Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος μείζων

Μέγας Αθανάσιος

Το μυστήριο του πάθους και η ανάσταση του Κυριακού σώματος

Ανάπτυξη της σωτηριολογικής σημασίας της ενσαρκώσεως, της ένωσης της φθαρτής φύσης με τον άφθαρτο Λόγο, της εκούσιας θυσίας στον σταυρό και της κατάργησης της φθοράς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 4

Ἀποστολικὸς κηρύττει λόγος· διὰ τοῦτο καὶ σταυροῦται, ἵνα τὴν κατάραν ἐξαγοράσῃ καὶ ἡμεῖς τὴν εὐλογίαν κληρονομήσωμεν. πάσχων μὲν αὐτὸς ἐβλάπτετο μὲν οὐδὲν ἐχαρίζετο δὲ μᾶλλον καὶ ἀποθνῄσκων οὐκ ἔμενε νεκρός, ἀλλὰ μᾶλλον καὶ τοὺς νεκροὺς ἐζῳοποίει. καὶ σφαγιαζόμενος δὲ οὐκ ἀπόλλυτο, ἀλλὰ τῷ αἵματι τῆς σφαγῆς πάντας ἁπλῶς ἐλυτροῦτο καὶ αὐτὸς ἔμενεν ἀπαθής.

Πῶς δὲ τοῦτο γέγονεν, εἴ τις ἔροιτο, ἀκουέτω. δύο πραγμάτων ἐν ταὐτῷ γέγονε σύνοδος. πραγμάτων δὲ λέγω οὐκ ἴσων, ἀλλὰ καὶ κατὰ πάντα σύγκρισιν οὐκ ἐχόντων. θνητὸν γὰρ ἀθανάτῳ συμπέπλεκτο καὶ φθαρτὸν σῶμα ἀφθάρτῳ λόγῳ συνεληλύθει. καὶ τὸ μὲν θνητὸν οὐκ ἔβλαπτε τὸ ἀθάνατον. ἀπαθὲς γὰρ ἦν, ἀλλ᾽ ἔμεινε μᾶλλον ἀπαθὲς καὶ αὐτὸ τῇ τοῦ θανάτου ἐπικρατείᾳ. τὰ γὰρ κρατοῦντα τῶν κρατουμένων ἀεὶ κύρια τυγχάνει. διὰ γοῦν αὐτὸν τὸν συνόντα ἀθάνατον λόγον καὶ ὁ θάνατος ἐξηφανίζετο παραδόξως ἐν αὐτῷ ὡς ἀπὸ πυρὸς ἀφανίζεται καλάμη. ὁ δὲ λόγος ἄφθαρτος ὢν ὠφελεῖ μᾶλλον τὸ φθαρτὸν συνὼν αὐτῷ. τὸ γὰρ σκότος ὑπὸ τοῦ φωτὸς καταυγάζεται καὶ τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.

Ἐκ τοῦ περὶ πίστεως λόγου, οὗ ἡ ἀρχή· αὐτάρκως μὲν τοῖς πρὸ τούτων ἐκ πολλῶν ὀλίγα διαλαβόντες. Καὶ ὥσπερ μεγάλου βασιλέως, εἰσελθόντος εἴς τινα πόλιν μεγάλην, καὶ οἰκήσαντος 〈εἰς μίαν〉 τῶν ἐν αὐτῇ οἰκιῶν παντῶς ἡ τοιαύτη πόλις τιμῆς πολλῆς καταξιοῦται, καὶ οὐκέτι 〈τις〉 ἐχθρὸς αὐτὴν οὔτε λῃστὴς ἐπιβαίνων καταστρέφει, πάσης δὲ μᾶλλον ἐπιμελείας ἀξιοῦται διὰ τὸ εἰς μίαν αὐτῆς οἰκίαν οἰκῆσαι τὸν βασιλέα. οὕτω καὶ ἐπὶ τοῦ πάντων σωτῆρος γέγονεν. ἐλθόντος γὰρ αὐτοῦ ἐπὶ τὴν ἡμετέραν χώραν καὶ οἰκήσαντος εἰς ἓν τῶν ὁμοίων σωμάτων λοιπὸν πᾶσα ἡ κατὰ τῶν ἀνθρώπων ἐπιβουλὴ πέπαυται καὶ ἡ τοῦ θανάτου ἠφάνισται φθορὰ ἡ πάλαι κατ᾽ αὐτῶν ἰσχύουσα.

