Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος μείζων περὶ πίστεως

Μέγας Αθανάσιος

Η αναγκαιότητα διάκρισης θείων και ανθρωπίνων ιδιωμάτων

Μεθοδολογική αρχή για τον διαχωρισμό των ενεργειών της θεότητας από τους περιορισμούς της σάρκας, με αναφορά στον Χριστό ως δεύτερο Αδάμ και στην ανάσταση του κυριακού σώματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 7

Ἐκ τοῦ αὐτοῦ λόγου Χρὴ τοίνυν ἡμᾶς ὡς ἐπιστήμονας οἰκονόμους μυστηρίων θείων μεταδιδόναι τὸν λόγον πρὸς ὃ χωρεῖν ἕκαστος δύναται. ῥήγνυνται γὰρ οἱ παλαιοὶ ἀσκοὶ μὴ χωροῦντες τὸν νέον τῆς ἀληθινῆς ἀμπέλου οἶνον, τουτέστιν τὸν λόγον τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ἐπεὶ τοίνυν τινές, μᾶλλον δὲ καὶ πολλοὶ οἳ μήπω μαθηταὶ γενόμενοι ἐκ προπετείας ἐπὶ τὸ διδάσκειν ἐληλύθασιν οὐκ εἰδότες οὔτε ἃ λέγουσιν, οὔτε περὶ τίνων διαβεβαιοῦνται, τυφλώττοντες τοὺς τῆς διανοίας ὀφθαλμούς, οὐκ ἔχοντες νοῦν ὁρῶντα τὸν θεὸν ὡς ὁ Ἰακὼβ οὔτε καθαρὰν καρδίαν τὴν ὀψομένην τὸν θεόν, τὰ διὰ τὸν ἄνθρωπον τοῦ σωτῆρος ὃν δι᾽ ἡμᾶς ἐφόρεσεν, γεγραμμένα ῥητὰ καὶ ἔργα ταπεινὰ καὶ πτωχὰς φωνὰς τῆι θεότητι τοῦ λόγου συνάπτοντες πλανῶνται καὶ πλανῶσιν τοὺς ἀμαθεῖς καὶ ἀστηρίκτους, ἀνάγκην ἔσχομεν, ὡς ὁ Ἰούδας γράφει, ἐκθέσθαι διὰ τῆσδε τῆς ἐπιστολῆς ποῖα ῥητὰ τῆι θεότητι τοῦ λόγου ἁρμόζει καὶ ποῖα τῶι δι᾽ ἡμᾶς ἀναληφθέντι ἀνθρώπωι.

ὡς γὰρ ἐν ἑνὶ βαλλαντίωι χρύσεα νομίσματα καὶ ἀργύριον ἀπόκειται ἑνὸς βασιλέως εἰκόνα καὶ ἐπιγραφὴν τοῦ ὀνόματος ἑκάτερα ἔχοντα, ἀλλ᾽ οἶδεν ὁ φυλάττων αὐτὰ τραπεζίτης τὴν τοῦ χρυσίου ὑπεροχὴν παρὰ τὴν ὑποβεβηκυῖαν τοῦ ἀργυρίου τιμήν, οὕτως κἂν ἐν μιᾶι γραφῆι περὶ τῆς θεότητος τοῦ υἱοῦ καὶ περὶ οὗ ἐκ Μαρίας δι᾽ ἡμᾶς ἐφόρεσεν σώματος γέγραπται, ἀλλ᾽ ἕκαστον αὐτῶν ἐπιγνωσόμεθα ὡς συνετοὶ μαθηταὶ τοῦ ἑνὸς καὶ ὄντως διδασκάλου. ὅσαι τοίνυν ταπειναὶ λέξεις καὶ ἔργα, εἰς τὸ σῶμα τοῦ Ἰησοῦ γεγραμμένα νόει· ὅσα δὲ ἔνδοξα γράμματα, εἰς τὴν τοῦ λόγου θεότητα. ὅταν πεινάσηι μετὰ τὸ νηστεῦσαι, τοῦ σώματος ἐλάττωμα· ἡνίκα δὲ ἐκ πέντε ἄρτων τοὺς πεντακισχιλίους χωρὶς παιδίων καὶ γυναικῶν τρέφει καὶ δώδεκα κοφίνους κλασμάτων περισσεύει, τῆς θεότητος τοῦ λόγου ἔργον. ὅταν ἐπὶ τὸ προσκεφάλαιον ἐν τῶι πλοίωι κοιμᾶται, ἀναπαύσεως σωματικῆς ἔργον· ὅταν περιπατῶν ἐπὶ τῆς θαλάσσης ἀπειλῆι τοῖς κύμασιν καὶ τοῖς ἀνέμοις 〈σιώπα πεφίμωσο〉, εὐθὺς ἀκούει παρὰ τῶν ἐν τῶι πλοίωι μεθ᾽ ὅρκου ὁμολογούντων 〈ἀληθῶς θεοῦ υἱὸς εἶ〉.

