Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος μείζων

Μέγας Αθανάσιος

Η διάκριση των φύσεων και η ενοίκηση του Λόγου

Δογματική τεκμηρίωση των φυσικών ιδιωμάτων του Χριστού, της διάκρισης των ενεργειών Του και της ενοίκησης του αδημιούργητου Λόγου στο κτιστό σώμα, προς αναίρεση των πλανών των Μανιχαίων και των Αρειανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 4

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Γερμανὸν ἐπιστολῆς, ἧς ἡ ἀρχή· ἐντυχὼν τοῖς νῦν γραφεῖσιν. Πυνθάνεται ἀνθρωπίνως, ποῦ Λάζαρος κεῖται, —ἄνθρωπος γὰρ ἦν— ἐγείρει δὲ τοῦτον θεϊκῶς—ἦν γὰρ καὶ θεός. ὅθεν μὴ γελάτω τις λέγων παιδίον καὶ ἡλικίαν ὀνομάζων καὶ αὔξησιν καὶ τὸ φαγεῖν καὶ τὸ πιεῖν καὶ τὸ παθεῖν, ἵνα μὴ τὰ ἴδια τοῦ σώματος ἀρνούμενος, ἀρνήσηται τέλεον καὶ τὴν δι᾽ ἡμᾶς οἰκονομίαν αὐτοῦ. καὶ γὰρ ὥσπερ οὐκ ἀκολουθίᾳ φύσεως ἄνθρωπος γεγέννηται, οὕτως ἀκόλουθον ἦν σῶμα ἀναλαβόντα αὐτὸν δεικνύναι τὰ ἴδια τοῦ σώματος, ἵνα μὴ ἡ φαντασία τοῦ ἀθέου Μανιχαίου κρατήσῃ.

Τοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς εἰς τὸν σπόρον ὁμιλίας, ἧς ἡ ἀρχή· ἐν ἡμέρᾳ σαββάτου συνήθη〈μεν οὐ〉 νοσοῦντες Ἰουδαισμόν. Ἐπετίμων φησὶν τῷ σωτῆρι λέγοντες· «ἴδε τί ποιοῦσιν οἱ μαθηταί σου ὃ οὐκ ἔξεστι ποιεῖν ἐν σαββάτῳ» ὁ δὲ σωτὴρ πρὸς αὐτούς· οὐδὲ τοῦτο ἀνέγνωτε μελετᾶν ἐπαγγέλλεσθε· τὴν δὲ γνῶσιν οὐκ ἔχετε οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησε Δαυίδ· ὁ ἐκ Δαυὶδ μνημονεύει τοῦ Δαυίδ· ὁ ἐκ Δαυὶδ κατὰ σάρκα, πρὸ δὲ Δαυὶδ κατὰ πνεῦμα· ὁ κατὰ σάρκα μὲν τοῦ Δαυὶδ υἱός, κατὰ δὲ πνεῦμα τοῦ Δαυὶδ δεσπότης. ὁ ἐκ ῥίζης Ἰεσσαὶ βλαστήσας, ἡ ῥάβδος ἡ θαυμασία, ἡ τὸ μὲν γένος Ἰουδαίων συντρίβουσα, τῶν δὲ ἐθνῶν τὸ γένος ὡς ποίμνιον συνάγουσα.

G in the margin at the beginning: σημ(αίνει), at the end: σημ(αίνει) Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς ἑρμηνείας τῆς εἰς τὸ πᾶσα ἀνομία καὶ ἀσέβεια ἀφεθήσεται τοῖς ἀνθρώποις, ἧς ἡ ἀρχή· περὶ οὗ γράφων ἐδήλωσας εὐαγγελικοῦ ῥητοῦ συγγίνωσκε, ἀγαπητέ, συνείδησιν ἔχων ἀγαθήν.

Πάλιν γὰρ ἀσφαλείας ἕνεκεν τοῦτο εἰπεῖν οὐκ ὀκνητέον. τὸ διψῆν, τὸ κοπιᾷν, τὸ κοιμᾶσθαι, 〈τὸ ῥαπίζεσθαι〉, τὸ ἐσθίειν, ἀνθρώπου ἐστὶν ἴδια· τὰ δὲ ἔργα ἃ ἐποίει ὁ κύριος οὐκέτι ἀνθρώπου ἀλλὰ θεοῦ ἦν αὐτὰ ποιεῖν.