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ αὐτοῦ λόγου. Οὐ γὰρ περικεκλεισμένος ἦν ἐν τῷ σώματι ὁ τοῦ θεοῦ λόγος. οὐδὲ ἐν σώματι μὲν ἦν, ἀλλαχόσε δὲ οὐκ ἦν. οὐδὲ ἐκεῖνο μὲν ἐκίνει, τὰ ὅλα δὲ τῆς τούτου ἐνεργείας καὶ προνοίας κεκένωτο· ἀλλὰ τὸ παραδοξότατον, λόγος ὤν. οὐ συνείχετο μὲν ὑπό τινος, συνεῖχε δὲ τὰ πάντα μᾶλλον αὐτός. καὶ ὥσπερ ἐν πάσῃ τῇ κτίσει ὢν ἐκτὸς μέν ἐστι τοῦ παντὸς κατ᾽ οὐσίαν, ἐν πᾶσι δέ ἐστι ταῖς ἑαυτοῦ δυνάμεσι, τὰ πάντα διακοσμῶν, καὶ 〈εἰς πάντα〉 ἐν πᾶσι τὴν ἑαυτοῦ πρόνοιαν ἐφαπλῶν καὶ ἕκαστον καὶ πάντα ὁμοίως ζῳοποιῶν, περιέχων τὰ ὅλα καὶ μὴ περιεχόμενος, ἀλλ᾽ ἐν μόνῳ τῷ ἑαυτοῦ πατρὶ ὅλος ὢν κατὰ πάντα, οὕτω καὶ ἐν τῷ ἀνθρωπίνῳ σώματι ὤν, καὶ αὐτὸς αὐτὸ ζῳοποιῶν, εἰκότως ἐζῳοποίει καὶ τὰ ὅλα καὶ ἐν τοῖς πᾶσιν ἐγίνετο καὶ ἔξω τῶν ὅλων ἦν. καὶ ἀπὸ τοῦ σώματος δὲ διὰ τῶν ἔργων γνωριζόμενος οὐκ ἀφανὴς ἦν.

Ἐκ τοῦ αὐτοῦ λόγου. Ὅταν τοίνυν ἐσθίοντα καὶ πίνοντα καὶ τικτόμενον αὐτὸν λέγωσιν οἱ περὶ τούτου θεολόγοι, γίνωσκεν ὅτι τὸ μὲν σῶμα ὡς σῶμα ἐτίκτετο καὶ καταλλήλοις ἐτρέφετο τροφαῖς, αὐτὸς δὲ ὁ συνὼν τῷ σώματι θεὸς λόγος τὰ πάντα διακοσμῶν καὶ δι᾽ ὧν εἰργάζετο ἐν τῷ σώματι οὐκ ἄνθρωπον ἑαυτόν, ἀλλὰ θεὸν λόγον ἐγνώριζεν.

