὡς Χριστομάχοι παρὰ πάντων ἀποκηρυττέσθωσαν. ἐν ὧι γὰρ [ἡττῶνται] πεποίθασιν, ἐν ταῖς Παροιμίαις τῶι λέγοντι 〈κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ〉, ὀλισθάνουσιν. προφητεύων γὰρ Σαλομὼν εἰς τὸν μέλλοντα διὰ τὴν παντὸς τοῦ κόσμου εὐεργεσίαν ἐκ Μαρίας κτίζεσθαι κυριακὸν ἄνθρωπον, εἶπεν ἐκ προσώπου αὐτοῦ τὸ 〈κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ〉: —
Καὶ μετ᾽ ὀλίγα ἐκ τοῦ αὐτοῦ λόγου 〈Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε〉. αὐτὸν γοῦν τὸν σταυρωθέντα τοῦ κυρίου ἄνθρωπον δεικνύντες διὰ δακτύλου οἱ ἀπόστολοι εἶπαν· τοῦτον τὸν Ἰησοῦν Χριστὸν καὶ κύριον ἐποίησεν ὁ θεός. αὐτὸς φανερῶς ὁ τοῦ κυρίου ἄνθρωπος καὶ ἀρχὴ ὁδῶν ἐκτίσθη τῶν προγεγραμμένων εἰς εὐεργεσίαν, ἄρχων πάντων τῶν ἁγίων καὶ χρηματιζόντων ὁδῶν καὶ κύριος Ἰησοῦς Χριστὸς ὁ ποιηθεὶς καὶ σταυρωθείς, περὶ οὗ καὶ Ἱερεμίας εἶπεν κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμηνευτῶν ἔκδοσιν· 〈κύριος ἔκτισέν με σωτηρίαν εἰς καταφύτευμα καινήν, ἐν ἦι σωτηρίαι περιελεύσονται ἄνθρωποι〉, κατὰ δὲ τὸν Ἀκύλαν περὶ τοῦ αὐτοῦ ῥητοῦ λέγει· 〈ἔκτισεν κύριος καινὸν ἐν τῆι θηλείαι〉. ἣν δὲ λέγει σωτηρίαν καινὴν καὶ οὐ παλαιὰν ἡμῖν κτισθεῖσαν καὶ οὐ πρὸ ἡμῶν καὶ ὃν λέγει καινὸν κτισθέντα ἐν τῆι θηλείαι, τὸν κατὰ τὸν σωτῆρα νόει ἄνθρωπον Ἰησοῦν. ἑρμηνεύεται γὰρ Ἰησοῦς πῆι μὲν σωτήρ, πῆι δὲ σωτηρία (ἐκ τοῦ σωτῆρος ἡ σωτηρία ὃν τρόπον ἐκ τοῦ φωτὸς ὁ φωτισμός), ὅντινα εἶπεν ἄνθρωπον Ἰησοῦν σωτηρίαν ἡμῖν κτισθέντα καινὸν ἐν τῆι θηλείαι, ὅ ἐστιν ἐν τῆι Μαρίαι, μᾶλλον δὲ ἐκ τῆς Μαρίας: —
Καὶ μετ᾽ ὀλίγα Ὃν τοίνυν ὁ Σολομὼν εἶπεν ἀρχὴν ὁδῶν κτισθέντα καὶ ἣν Ἱερεμίας λέγει κτισθεῖσαν σωτηρίαν καινὴν καὶ καινὸν ἐν τῆι θηλείαι, τὸν 〈ὃν〉 ὑπὲρ ἡμῶν καὶ δι᾽ ἡμᾶς ἡ σοφία ὠικοδόμησεν ἑαυτῆι οἶκον Χριστὸν Ἰησοῦν, ἐκ τῶν γραφῶν δείξαντες τῶν ἑξῆς ἐχώμεθα, ἐφ᾽ οἷς ἢ ἀγνοήσαντες τινὲς ἢ προληφθέντες ἐν πλάνηι διαμεμενηκότες οὔτε διδάσκειν ὀρθῶς οὔτε διδάσκεσθαι βούλονται: —
Ἐκ τοῦ αὐτοῦ λόγου Εἰ πάντες χωρεῖν ἠδύναντο πνευματικῶς τὰ θεῖα λόγια, οὐκ ἂν ἠναίνετο μεταδιδόναι αὐτοῖς τὸ πνευματικὸν χάρισμα, οὐδὲ γάλα αὐτοὺς ἐπότιζεν, εἰ τὴν στερεὰν τροφὴν πάντες μεταλαμβάνειν ἠδύναντο. ἀλλὰ τοῖς ἔτι νηπιάζουσιν περὶ αὐτὸν τὸν τῆς θεογνωσίας λόγον δίκην νηπίων γαλουχουμένων τὸν τῆς κατηχήσεως ἐπιτρέπει δέχεσθαι λόγον οὔπω τὸν τῶν ἀγγέλων ἄρτον τρέφεσθαι δυναμένοις, τὸν ἐν σώματι ἀνθρωπείωι κρυβέντα θεὸν λόγον: —
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.