Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος μείζων περὶ πίστεως

Μέγας Αθανάσιος

Ερμηνεία προφητικών και αποστολικών ρητών περί του σεσαρκωμένου Λόγου

Ανάλυση χωρίων σχετικά με την υποταγή του Υιού, το άτρεπτο της θεότητας, τον δοξασμό εκ δεξιών του Πατρός και την παράδοση της Καινής Διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 7

Ἐκ τοῦ αὐτοῦ λόγου Φησὶν γὰρ ὁ κύριος· πᾶν κλῆμα τὸ μένον ἐν ἐμοὶ καρπὸν φέρει. καὶ ἐν ὧι ἐφόρεσεν ἀνθρώπωι ἐκ τοῦ γηγενοῦς Ἀδάμ, ζωοποιήσει τὸ ἐκ τοῦ Ἀδὰμ γένος, 〈θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι〉, ὡς ὁ Πέτρος γράφει ** ὅτι σαρκὶ θανατωθέντα αὐτὸν ὑπὲρ ἡμῶν λέγει καὶ οὐ τῆι ἀθανάτωι ζωοποιῶι θεότητι. φησὶν γὰρ ὁ κύριος 〈ἐγώ εἰμι ἡ ζωή〉· ἡ γοῦν ζωὴ οὐκ ἀποθνήισκει, τοὺς νεκροὺς δὲ μᾶλλον ζωοποιεῖ. ὡς γὰρ τὸ φῶς οὐ βλάπτεται ἐν σκοτεινῶι τόπωι, οὐδὲ ἡ ζωὴ παθεῖν τι δύναται ἐπισκεψαμένη τὴν θνητὴν φύσιν. ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος ἡ τοῦ λόγου θεότης: —

Ἐκ τοῦ αὐτοῦ λόγου Τίς γάρ φησιν, 〈ἔγνω νοῦν κυρίου ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο, ὃς συμβιβάσει αὐτόν〉; μόνος ὁ υἱὸς σύμβουλός ἐστιν τοῦ πατρὸς καὶ τὸν νοῦν αὐτοῦ ἔγνω ὁ λέγων 〈οὐδεὶς ἐπιγινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱός, καὶ τὸν υἱὸν οὐδεὶς ἐπιγινώσκει εἰ μὴ ὁ πατὴρ καὶ ὧι ἐὰν ὁ υἱὸς ἀποκαλύψηι〉. λέγει τοίνυν καὶ Ἰωάννης περὶ τοῦ κυρίου· 〈ὅταν φανερωθῆι, ὅμοιοι αὐτῶι ἐσόμεθα καὶ ὀψόμεθα αὐτὸν καθὼς ἔστιν〉. ὅρα ὅτι ἕως τοῦ νῦν οὐδεὶς εἶδεν τὸν υἱὸν τοῦ θεοῦ ὡς ἔστιν, ἄχρι τοῦ φανερῶσαι ἑαυτὸν ἡμῖν· ὃν δὲ ἐφόρεσεν δι᾽ ἡμᾶς ἄνθρωπον, εἴδομεν, ὃν εἶπεν ὁ Παῦλος· 〈κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῶι ποιήσαντι αὐτόν〉, ὃν καὶ Στέφανος λέγει· 〈θεωρῶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα〉 τῆς δυνάμεως 〈τοῦ θεοῦ〉.

οὐκ εἶπεν τὸν λόγον ἢ τὴν σοφίαν τοῦ πατρὸς ἑωρακέναι, ἀλλὰ τὸν υἱὸν τοῦ ἀνθρώπου, τὸ ἐκ τῆς Μαρίας κυριακὸν σῶμα, ὃ καὶ Παῦλος λέγει· 〈ὃς ἐκάθισεν ἐκ δεξιῶν τοῦ θεοῦ〉· περὶ οὗ σώματος ὁ Δαυίδ φησιν ἐκ προσώπου τοῦ πατρὸς προφητικῶς· 〈κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου〉, οὓς προεγίνωσκεν ἐχθροὺς ἐσομένους, τὸν διάβολον καὶ τὰς συνεργούσας αὐτῶι ἀντικειμένας ἐνεργείας, αἵτινες ἤχθρευον τῶι κυριακῶι ἀνθρώπωι γινώσκουσαι διὰ τοῦ θανάτου αὐτοῦ καταργουμένας ἑαυτὰς καὶ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου τὸν διάβολον καὶ τοὺς ἐχθρεύσαντας αὐτῶι Ἰουδαίους, εἰς οὓς τὸ γεγραμμένον πληροῦται ὅτι 〈ἐμίσησάν με δωρεάν〉, ἀνθ᾽ ὧν τὰ πρὸς ὠφέλειαν διδασκόμενοι μαστίζειν καὶ σταυροῦν ἐτόλμων, Σαμαρείτην αὐτὸν καὶ δαιμονιζόμενον καὶ ἄνθρωπον ἁμαρτωλὸν λέγοντες, καίτοι δι᾽ αὐτοῦ τῆς ἁμαρτίας κατακριθείσης. εἰς ὃν γέγραπται· 〈ὄψονται εἰς ὃν ἐξεκέντησαν〉, ὅνπερ ἐν τῆι κρίσει ὁρῶντες κρίνοντα ζῶντας καὶ νεκρούς, ὥς φησιν Ἰωάννης περὶ τοῦ κυρίου, καθὼς 〈ἔδωκεν αὐτῶι κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν〉, μεταμελόμενοι φυλὴ κατὰ φυλῆς ἐροῦσιν· οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα λέγοντες αὐτῶι· 〈ἄλλους〉 ἔσωσας, 〈ἑαυτὸν οὐ δύνασαι σῶσαι〉.