ὅταν ἑστὼς πρὸς τῶι μνήματι Λαζάρου δακρύηι καί, ὁπηνίκα πάσχειν ἔμελλεν, λέγηι 〈περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου〉 καὶ ἀδημονῆι καὶ τὸ μὲν πνεῦμα τῆς θεότητος πρόθυμον εἰς πᾶσαν οἰκονομίαν λέγηι, τὴν δὲ σάρκα ἀσθενῆ, τοῦ σώματος ἀσθένεια τὸ λυπεῖσθαι καὶ ἀδημονεῖν· ὅταν κελευστικῶς λέγηι 〈Λάζαρε, δεῦρο ἔξω〉 καὶ ἀναστῆι ζῶν ὁ νεκρὸς ὁ τεταρταῖος ἤδη λελυμένος, ὃ οὐκ ἐγένετο ἀπ᾽ ἀρχῆς κτίσεως, τῆς θεότητος σημεῖον. ὅταν ἀπὸ τῆς ὁδοιπορίας ὑπὲρ ἡμῶν κεκοπιακὼς ἐπὶ τῆς πηγῆς καθέζηται, τοῦ σώματος τὸ κοπιᾶν· ὅταν λέγηι 〈δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς〉, ἔργον τῆς θεότητος τὸ καὶ ἀπὸ σωματικῶν νόσων καὶ κόπων καὶ τῶν κατὰ ψυχὴν κινδύνων ἰᾶσθαι. ὅταν βαπτίζηται ὑπὸ Ἰωάννου 〈ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ ηὑρέθη δόλος ἐν τῶι στόματι αὐτοῦ〉, τοῦ σώματος ὑπὲρ ἡμῶν ἐξιλασμός· ὅταν κελεύηι τοὺς ἀποστόλους βαπτίζειν πάντα τὰ ἔθνη εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, τῆι θείαι δυνάμει αὐτοῦ ἁρμόζει. ὅταν κλίνηι τὰ γόνατα καὶ ὡς ἄνθρωπος προσεύχηται, τοῦ σώματος ὑπὲρ ἡμῶν ἐξομολόγησις· ὅταν ἐν τῶι ὄρει μεταμορφουμένου αὐτοῦ τὴν δόξαν μὴ δυνάμενοι φέρειν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης τὰ πρόσωπα καὶ τὰ γόνατα κλίνωσιν ἐπὶ τὴν γῆν, τῆς δόξης τῆς θεότητος τοῦ λόγου ἰσχύς.

ὅταν στερεοποιῆι τοὺς ἀποστόλους λέγων 〈μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι〉, τῆς θεότητος ἡ ἄδηλος καὶ ἰσχυρὰ παράκλησις· ὅταν παραιτῆται τὸ ἀποθανεῖν, τοῦ σώματος ἡ δειλία. πρὸ γὰρ τοῦ παραβῆναι τὸν Ἀδὰμ οὔτε λύπη οὔτε δειλία οὐ κόπος οὐ λιμὸς οὐ θάνατος ἦν: —