Ἐκ τοῦ αὐτοῦ λόγου. «Ἐὰν οὖν θεωρῆτε», φησίν. «τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; τὸ πνεῦμά ἐστι τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστι καὶ ζωή» καὶ ἐνταῦθα γὰρ ἀμφότερα περὶ ἑαυτοῦ εἴρηκε, σάρκα καὶ πνεῦμα. καὶ τὸ πνεῦμα πρὸς τὸ κατὰ σάρκα διέστειλεν, ἵνα μὴ μόνον τὸ φαινόμενον ἀλλὰ καὶ τὸ ἀόρατον αὐτοῦ πιστεύσαντες μάθωσιν, ὅτι καὶ ἃ λέγει οὐκ ἔστι σαρκικὰ ἀλλὰ καὶ πνευματικά. πόσοις γὰρ ἤρκει τὸ σῶμα πρὸς βρῶσιν, ἵνα καὶ τοῦ κόσμου παντὸς τοῦτο τροφὴ γένηται· ἀλλὰ διὰ τοῦτο τῆς εἰς οὐρανοὺς ἀναβάσεως ἐμνημόνευσε τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἵνα τῆς σωματικῆς ἐννοίας αὐτοὺς ἀφελκύσῃ καὶ λοιπὸν τὴν εἰρημένην σάρκα βρῶσιν ἄνωθεν οὐράνιον καὶ πνευματικὴν τροφὴν παρ᾽ αὐτοῦ διδομένην μάθωσιν. «ἃ γὰρ λελάληκα», φησίν, «ὑμῖν πνεῦμά ἐστι καὶ ζωή.» ἴσον τῷ εἰπεῖν· τὸ μὲν δεικνύμενον καὶ διδόμενον ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἐστὶν ἡ σὰρξ ἣν ἐγὼ φορῶ, ἀλλ᾽ αὐτὴ ὑμῖν καὶ τὸ ταύτης αἷμα παρ᾽ ἐμοῦ πνευματικῶς δοθήσεται τροφή, ὥστε πνευματικῶς ἐν ἑκάστῳ ταύτην ἀναδίδοσθαι πᾶσι φυλακτήριον εἰς ἀνάστασιν ζωῆς αἰωνίου.

Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ κατὰ Ἀρειανῶν τρίτου λόγου, οὗ ἡ ἀρχή· ἐγὼ μὲν ᾤμην τοὺς τῆς Ἀρείου μανίας ὑποκριτάς. Ὁ μὲν γὰρ Μωσῆς φύσει ἄνθρωπος ὢν πιστὸς ἐγίνετο πιστεύων τῷ διὰ τοῦ λόγου λαλοῦντι αὐτῷ θεῷ. ὁ δὲ λόγος οὐχ ὥσπερ τις τῶν γενητῶν ἦν ἐν σώματι, οὐδὲ ὡς κτίσμα ἐν κτίσματι, ἀλλὰ θεὸς ἐν σαρκὶ καὶ δημιουργὸς καὶ κατασκευαστὴς ἐν τῷ κατασκευασθέντι ὑπ᾽ αὐτοῦ.

Ἐκ τοῦ αὐτοῦ λόγου. «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον·» δῆλον δέ ἐστιν οἶκον εἶναι τῆς σοφίας τὸ ἡμέτερον σῶμα, ὅπερ ἀνέλαβεν ὁ κύριος. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἐπειδὴ γὰρ ἡ πρώτη 〈ἡ〉 διὰ τοῦ Ἀδὰμ ὁδὸς ἀπώλετο καὶ ἀντὶ τοῦ παραδείσου ἐξεκλίναμεν εἰς τὸν θάνατον ἠκούσαμέν τε· «γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.» διὰ τοῦτο ὁ φιλάνθρωπος τοῦ θεοῦ λόγος βουλήσει τοῦ πατρὸς ἐνδιδύσκεται τὴν κτισθεῖσαν σάρκα, ἵνα ἣν ἐνέκρωσεν ὁ πρῶτος ἄνθρωπος διὰ τῆς παραβάσεως, ταύτην αὐτὸς ἐν τῷ αἵματι τοῦ ἰδίου σώματος ζῳοποιήσῃ καὶ «ἐνκαινίσῃ ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν,» ὡς εἴρηκεν ὁ ἀπόστολος, «διὰ τοῦ καταπετάσματος, τουτέστι διὰ τῆς σαρκὸς αὐτοῦ.» Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἀρειανῶν δ᾽ λόγον, οὐ ἡ ἀρχή· οἱ Ἀρειομανῖται, ὡς ἔοικε, κρίναντες.