Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος μείζων

Μέγας Αθανάσιος

Η ιδιοποίηση της σάρκας και το απαθές της θεότητας

Ερμηνεία της συνύπαρξης ανθρώπινων αδυναμιών και θεϊκών έργων στο πρόσωπο του Σωτήρος, με έμφαση στην ορθή απόδοση των φυσικών παθών αποκλειστικά στη θνητή ανθρώπινη φύση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 4

Σωματικῶς, ὥς φησιν ὁ ἀπόστολος, κατῴκησεν ἡ θεότης ἐν τῇ σαρκί· ἴσον τῷ φάναι ‘θεὸς ὤν, ἴδιον ἔσχε σῶμα καὶ τούτῳ χρώμενος ὀργάνῳ, γέγονεν ἄνθρωπος’, καὶ διὰ τοῦτο τὰ μὲν ἴδια ταύτης ‘αὐτοῦ’ λέγεται, ἐπειδὴ ἐν αὐτῇ, οἷά ἐστι τὸ πεινᾷν, τὸ διψᾷν, τὸ πάσχειν, τὸ κοπιᾷν καὶ τὰ ὅμοια, ὧν ἐστιν ἡ σὰρξ δεκτική· τὰ δὲ αὐτοῦ τοῦ λόγου ἴδια ἔργα, οἷά ἐστι τὸ ἐγείρειν νεκροὺς καὶ τυφλοὺς ποιεῖν ἀναβλέπειν καὶ τὴν αἱμορροοῦσαν ἰᾶσθαι αὐτόν, διὰ τοῦ ἰδίου σώματος αὐτοῦ ἐποίει. καὶ ὁ μὲν λόγος τὰς τῆς σαρκὸς ἐβάσταζεν ἀσθενείας ὡς ἰδίας. αὐτοῦ γὰρ ἦν 〈ἡ〉 σὰρξ καὶ ἡ σὰρξ δὲ ὑπουργεῖ τοῖς τῆς θεότητος ἔργοις, ὅτι ἐν αὐτῇ ἐγίνετο. θεοῦ γὰρ ἦν σῶμα.

Ἐκ τοῦ αὐτοῦ λόγου. Ἵνα δὲ καὶ τὸ ἀπαθὲς τῆς τοῦ λόγου φύσεως καὶ τὰς διὰ τὴν σάρκα λεγομένας ἀσθενείας γινώσκειν τις ἀκριβέστερον ἔχῃ, καλὸν ἀκοῦσαι τοῦ μακαρίου Πέτρου. ἀξιόπιστος γὰρ οὗτος γένοιτ᾽ ἂν μάρτυς περὶ τοῦ σωτῆρος. γράφει τοίνυν ἐν τῇ ἐπιστολῇ λέγων· «Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί.» οὐκοῦν καὶ ὅταν λέγηται πεινᾷν καὶ διψᾷν καὶ κάμνειν καὶ μὴ εἰδέναι καὶ καθεύδειν καὶ κλαίειν καὶ αἰτεῖν καὶ φεύγειν καὶ γεννᾶσθαι καὶ παραιτεῖσθαι τὸ ποτήριον καὶ ἁπλῶς πάντα τὰ τῆς σαρκός, λεχθείη ἂν ἀκολούθως ἐφ᾽ ἑκάστου ‘Χριστοῦ οὖν πεινῶντος καὶ διψῶντος ὑπὲρ ἡμῶν σαρκί.’ καὶ μὴ εἰδέναι λέγοντος καὶ ῥαπιζομένου καὶ κάμνοντος ‘ὑπὲρ ἡμῶν σαρκί’. καὶ ὑψουμένου πάλιν καὶ γεννωμένου καὶ αὐξάνοντος καὶ φοβουμένου καὶ κρυπτομένου ‘σαρκὶ’ καὶ λέγοντος· «εἰ δυνατὸν παρελθάτω 〈ἀπ᾽ ἐμοῦ〉 τὸ ποτήριον» καὶ τυπτομένου καὶ λαμβάνοντος ‘ὑπὲρ ἡμῶν σαρκί’. ‘καὶ ὅλως πάντα τὰ τοιαῦτα ’ὑπὲρ ἡμῶν σαρκί‘.’ καὶ γὰρ καὶ αὐτὸς ὁ ἀπόστολος διὰ τοῦτο εἴρηκε ‘Χριστοῦ οὖν παθόντος’ οὐ θεότητι ἀλλ᾽ ‘ὑπὲρ ἡμῶν σαρκί’, ἵνα μὴ αὐτοῦ τοῦ λόγου ἴδια κατὰ φύσιν, ἀλλ᾽ αὐτῆς τῆς σαρκὸς ἴδια φύσει τὰ πάθη ἐπιγνωσθῇ.

μὴ τοίνυν ἐκ τῶν ἀνθρωπίνων τις σκανδαλιζέσθω, ἀλλὰ μᾶλλον γινωσκέτω ὡς τὴν φύσιν αὐτὸς ὁ λόγος ἀπαθής ἐστι καὶ ὅμως δι᾽ ἣν ἐνεδύσατο σάρκα λέγεται περὶ αὐτοῦ ταῦτα, ‘ἐπειδὴ τῆς μὲν σαρκὸς ἴδια ταῦτα,’ τοῦ δὲ σωτῆρος ἴδιον αὐτὸ τὸ σῶμα. καὶ αὐτὸς μὲν ἀπαθὴς τὴν φύσιν ὡς ἔστι διαμένει μὴ βλαπτόμενος ἀπὸ τούτων, ἀλλὰ μᾶλλον ἐξαφανίζων καὶ ἀπολλύων αὐτά.

