Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος μείζων περὶ πίστεως

Μέγας Αθανάσιος

Θεολογικά αποσπάσματα περί πίστεως, σαρκώσεως και αναστάσεως

Εκτενής συλλογή χωρίων από διάφορες ομιλίες και κείμενα, που αναλύουν την αφθαρσία του κυριακού σώματος, την ανάσταση και την απαθή θεότητα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 6 από 7

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ αὐτοῦ λόγου Ἔστιν δὲ ἓν τῶν πάντων ὧν ἐν τῶι υἱῶι ἐργάζεται καὶ δεικνύει ὁ πατήρ, τὸ γινώσκειν τὴν ἡμέραν καὶ ὥραν τῆς κρίσεως αὐτῶι τε καὶ πᾶσαν τὴν κρίσιν παραδέδωκεν, ἵνα καθὼς τιμῶσι τὸν πατέρα, τιμῶσι καὶ τὸν υἱόν. εἰ δὲ τὴν κρίσιν αὐτῶι πᾶσαν παραδέδωκεν ποιεῖσθαι, δῆλον ὅτι καὶ τὴν γνῶσιν αὐτῆς πότε καὶ πῶς γίνεται. ὁ γοῦν μὴ γινώσκων τὴν ἡμέραν τῆς κρίσεως ὁ ἐκ τῆς Μαρίας γεννηθείς ἐστιν Ἰησοῦς· οὐδὲν γὰρ ἀγνοεῖ ὁ ἐκ καρδίας τοῦ πατρὸς θεὸς λόγος ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν: —

Ἐκ τοῦ αὐτοῦ λόγου Εἰ τοίνυν λέγει ὁ Ἰησοῦς· 〈ὁ πατήρ μου μείζων μού ἐστιν〉, λέγει δὲ καὶ ἴσον ἑαυτὸν τῶι θεῶι, μάθωμεν διὰ τί καὶ μείζονα λέγει τὸν πατέρα ἑαυτοῦ καὶ ἴσον. μείζων ἐστιν τοῦ υἱοῦ διὰ τὸ σῶμα ὃ ἐφόρεσεν παθητόν, ἴσος δὲ καθ᾽ ὅτι ὅλος ὅλον τέλειον ἐγέννησεν ὁ πατὴρ ἀιδίως τὸν υἱόν: —

Ἐκ τοῦ αὐτοῦ λόγου Ὡς καὶ ὁ Ἔσδρας προφητεύει ἐκ προσώπου τοῦ Ζοροβάβελ λέγων περὶ τοῦ υἱοῦ τοῦ θεοῦ· ζῆι ἡ ἀλήθεια καὶ νικᾶι καὶ κραταιοῦται καὶ μένει εἰς τοὺς αἰῶνας τῶν αἰώνων, 〈δηλῶν〉 τὸ 〈ὃ〉 ὑπὲρ ἡμῶν ἔμελλε φορεῖν σῶμα ὑπέρ 〈τε〉 ἡμῶν ἀποθνήισκειν αὐτό, καὶ οὐ τὴν ἐν αὐτῶι κρυπτομένην ἀλήθειαν τουτέστιν τὸν λόγον τοῦ πατρός, συγκατέβαινεν μὲν ἡ ἀλήθεια τῶι ὑπὲρ ἡμῶν ἀποθανόντι Ἰησοῦ εἰς τὴν καρδίαν τῆς γῆς, ἵνα τοὺς ὑπὸ τοῦ ψεύδους ἀπατηθέντας αὐτὸς ἀλήθεια ὢν ἐλευθερώσηι, ὃν 〈δὲ〉 τρόπον εἴ τις βασιλεὺς ἐν φυλακῆι ἐπισκέψασθαι τοὺς ἐκεῖσε κατεχομένους δεσμώτας εἰσελθὼν βλάπτεται μὲν οὐδέν, ὠφελεῖ δὲ τοὺς ὑπὸ κατοχὴν τυγχάνοντας, οὕτως ὁ θεὸς λόγος οὐδὲν βλαπτόμενος δι᾽ οὗ ἐφόρεσεν ὑπὲρ ἡμῶν θνητοῦ σώματος ὠφέλησεν τοὺς ἐν τῆι τοῦ ἅιδου φυλακῆι ἐν τῶι πνεύματι τῆς θεότητος: —