Ἐκ τοῦ αὐτοῦ λόγου Ἐγώ εἰμι, φησίν, ἡ τῶν σωιζομένων 〈ὁδὸς〉 καὶ ἡ τῶν νεκρῶν 〈ζωὴ〉 καὶ ἡ τῶν ἀποφευγόντων τὸ ψεῦδος 〈ἀλήθεια〉, λέγων τοῖς ἐν σκότει· ἀνακαλύφθητε, 〈ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου〉. τὸν γὰρ Ἀδὰμ ἐνδυσάμενος σὺν τοῖς παθήμασιν χωρὶς ἁμαρτίας, τὸν κεκλημένον Ἰησοῦν, δι᾽ αὐτοῦ τὸ ἀπολόμενον πρόβατον προσῆξεν τῶι πατρί, 〈ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθεὶς καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος〉, περὶ οὗ ὁ Παῦλος γράφει· 〈ἄνθρωπος Χριστὸς Ἰησοῦς ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον〉 ὑπὲρ ἡμῶν καὶ τῶν ἁμαρτιῶν ἡμῶν. καὶ ἐν ἑτέρωι τόπωι φησὶν ὁ ἀπόστολος· δι᾽ ἀνθρώπου ὁ θάνατος καὶ δι᾽ ἀνθρώπου ἡ ζωή. 〈ὥσπερ γὰρ ἐν τῶι Ἀδὰμ πάντες〉 ἀποθνήισκομεν, 〈οὕτως καὶ ἐν τῶι Χριστῶι πάντες〉 ζωοποιηθησόμεθα. καὶ πάλιν ἐν ἑτέρωι τόπωι γράφει· 〈ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοικός, ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ〉. τὸν τοίνυν πρῶτον Ἀδὰμ τὸν πρωτόπλαστον τοῦ κόσμου δηλοῖ, τὸν δὲ δεύτερον Ἀδὰμ τὸν κατὰ τὸν σωτῆρα νοούμενον ἄνθρωπον, ὃς καλεῖται υἱὸς ἀνθρώπου πρόβατον ἄμπελος ἄρτος δένδρον κόκκος σίτου καὶ τὰ τούτοις παραπλήσια, καλεῖται δὲ καὶ Ἀδάμ, εἰ καὶ πολλὴ 〈ἡ〉 τοῦ δευτέρον διαφορὰ παρὰ τὸν πρῶτον. ὃ μὲν γὰρ ἐκ γῆς γέγονεν, ὃ δέ, λόγος ὢν τοῦ πατρός, σὰρξ ἐγένετο, οὐ κενωθεὶς τὸ εἶναι λόγος διὰ τὸ σάρκα φορέσαι, καθ᾽ ὃ οὐδὲ τὸ χρυσίον κενοῦται τῆς δόξης ἔνδον ξένου γλωσσοκόμου τυγχάνον: —

Ἐκ τοῦ αὐτοῦ λόγου Ἐὰν οὖν λέγηι ὁ ἀπόστολος τὸ ῥητὸν τὸ λέγον· ὁ ἐγείρας Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν καὶ ἡμᾶς σὺν Ἰησοῦ ἐγείρει, μὴ αἰσχύνου λέγων· οὐκ ἠδύνατο ὁ κύριος τὸ οἰκεῖον ἀνεγεῖραι σῶμα, εἰ μὴ ὁ πατὴρ αὐτὸ ἤγειρεν. λέγουσι δὲ τοῦτο οἱ τὸν κύριον ὑβρίζοντες. νόει τὸν ἐκ νεκρῶν ἐγειρόμενον ἄνθρωπον, ὃν ἑρμηνεύει Πέτρος ὁ ἀπόστολος ἡμῶν μᾶλλον γινώσκων καὶ λέγει· 〈καθελόντες αὐτὸν ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον, ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν〉. τὸ γοῦν ἀπὸ τοῦ ξύλου καθαιρεθὲν σῶμα νεκρὸν τοῦ Ἰησοῦ τὸ καὶ εἰς μνημεῖον τεθὲν ἐνταφιασθέν τε ὑπὸ Ἰωσὴφ τοῦ ἀπὸ Ἀριμαθείας, αὐτὸ ἤγειρεν ὁ λόγος λέγων· 〈λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν〉. ὁ καὶ πάντας τοὺς νεκροὺς ζωοποιῶν καὶ τὸν ἐκ Μαρίας ἄνθρωπον Χριστὸν Ἰησοῦν ἐζωοποίησεν, ὃν αὐτὸς ἀνείληφεν ὁ τοῦ θεοῦ λόγος. εἰ γὰρ ἐπὶ τοῦ σταυροῦ ὢν τὰ προδιαλυθέντα νεκρὰ τῶν ἁγίων σώματα ἤγειρεν, πολλῶι μᾶλλον ἐγεῖραι ἠδύνατο ὃ ἐφόρεσεν σῶμα ὁ ἀεὶ ζῶν θεὸς λόγος, ὡς ὁ Παῦλός φησιν· 〈ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργής〉: —