ἔστιν τοίνυν εἰς τὸ τοῦ κυρίου σῶμα τὸ γραφὲν διὰ τοῦ Δαυὶδ 〈κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου〉. πρὸ γὰρ τῆσδε τῆς διὰ Δαυὶδ προφητείας ἐν κόλποις τοῦ πατρὸς ἦν ὁ λόγος· οὐκ εἶχεν ἐχθροὺς ἐν οὐρανῶι. οὐδεὶς γὰρ ἦν σὺν τῶι πατρὶ πρὸ κτίσεως, εἰ μὴ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον· ὁ πατὴρ γὰρ διὰ τοῦ υἱοῦ ἐποίησεν τοὺς ἀπείρους αἰῶνας ἀρχάς τε καὶ ἐξουσίας καὶ πᾶσαν κτίσιν. ὁ τοίνυν πρὸς μηδένα ἔχων κοινὸν κτῆμα ἢ χρῆμα, ἀλλὰ πάντων κύριος ὢν θεὸς λόγος, ὧι οὐδεὶς δύναται ἀντιστῆναι, πῶς εἶχεν ἐχθρούς; οἱ γὰρ τὴν θεότητα τοῦ λόγου ἐλαττοῦντες ὡς μὴ δυναμένου τοῦ κυρίου δι᾽ ἑαυτοῦ τοὺς ἐχθροὺς ἀμύνασθαι οἴονται εἰρηκέναι τὸν πατέρα τῶι υἱῶι 〈κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου〉· τοῦτο δὲ κἂν νῦν γινωσκέτωσαν οἱ ἀπαίδευτοι εἰς τὸν κατὰ τὸν σωτῆρα νοούμενον ἄνθρωπον γεγράφθαι. ἐν γὰρ τῶι αὐτῶι Δαυὶδ γέγραπται περὶ τοῦ κυριακοῦ ἀνθρώπου· ἐχθρὸς οὐκ ὠφελήσει ἐν σοί, καὶ πάλιν· 〈μάστιξ οὐκ ἐγγιεῖ τῶι σκηνώματί σου〉: —

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου 〈Κύριος〉, φησίν, 〈ἐν τῶι οὐρανῶι ἡτοίμασεν τὸν θρόνον αὐτοῦ〉. ἕτερόν ἐστιν 〈ὁ οὐρανός μοι θρόνος〉 καὶ ἕτερόν ἐστιν ἑτοιμάζεσθαι θρόνον ἐν τῶι οὐρανῶι ὡς ἐπὶ τόπου τινός. πολὺς μὲν ὁ περὶ τούτων λόγος ἐπὶ τοῦ παρόντος εἰς διήγησιν, οἱ δὲ προδεδηλωμένοι θρόνοι δηλοῦσιν τὴν ὑποταγὴν πάσης κτίσεως. ταῦτα δὲ προεθέμεθα περὶ τοῦ 〈κάθου ἐκ δεξιῶν μου〉, ὅτι εἰς τὸν κυριακὸν ἄνθρωπον λέλεκται. εἰ γὰρ 〈τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος〉, ὥς φησιν Ἱερεμίας, πάντα δὲ χωρεῖ ὁ θεός, ὑπ᾽ οὐδενὸς δὲ χωρεῖται, εἰς ποῖον καθέζεται θρόνον; τὸ σῶμα τοίνυν ἐστὶν ὧι λέγει 〈κάθου ἐκ δεξιῶν μου〉, οὗ καὶ γέγονεν ἐχθρὸς ὁ διάβολος σὺν ταῖς πονηραῖς δυνάμεσιν καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, δι᾽ οὗ σώματος ἀρχιερεὺς καὶ ἀπόστολος γέγονεν καὶ ἐχρημάτισεν, δι᾽ οὗ παρέδωκεν ἡμῖν μυστήριον λέγων· τοῦτό ἐστιν μου τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν καὶ τὸ αἷμα τῆς καινῆς διαθήκης, οὐ τῆς παλαιᾶς, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον. θεότης δὲ οὔτε σῶμα οὔτε αἷμα ἔχει, ἀλλ᾽ ὃν ἐφόρεσεν ἐκ τῆς Μαρίας ἄνθρωπον, αἴτιος τούτων γέγονεν, περὶ οὗ εἶπαν οἱ ἀπόστολοι· Ἰη〈σοῦν〉 τὸν ἀπὸ Ναζαρέτ, 〈ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ εἰς ἡμᾶς〉.