Ἐκ τοῦ αὐτοῦ λόγου Εὐλογῶν δὲ ὁ Ἰακὼβ τὸν Ἰούδαν, ἐξ οὗ ὁ κύριος ἔμελλεν τὸ ἀνθρώπινον ἀναδέχεσθαι σῶμα, λέγει· 〈πλυνεῖ ἐν οἴνωι τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ〉. καὶ τοῦτο κατὰ τὴν ἱστορίαν οὐ πεποίηκεν· οὐδὲ γὰρ ἐν οἴνωι ἔπλυνεν τὴν ἑαυτοῦ στολήν. τί δὲ μετὰ τὸ εἰπεῖν αὐτὸν οἴνωι πλυνεῖν 〈τὴν στολὴν αὐτοῦ〉 λέγει καὶ ἐν 〈αἵματι σταφυλῆς〉; μὴ ἕτερός ἐστιν ὁ οἶνος καὶ ἕτερον αἷμα σταφυλῆς; μᾶλλον ἡμῶν οἶδεν Ἡσαίας λέγων τὸ ἔνδυμα αὐτοῦ 〈ὡς ἀπὸ πατήματος ληνοῦ, πλήρης καταπεπατημένης〉. ὃ τοίνυν ἔνδυμα τὸ ἐν οἴνωι καὶ ἐν αἵματι σταφυλῆς προφητεύει πλυνόμενον, οὐ χιτών ἐστιν 〈ὃν πλύνει〉 ὁ χειροτέχνης· ἄλογον γὰρ καὶ ἄτακτον ἐν οἴνωι τὸ ἱμάτιον πλύνειν αὐτόν, ὃ μηδὲ τῶν ἀφρόνων τις ἀνθρώπων δείκνυται πεποιηκώς· ἐπειδὴ δὲ προεγίνωσκεν ἐκ τοῦ ἁγίου πνεύματος μέλλοντα τὸν τοῦ θεοῦ υἱὸν φορεῖν σῶμα δι᾽ ἡμᾶς ἐκ τοῦ Ἰουδαικοῦ λαοῦ τοῦ χρηματίζοντος ἀμπέλου καὶ ἀμπελῶνος, διὰ τοῦτο εἶπεν· ἐκ βλαστοῦ ἀνέβης, υἱέ μου Ἰούδα, καὶ τὸ πλύνειν ἐν αἵματι τὴν στολὴν 〈τὸ πλύνειν〉 ἐν τῶι ἰδίωι αἵματι τὸ σῶμα τῆς περιβολῆς δηλοῖ, δι᾽ οὗ σώματος καὶ αἵματος ἀποπλύνας τὰς ἁμαρτίας τῶν ἀνθρώπων πάντας αὐτοὺς ἐν τῶι ἰδίωι σώματι ἐνεδύσατο: —

Καὶ πάλιν Ἐντεῦθεν τοίνυν ἐντρεπέσθωσαν οἱ διορίζοντες τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς ὥσπερ τὴν ἄμπελον ἀπὸ τοῦ γεωργοῦ, πληροφορούμενοι ἐκ τῶν γραφῶν εἰς τὸ σῶμα τοῦ κυρίου τὴν παραβολὴν λελέχθαι καὶ οὐκ εἰς τὴν θεότητα. ἐπιτελῶν γὰρ τὸ ἅγιον μυστήριον εὐλογήσας εἶπεν· 〈πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό μού ἐστιν τὸ αἷμα τῆς καινῆς διαθήκης τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον〉. καίπερ οὐκ αἷμα τοῦ κυρίου ἐστὶν ὁ οἶνος, ἀλλὰ τῆς ἀμπέλου, δι᾽ ὃ εἶπεν ὁ κύριος περὶ τοῦ ἰδίου σώματος· 〈ἐγώ εἰμι ἡ ἄμπελος〉. αἷμα δὲ οὐκ ἐκ τοῦ πνεύματος τῆς τοῦ λόγου θεότητος ἐκπορεύεται, ἀλλ᾽ ἐξ οὗ ἐφόρεσεν ἀνθρώπου: —