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ αὐτοῦ λόγου Ὅταν δὲ ὁ ἡμέτερος διδάσκαλος φάσκηι ἐν ἑτέρωι τόπωι· 〈κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῶι ποιήσαντι αὐτόν〉, μὴ δόξηις ποίημα εἶναι τὸν ἀπ᾽ ἀρχῆς πρὸς τὸν πατέρα θεὸν λόγον. οὐ γὰρ τὴν ἀόρατον θεότητα λέγει κατανοεῖν, ἀλλὰ τὸν κυριακὸν ἄνθρωπον, ὃν εἶπεν ὁ Παῦλος μεσίτην θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπον Χριστὸν Ἰησοῦν τὸν δόντα ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν, ὃν εἶπεν κατανοεῖν, 〈Ἰησοῦν πιστὸν ὄντα τῶι ποιήσαντι αὐτόν〉, ὥς φησιν ὁ κύριος 〈κατανοήσατε τοὺς κόρακας πῶς οὐ σπείρουσιν〉 καὶ τὰ ἑξῆς, καὶ πάλιν 〈κατανοήσατε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν〉. τὰ οὖν φαινόμενα λέγει κατανοεῖν καὶ οὐκ ἀγγέλους ἢ ἑτέρας κτίσεις ἀοράτους. κἂν γὰρ λέγηι Ἀμβακοὺμ ὁ προφήτης 〈κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην, ἔργα〉 λέγει 〈κατενόησα〉 καὶ οὐ τὸν τῶν ἔργων ποιητὴν καὶ ὁ ἀπόστολος τὸ φαινόμενον τοῦ κυρίου σῶμα λέγει κατανοεῖν, οὐ τὴν ἀόρατον τοῦ λόγον θεότητα. 〈θεὸν〉 γὰρ 〈οὐδεὶς ἑώρακεν πώποτε〉 οὔτε ἰδεῖν δύναται, καίπερ 〈θεὸς ἦν ὁ λόγος〉 καὶ ἔστιν, ὥς φησιν ὁ θεολόγος Ἰωάννης.

ὃν τοίνυν κατανοεῖν ἀκούομεν ἄνθρωπον Χριστὸν Ἰησοῦν, ὃς δέδωκεν ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν, ὃν λέγει ἀπόστολον καὶ ἀρχερέα πιστὸν ὄντα, τὸ ποίημα νοεῖν λέγει· πάντα οὖν ἐκτίσθησαν, κτίσμα δὲ οὔκ ἐστιν ὁ τοῦ θεοῦ λόγος, ὅς ἐστιν υἱός, ἀλλὰ γέννημα κατὰ φύσιν. τὰ γὰρ πάντα ὁ πατὴρ διὰ τοῦ λόγου ἔκτισεν, ὥς φησιν ὁ Παῦλος, ἐν ὧι τὰ πάντα ἐκτίσθησαν, καὶ ὡς ὁ Ἰωάννης λέγει, 〈πάντα δι᾽ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν〉, αὐτὸν δὲ τὸν λόγον οὐ κτίζει, ἀλλὰ γεννᾶι. δι᾽ αὐτοῦ γὰρ τοῦ λόγου πάντα ἐγένετο καὶ ἐκτίσθη, οὐκ αὐτὸς δὲ ἐγένετο, ἀλλ᾽ ὅνπερ δι᾽ ἡμᾶς ἐφόρεσεν ἄνθρωπον γεγονότα καὶ κτισθέντα, δηλοῦσιν αἱ γραφαί:—