Ναζαρὲθ πόλιν ἐπίγειον λέγει καὶ οὐχὶ οὐράνιον ἄνδρα τε αὐτόν φασιν καὶ οὐ θεὸν πρὸς τοὺς Ἰουδαίους καὶ τοὺς ὁμοίως αὐτοῖς κατὰ σάρκα φρονοῦντας ἔκτοτε καὶ νῦν [καὶ] οἱ ἀπόστολοι. καὶ αὐτὸς ὁ κύριος περὶ ἑαυτοῦ ἀνθρωπίνως ἀπεκρίνατο λέγων· τί 〈με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα〉; οὐκ εἶπεν ζητεῖτε με ἀποκτεῖναι θεὸν ὄντα· θεὸς γὰρ ἀπαθὴς καὶ ἀθάνατος ὢν τὸν μὲν θάνατον καταργεῖ, τοὺς δὲ νεκροὺς ζωοποιεῖ, λέγων· 〈ἐγώ εἰμι ἡ ζωή〉. πρὸς δὲ Φίλιππον ἅμα τῶι ἀκοῦσαι πιστεύοντα διδάσκει σὺν τοῖς λοιποῖς ἀποστόλοις καὶ τοῖς δυναμένοις ὁμοίως πνευματικῶς χωρῆσαι λέγων· 〈ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα· ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμέν καὶ ἐγὼ ἐν τῶι πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί〉: —

Ἐκ τοῦ αὐτοῦ λόγου Ἔχεις τοίνυν ἐξ αὐτῆς τῆς τῶν γραφῶν ἀποδείξεως τὸν ἄνθρωπον τοῦ σωτῆρος, ὃν κατανοεῖν διδασκόμεθα, αὐτὸν εἶναι ποίημα· οὐ γὰρ τὴν ἀόρατον θεότητα τοῦ λόγου τὴν ἐν κόλποις πατρώιοις ἀποκεκρυμμένην, ἣν οὐδεὶς ἕως τοῦ δεῦρο τεθέαται. καὶ τοῦτο Παῦλος οἶδεν ἡμῶν μᾶλλον, λέγων· περιήστραψέν με 〈φῶς ἱκανὸν καὶ ἔπεσα εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι· Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν〉. κἀγὼ εἶπον· 〈τίς εἶ, κύριε〉; καὶ ὁ κύριός φησιν πρός με· 〈ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις〉. ὁμολογεῖ δὲ ἀπὸ τῆς δόξης τοῦ φωτὸς τοῦ κυρίου τετυφλῶσθαι καὶ μετὰ τρεῖς ἡμέρας ἐξ ἀποκαλύψεως καὶ προστάξεως αὐτοῦ ἠτενικέναι. εἰ δὲ Παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς τετύφλωται μὴ δυνάμενος ὁρᾶν τὴν τοῦ κυρίου δύξαν, πῶς ἡμᾶς διδάσκει τὴν θεότητα αὐτοῦ τοῦ λόγου κατανοεῖν; ἀλλ᾽ ὃ πολλάκις εἶπον, καὶ νῦν ἐρῶ· Ἰησοῦν τὸν ἄνθρωπον τοῦ σωτῆρος τὸν 〈πιστὸν ὄντα τῶι ποιήσαντι αὐτὸν〉 εἶπεν ἡμῖν κατανοεῖν: —