Καὶ μετ᾽ ὀλίγα Φησὶν ὁ θεὸς διὰ τοῦ προφήτου Ἱεζεκιήλ· ὦ ποιμένες ποιμένες, μὴ ἑαυτοὺς βόσκουσιν οἱ ποιμένες, οὐχὶ τὰ πρόβατα; ὑμεῖς δὲ τὸ πεπλανημένον οὐκ ἐπεστρέψατε, τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε, τὸ ἀσθενὲς οὐκ ἐσωματοποιήσατε, τὸ χωλὸν οὐ κατεδήσατε, ἀλλὰ καὶ τὸ ἰσχῦον κατειργάσασθε μόχθωι. διὰ τοῦτο ἀναστήσω ἐμαυτῶι ποιμένα πιστὸν τὸν δοῦλόν μου τὸν Δαυὶδ καὶ ἔσται ποιμὴν καὶ ἄρχων εἰς τὸν αἰῶνα. ἡνίκα δὲ Ἱεζεκιὴλ ταῦτα ἐπροφήτευσεν ἐν Βαβυλῶνι, πρὸ δεκατεσσάρων γενεῶν ἦν Δαυὶδ κοιμηθείς, τὸν δὲ κυριακὸν ἄνθρωπον ἐπροφήτευσεν ἐκ σπέρματος Δαυὶδ ἐγειρόμενον, περὶ οὗ Παῦλος Τιμοθέωι γράφει· 〈μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα〉: —

Ἐκ τοῦ αὐτοῦ λόγου Οὐ βουλόμενοι παιδεύεσθαι οἱ σαρκόφρονες παρὰ τῶν πνευματικῶν πεπληροφορημένων τὴν τῶν γραφῶν ἐπίγνωσιν, ἀλλὰ καὶ τοὺς ἀκεραιοτέρους δοκοῦντες διδάσκειν εἰς βόθρον ἕλκουσιν (ἐφ᾽ οἷς πληροῦται τὸ γεγραμμένον· τυφλὸς τυφλὸν ὁδηγῶν ἀμφότεροι εἰς βόθρον ἐμπεσοῦνται, ὅ ἐστιν εἰς τὸν ἅιδην, τυφλὸς δὲ κατὰ τὴν ἱστορίαν τυφλὸν ὁδηγῆσαι οὐ δύναται, ἀλλὰ τυφλώττων περὶ τὴν τῶν θείων μυστηρίων ἐπίγνωσιν), ἑκάστωι λέγοντες τῶν ἀμαθῶν· οὐκ αὐτὸς εἶπεν διὰ τοῦ Σαλομὼν 〈κύριος ἔκτισεν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ〉; καὶ δι᾽ ἑαυτοῦ λέγει ὁ υἱός· 〈ὁ πατὴρ ὁ πέμψας με μείζων μού ἐστιν〉, καὶ πάλιν εἶπεν· ἀπ᾽ ἐμαυτοῦ οὐδὲν λαλῶ, 〈ὁ πατήρ μοι〉 ἐνετείλατο 〈τί εἴπω καὶ τί λαλήσω〉, καὶ τὸ οὐκ ἦλθον, 〈ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τοῦ πέμψαντός με πατρός〉 ** ἕτερον ἔχει θέλημα ὁ πατὴρ καὶ ἕτερον ὁ υἱός, ὡς αὐτοὶ φρονοῦσιν. εἰ γὰρ μεμερισμένον ἔχουσιν τὸ θέλημα, πῶς λέγει 〈ποιήσωμεν ἄνθρωπον〉 καὶ τὰ ἑξῆς; οὐ διακρίνουσιν δὲ ποῖα ῥητὰ τῆι θεότητι ἁρμόττει καὶ ποῖα ὧι ἐφόρεσεν ἀνθρώπωι: —