Ἐκ τοῦ αὐτοῦ λόγου. Τούτου ἕνεκεν μετὰ τὰς περὶ θεότητος αὐτοῦ ἐκ τῶν ἔργων ἀποδείξεις, ἤδη 〈λοιπὸν〉 καὶ ὑπὲρ πάντων 〈τὴν〉 θυσίαν ἀνέφερεν, ἀντὶ πάντων τὸν ἑαυτοῦ ναὸν εἰς θάνατον παραδιδούς, ἵνα τοὺς μὲν πάντας ἀνυπευθύνους καὶ ἐλευθέρους τῆς ἀρχαίας παραβάσεως ποιήσῃ. δείξῃ δὲ ἑαυτὸν καὶ θανάτου κρείττονα, ἀπαρχὴν τῆς τῶν ὅλων ἀναστάσεως τὸ ἴδιον σῶμα ἄφθαρτον ἐπιδεικνύμενος. τὸ μὲν γὰρ σῶμα ὡς καὶ αὐτὸ κοινὴν ἔχον τὴν οὐσίαν· σῶμα γὰρ ἦν ἀνθρώπινον. 〈εἰ〉 καὶ καινοτέρῳ θαύματι συνέστη ἐκ παρθένου μόνης, ὅμως θνητὸν ἦν κατ᾽ ἀκολουθίαν τῶν ἡμετέρων καὶ ἀπέθνησκε. τῇ δὲ τοῦ λόγου εἰς αὐτὸ ἐπιβάσει. οὐκέτι κατὰ τὴν ἰδίαν φύσιν ἐφθείρετο, ἀλλὰ διὰ τὸν ἐνοικήσαντα τοῦ θεοῦ λόγου ἐκτὸς ἐγίνετο φθορᾶς. καὶ συνέβαινεν ἀμφότερα ἐν ταὐτῷ γενέσθαι παραδόξως, ὅτι τε ὁ πάντων θάνατος ἐν τῷ κυριακῷ ἀνθρώπῳ ἐπληροῦτο καὶ ὁ θάνατος καὶ ἡ φθορὰ διὰ τὸν συνόντα λόγον ἐξηφανίζετο· θανάτου γὰρ ἦν χρεία καὶ θάνατον ὑπὲρ πάντων ἔδει γενέσθαι, ἵνα τὸ παρὰ πάντων ὀφειλόμενον γένηται. ὅθεν, ὡς προεῖπον, ὁ λόγος, ἐπεὶ οὐχ οἷόν τε ἦν αὐτὸν ἀποθανεῖν. ἀθάνατος γὰρ ἦν ἔλαβεν ἑαυτῷ σῶμα τὸ δυνάμενον ἀποθανεῖν, ἵνα ὡς ἴδιον ἀντὶ πάντων αὐτὸ προσενέγκῃ. in the margin in a late hand: ὅρα τό· οὐ δώσ(εις) τ(ὸν) ὅσι(όν); σου ἰδ(εῖν) διαφθορ(άν); ὥσπερ εἶπον] ὡς προεῖπον* Ἐκ τοῦ αὐτοῦ λόγου.

Ἠδύνατο μὲν γὰρ καὶ παρ᾽ αὐτὰ τοῦ θανάτου διεγεῖραι καὶ πάλιν δεῖξαι ζῶν. ἀλλὰ καὶ τοῦτο καλῶς προϊδὼν ὁ σωτὴρ 〈οὐ〉 πεποίηκεν. εἶπε γὰρ ἄν τις μηδόλως αὐτὸ τεθνηκέναι, ἢ μηδὲ τέλεον αὐτοῦ τὸν θάνατον ἐψαυκέναι, εἰ παρ᾽ αὐτὰ τὴν ἀνάστασιν ἦν ἐπιδείξας. τάχα δὲ καὶ ἐν ἴσῳ τοῦ διαστήματος ὄντος τοῦ τε θανάτου καὶ τῆς ἀναστάσεως ἄδηλον ἐγίνετο τὸ περὶ τῆς ἀφθαρσίας κλέος. ὅθεν, ἵνα δειχθῇ νεκρὸν τὸ σῶμα καὶ μίαν ὑπέμεινε μέσην ὁ λόγος καὶ τριταῖον τοῦτο πᾶσιν ἔδειξεν ἄφθαρτον. ἕνεκα μὲν οὖν τοῦ δειχθῆναι τὸν θάνατον ἐν τῷ σώματι τοῦτο τριταῖον ἀνέστησεν. ἵνα δὲ μὴ ἐπὶ πολὺ διαμείνῃ καὶ φθαρὲν τέλεον ὕστερον ἀναστήσας ἀπιστηθῇ ὡς οὐκ αὐτὸ ἀλλ᾽ ἕτερον σῶμα φέρων. ἔμελλε γὰρ ἄν τις καὶ διὰ τὸν χρόνον ἀπιστεῖν τῷ φαινομένῳ καὶ ἐπιλανθάνεσθαι τῶν γενομένων. διὰ τοῦτο οὐ πλείω τῶν τριῶν ἡμερῶν ἠνέσχετο οὐδὲ ἐπὶ πολὺ τοὺς ἀκούσαντας αὐτοῦ περὶ τῆς ἀναστάσεως παρείλκυσεν. ἀλλ᾽ ἔτι τῶν ἀκοῶν ἔναυλον ἐχόντων τὸν λόγον καὶ ἔτι τῶν ὀφθαλμῶν αὐτῶν ἐκδεχομένων καὶ τῆς διανοίας αὐτῶν ἀπηρτημένης καὶ ζώντων ἐπὶ γῆς ἔτι καὶ ἐπὶ τὸν τόπον ὄντων τῶν θανατωσάντων καὶ μαρτύρων τοῦ θανάτου τοῦ κυριακοῦ σώματος. αὐτὸς ὁ τοῦ θεοῦ υἱὸς ἐν τριταίῳ διαστήματι τὸ γενόμενον νεκρὸν σῶμα ἔδειξεν ἀθάνατον καὶ ἄφθαρτον.