Ἐκ τοῦ αὐτοῦ λόγου 〈Μιμηταί μου γίνεσθε〉, φησί, 〈καθὼς κἀγὼ Χριστοῦ〉. δῆλον ὅτι τοῦ ἀνθρώπου λέγει τοῦ κειμένου θεμελίου. τῆς γὰρ θεότητος τοῦ λόγου οὔτε Παῦλος οὔτε ἕτερος τις γενέσθαι δύναται μιμητὴς εἰ μὴ ἐν τοῖς παθήμασιν καὶ πραύτητι τοῦ Χριστοῦ, περὶ ὧν ὁ Πέτρος λέγει ἐπακολουθεῖν ἡμᾶς τοῖς ἴχνεσιν αὐτοῦ, καθὼς καὶ ὁ Παῦλος εἶπεν τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἀναπληροῦν ἐν τῆι ἰδίαι σαρκί. ἀναντιρρήτως οὖν ὁ πρὸ τοῦ αἰῶνος θεμελιωθεὶς εἰς τὰ ἀπόκρυφα τῆς πατρώιας διανοίας ἐν προγνώσει ἦν ὃν ἔμελλεν ἐκ Μαρίας κυριακὸν ἄνθρωπον κτίζειν: —

Τοῦ αὐτοῦ ἁγίου ἐκ τοῦ αὐτοῦ λόγου Περὶ δὲ τὸ κυριακὸν σῶμα φανερῶς προεφητεύθη τῶι Ἰούδαι· 〈ἐκ σοῦ ἐξελεύσεταί μοι ἡγούμενος〉 καὶ ἡ ἀρχὴ 〈αὐτοῦ ἀπ᾽ ἀρχῆς ἀφ᾽ ἡμερῶν αἰῶνος〉, καίπερ ἐπὶ συντελείαι τῶν αἰώνων ἐκ φυλῆς Ἰούδα ἀνείληφεν ὁ θεὸς λόγος τὸν ἄνθρωπον: —

Ἐκ τοῦ αὐτοῦ λόγου 〈Ὅταν〉, φησίν, 〈ὑποταγῆι αὐτῶι τὰ πάντα, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῶι ὑποτάξαντι αὐτῶι τὰ πάντα〉. ζητήσωμεν τοίνυν τίς ἐστιν ὁ μὴ ὑποτασσόμενος τῶι θεῶι εἰ μὴ πρότερον τὰ πάντα αὐτῶι ὑποταγῆι. τί γὰρ οὐκ εἶχεν ὑποτεταγμένον ὁ ἐκ πατρὸς λόγος πρὶν τῆς δι᾽ οὗ ἐφόρεσεν ἀνθρώπου δι᾽ ἡμᾶς οἰκονομίας; πάντα γὰρ τὰ ποιήματα τῶι πεποιηκότι ὑποτάσσεται. τῶι δὲ ἀναληφθέντι ἀνθρώπωι ἕως νῦν οὐ τὰ πάντα ὑποτέτακται· φησὶν γὰρ ὁ Παῦλος· 〈οὔπω〉 βλέπομεν 〈αὐτῶι τὰ πάντα ὑποτεταγμένα〉. τοῖς γὰρ 〈Ἰουδαίοις σκάνδαλόν〉 ἐστιν, 〈ἔθνεσιν〉 δὲ μωρία, ἡμῖν δὲ τοῖς εἰς αὐτὸν πιστεύουσιν Χριστὸς 〈θεοῦ〉 δύναμις καὶ 〈θεοῦ〉 σοφία. ὅταν τοίνυν πᾶσα ἡ κτίσις ἐν νεφέλαις ἀπαντήσηι τῶι υἱῶι καὶ ὑποταγῆι αὐτῶι, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῶι πατρί, ὑπὲρ πάσης κτίσεως γενόμενος πιστὸς ἀπόστολος καὶ ἀρχιερεύς, ἵνα ἦι ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν, τουτέστιν πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, ἡ μία κυριότης καὶ θεότης καὶ βασιλεία. ἐὰν δέ τις λέγηι ὅτι οὐ τὸν Ἰησοῦν εἶπεν ὑποτασσόμενον, ἀλλὰ τὸν υἱόν, ἀκουσάτω ὅτι Ἰησοῦς [ὁ] υἱὸς τοῦ θεοῦ ἐχρημάτισεν καὶ ἔστιν διὰ τὸν ἐν αὐτῶι κρυβέντα λόγον: —

Ἐκ τοῦ αὐτοῦ λόγου Ὡς ὁ Λουκᾶς γενεαλογῶν εἶπεν 〈ἦν δὲ Ἰησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, τοῦ Ἰωσήφ〉, καὶ διελθὼν τοὺς ἐφεξῆς γενεαλογουμένους μέχρις ἐπὶ τὸν Ἀδὰμ εἶπεν 〈τοῦ Ἀδὰμ τοῦ θεοῦ〉, ἵνα δείξηι καὶ τὸ 〈ὃ〉 ἐκ τοῦ Ἀδὰμ ἐφόρεσεν σῶμα καὶ τὴν ἐκ τοῦ πατρὸς θεότητα: —