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς εἰς τὸν Γολγοθὰ ὁμιλίας, ἧς ἡ ἀρχή· Τὸ μὲν ἀναγνωσθὲν ῥητόν ἐστιν εὐαγγελικόν Ἀποστολικὸς κηρύττει λόγος——ὑπὸ τοῦ κρείττονος εὐλογεῖται: —

Ἐκ τοῦ αὐτοῦ λόγου Καὶ πάλιν ἐκ προσώπου τοῦ πατρὸς ὁ Δαυὶδ πρὸς τὸν υἱὸν φήσας 〈υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ᾽ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς〉, διὰ μὲν τοῦ ὀνόματος τῆς γεννήσεως δηλοῖ τὴν ἐξ αὐτοῦ ὁ πατὴρ θεολογίαν τοῦ λόγου, διὰ δὲ τοῦ αἰτεῖσθαι καὶ πέρατα τῆς γῆς λαμβάνειν, ἅπερ αὐτὸς ὁ λόγος ἐποίησεν, δεικνύει ὃν ἐφόρεσεν ἄνθρωπον: —

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ περὶ σαρκώσεως μικροῦ λόγου, οὗ ἡ ἀρχή· Ὁμολογοῦμεν τὸν υἱὸν τοῦ θεοῦ τὸν πρὸ αἰώνων Εἴ τις τὴν τοῦ κυρίου ἡμῶν σάρκα ἄνωθεν λέγει καὶ μὴ ἐκ τῆς παρθένου Μαρίας ἢ τραπεῖσαν τὴν θεότητα εἰς σάρκα ἢ συγχυθεῖσαν ἢ ἀλλοιωθεῖσαν ἢ παθητὴν τὴν τοῦ κυρίου θεότητα ἢ ἀπροσκύνητον τὴν τοῦ κυρίου ἡμῶν σάρκα ὡς ἀνθρώπου κοινοῦ τῶν καθ᾽ ἡμᾶς καὶ μὴ προσκυνητὴν ὡς κυρίου, τοῦτον ἀναθεματίζει ἡ ἁγία ἐκκλησία: —

Ἐκ τοῦ περὶ πίστεως λόγου, οὗ ἡ ἀρχή· Αὐτάρκως μὲν τοῖς πρὸ τούτων ἐκ πολλῶν ὀλίγα διαλαβόντες Καὶ ὥσπερ μεγάλου βασιλέως—ἡ πάλαι κατ᾽ αὐτῶν ἰσχύουσα: —

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ αὐτοῦ λόγου Οὐ γὰρ περικεκλεισμένος—οὐκ ἀφανὴς ἦν: —

Ἐκ τοῦ αὐτοῦ λόγου Ὅταν τοίνυν ἐσθίοντα—θεὸν λόγον ἐγνώριζεν: —

Ἐκ τοῦ αὐτοῦ λόγου Τούτου ἕνεκεν μετὰ τὰς περὶ θεότητος—ἄφθαρτον ἐπιδεικνύμενος. τὸ μὲν γὰρ σῶμα ὡς καὶ αὐτὸ κοινὴν ἔχον—ὅτι τε ὁ πάντων θάνατος ἐν τῶι κυριακῶι ἀνθρώπωι ἐπληροῦτο— αὐτὸ προσενέγκηι: —