Ἐκ τοῦ αὐτοῦ λόγου. Ταῦτα ἀναγκαίως προεξητάσαμεν, ἵν᾽ ἐὰν ἴδωμεν αὐτὸν δι᾽ ὀργάνου τοῦ ἰδίου σώματος θεϊκῶς πράττοντα ἢ λέγοντα, γινώσκωμεν ὅτι θεὸς ὢν ταῦτα ἐργάζεται. καὶ πάλιν, ἐὰν ἴδωμεν αὐτὸν ἀνθρωπίνως λαλοῦντα ἢ πάσχοντα, μὴ ἀγνοῶμεν ὅτι σάρκα φορῶν γέγονεν ἄνθρωπος καὶ οὕτω ταῦτα ποιεῖ καὶ λαλεῖ. ἑκάστου γὰρ τὸ ἴδιον γινώσκοντες καὶ ἀμφότερα ἐξ ἑνὸς πραττόμενα βλέποντες καὶ νοοῦντες ὀρθῶς πιστεύομεν καὶ οὔποτε πλανηθησόμεθα. ἐὰν δέ τις θεϊκῶς τὰ παρ᾽ αὐτοῦ μόνου γινόμενα βλέπων ἀρνήσηται τὸ σῶμα ἢ καὶ τὰ τοῦ σώματος ἴδια βλέπων ἀρνήσηται τὴν τοῦ λόγου ἔνσαρκον παρουσίαν ἢ καὶ ἐκ τῶν ἀνθρωπίνων ταπεινὰ τοῦ λόγου φρονήσῃ, ὁ τοιοῦτος ὡς μὲν Ἰουδαϊκὸς κάπηλος μίσγων τὸν οἶνον ὕδατι, ‘σκάνδαλον’ νομίσει τὸν σταυρὸν ὡς δὲ Ἕλλην⟦ων⟧ ‘μωρίαν’ ἡγήσεται τὸ κήρυγμα, οἷα δὴ καὶ οἱ θεομάχοι Ἀρειανοὶ πεπόνθασι. τὰ γὰρ ἀνθρώπινα βλέποντες τοῦ σωτῆρος ἐνόμισαν αὐτὸν εἶναι κτίσμα. οὐκοῦν ἔδει καὶ τὰ θεϊκὰ βλέποντας αὐτοὺς ἔργα τοῦ λόγου ἀρνήσασθαι τοῦ σώματος αὐτοῦ τὴν γένεσιν καὶ λοιπὸν καὶ Μανιχαίους ἑαυτοὺς συγκαταριθμεῖν.

Ἐκ τοῦ αὐτοῦ λόγου. Καὶ ὥσπερ πτύσαντος αὐτοῦ καὶ ἐκτείναντος χεῖρας καὶ φωνήσαντος Λάζαρον οὐκ ἐλέγομεν ἀνθρώπινα εἶναι τὰ κατορθώματα, εἰ καὶ διὰ τοῦ σώματος ἐγένετο ἀλλὰ θεοῦ. οὕτως ἐὰν τὰ ἀνθρώπινα λέγηται περὶ τοῦ σωτῆρος ἐν τῷ εὐαγγελίῳ, πάλιν εἰς τὴν φύσιν τῶν λεγομένων ἐνορῶντες καὶ ὡς ἀλλότρια τὰ τοῦ θεοῦ τυγχάνοντα μὴ τῇ θεότητι τοῦ λόγου ταῦτα λογιζώμεθα, ἀλλὰ τῇ ἀνθρωπότητι.

Ἐκ τοῦ αὐτοῦ λόγου. Ἀκούοντες δὲ τὸ ‘ἔκλαυσε’ καὶ τὰ ὅμοια, ταῦτα τοῦ σώματος ἴδια λέγειν μάλιστα ὅτι ἐν ἑκατέρῳ τούτων ἔχειν τὴν ἀφορμὴν εὔλογον, ὅτι τὸ μὲν ὡς περὶ θεοῦ γέγραπται, τὸ δὲ διὰ τὸ ἀνθρώπινον αὐτοῦ σῶμα λέγεται. οὐδὲ γὰρ ἐν ἀσωμάτῳ τὰ τοῦ σώματος ἂν γένοιτο, εἰ μὴ σῶμα λαβὼν ἦν φθαρτὸν καὶ θνητόν. θνητὴ γὰρ ἦν ἡ ἁγία Μαρία, ἐξ ἧς ἦν καὶ τὸ σῶμα. διὸ ἀνάγκη ἐν πάσχοντι σώματι, καὶ κλαίοντι, καὶ κάμνοντι γενομένου αὐτοῦ, 〈αὐτοῦ〉 λέγεσθαι μετὰ τοῦ σώματος καὶ ταῦτα, ἅπερ ἐστὶν ἴδια τῆς σαρκός. εἴ τε τοίνυν ἔκλαυσε καὶ ἐταράχθη, οὐκ ἦν ὁ λόγος, ᾗ λόγος ἐστίν, ὁ κλαίων καὶ ταραττόμενος, ἀλλὰ τῆς σαρκὸς ἴδιον ἦν τοῦτο. εἰ δὲ καὶ παρεκάλεσε παρελθεῖν τὸ ποτήριον οὐκ ἦν ἡ θεότης ἡ δειλιῶσα, ἀλλὰ τῆς ἀνθρωπότητος ἦν ἴδιον καὶ τοῦτο τὸ πάθος καὶ τὸ λέγει «ἵνα τί με ἐγκατέλιπες»;