καὶ ἀνεδείχθη πᾶσιν, ὅτι οὐκ ἀσθενείᾳ φύσεως τοῦ ἐνοικοῦντος λόγου τέθνηκεν τὸ σῶμα ἀλλ᾽ ἐπὶ τῷ τὸν θάνατον ἐξαφανισθῆναι ἐν αὐτῷ τῇ δυνάμει τοῦ σωτῆρος.

Ἐκ τοῦ αὐτοῦ λόγου. Ἔοικε δὲ ὁ περὶ τῆς ἀναστάσεως τοῦ κυριακοῦ σώματος ἀπιστῶν ἀγνοεῖν δύναμιν θεοῦ λόγου καὶ σοφίας. εἰ γὰρ ὅλως ἔλαβεν ἑαυτῷ σῶμα καὶ τοῦτο ἰδιοποιήσατο κατὰ τὴν εὔλογον ἀκολουθίαν ὡς ὁ λόγος ἔδειξε τί ἔδει ποιεῖν τὸν κύριον περὶ τούτου ἢ ποῖον ἔδει τέλος γενέσθαι τοῦ σώματος, ἅπαξ ἐπιβάντος 〈ἐν〉 αὐτῷ τοῦ λόγου; μὴ ἀποθανεῖν μὲν γὰρ οὐκ ἠδύνατο, ἅτε δὴ θνητὸν ὄν, καὶ ὑπὲρ πάντων προσφερόμενον εἰς τὸν θάνατον, οὗ χάριν καὶ ὁ σωτὴρ αὐτὸ κατεσκεύασεν ἑαυτῷ ναόν. μεῖναι δὲ νεκρὸν οὐχ οἷόν τε ἦν διὰ τὸ ζωῆς αὐτὸ ναὸν γεγενῆσθαι. ὅθεν ἀπέθανε μὲν ὡς θνητόν. ἀνέζησε δὲ διὰ τὴν ἐν αὐτῷ ζωὴν καὶ τῆς ἀναστάσεώς ἐστι γνώρισμα τὰ ἔργα.

Ἐκ τοῦ αὐτοῦ λόγου. Διὰ τοῦτο εἰκότως ἐνεδύσατο σῶμα ὁ σωτήρ, ἵνα συμπλακέντος τοῦ σώματος τῇ ζωῇ. μηκέτι ὡς θνητὸν ἀπομείνῃ ἐν τῷ θανάτῳ, ἀλλ᾽ ὡς ἐνδυσάμενος τὴν ἀθανασίαν, λοιπὸν ἀναστὰν ἀθάνατον διαμείνῃ. ἅπαξ γὰρ ἐνδυσάμενος φθορὰν οὐκ 〈ἂν〉 ἀνέστη, εἰ μὴ ἐνεδύσατο τὴν ζωήν. καὶ πάλιν θάνατος καθ᾽ ἑαυτὸν οὐκ ἂν φανείη, εἰ μὴ ἐν τῷ σώματι. διὰ τοῦτο ἐνεδύσατο σῶμα, ἵνα τὸν θάνατον ἐν τῷ σώματι εὑρὼν ἀπαλείψῃ. πῶς γὰρ ὁ κύριος ἂν ὅλως ἐδείχθη ζωή, εἰ μὴ τὸ θνητὸν ἐζωοποίησε.

Ἐκ τοῦ αὐτοῦ λόγου. Πότε δὲ καταγινώσκεσθαι ἤρξαντο οἱ παρὰ ποιηταῖς λεγόμενοι θεοὶ καὶ ἥρωες, ὄντες ἄνθρωποι θνητοί, εἰ μὴ ἀφ᾽ οὗ ὁ τοῦ θεοῦ λόγος κατὰ τοῦ θανάτου τρόπαιον εἰργάσατο καὶ ὃ ἀνέλαβε σῶμα τετήρηκεν ἄφθαρτον, ἀναστήσας αὐτὸ ἐκ τῶν νεκρῶν.