Ἐκ τοῦ αὐτοῦ λόγου Διὰ ταύτην τοίνυν τὴν αἰτίαν, οὐ νόσωι διὰ τὸ ἀπρεπές, οὐκ ἰδίαι διὰ τὸ ἀπίθανον, οὐχ ὃν αὐτὸς ἐπενόησεν θάνατον διὰ τὰς τῶν ἀπίστων ὑπονοίας, ἀλλὰ τὸν ἐξ ἐπιβουλῆς τῶν ἐχθρῶν ἐδέχετο τὸ σῶμα θάνατον καὶ ὑψηλῶς καὶ ἐπηρμένως ἐσταυροῦτο, ἵνα τοῦ θανάτου πᾶσιν φανερωθέντος φανερὰ πᾶσιν καὶ ἡ τούτου ἀνάστασις διαβοηθῆι καὶ πιστευθῆι. πάσχον μὲν γὰρ τὸ σῶμα κατὰ τὴν τῶν σωμάτων φύσιν ἀπέθνηισκεν, εἶχεν δὲ τῆς ἀφθαρσίας τὴν πίστιν ἐκ τοῦ συνοικήσαντος αὐτῶι λόγου. οὐ γὰρ ἀποθνήισκοντος τοῦ σώματος ἐνεκροῦτο καὶ ὁ λόγος, ἀλλ᾽ ἦν μὲν αὐτὸς ἀπαθὴς καὶ ἄφθαρτος καὶ ἀθάνατος, οἷα δὴ θεοῦ λόγος ὑπάρχων, συνὼν δὲ τῶι σώματι μᾶλλον διεκώλυεν ἀπ᾽ αὐτοῦ τὴν κατὰ φύσιν τῶν σωμάτων φθοράν, ἧι φησιν καὶ τὸ πνεῦμα πρὸς αὐτόν· 〈οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν〉.

τὸ μὲν οὖν σῶμα ἅτε δὴ σῶμα ὂν ἀνθρώπινον, ὥσπερ εἶπον, ἐνεκροῦτο τῆι τοῦ λόγου διαλύσει, αὐτὸς δὲ θεοῦ δύναμις καὶ θεοῦ σοφία καὶ λόγος ὢν καὶ τῶν πάντων αὐτὸς ζωή, οὐδ᾽ οὕτως μὲν ἀφανῆ ἑαυτὸν οὐδὲ ἐν τῶι σταυρῶι ἀφῆκεν, ἀλλὰ κατὰ περιττὸν τὴν 〈μὲν κτίσιν ἐποίει μαρτυρεῖν τὴν〉 τοῦ ἑαυτῆς δημιουργοῦ παρουσίαν, τὸν δὲ ἑαυτοῦ ναὸν τὸ σῶμα οὐκ ἐπὶ πολὺ 〈μένειν〉 ἀνασχόμενος, ἀλλὰ μόνον δείξας νεκρὸν τῆι τοῦ θανάτου πρὸς αὐτὸν συμπλοκῆι τριταῖον εὐθέως ἀνέστησεν, τρόπαια καὶ νίκας κατὰ τοῦ θανάτου φέρων τὴν ἐν τῶι σκηνώματι γενομένην ἀφθαρσίαν καὶ ἀπάθειαν: —

Ἐκ τοῦ αὐτοῦ λόγου Ἠδύνατο μὲν γὰρ—τῆι δυνάμει τοῦ σωτῆρος: —

Ἐκ τοῦ αὐτοῦ λόγου Ἔοικεν δὲ ὁ περὶ τῆς ἀναστάσεως—γνώρισμα τὰ ἔργα: —

Ἐκ τοῦ αὐτοῦ λόγου Διὰ τοῦτο εἰκότως ἐνεδύσατο—τὸ θνητὸν ἐζωοποίησεν: —

Ἐκ τοῦ αὐτοῦ λόγου Πότε δὲ καταγινώσκεσθαι—ἐκ τῶν νεκρῶν: —