Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος περὶ ὑπομονῆς

Μέγας Αθανάσιος

Πνευματικές προτροπές και πένθος για τους εκπεσόντες

Νουθεσίες προς τις εκκλησιαστικές τάξεις και αναδρομή στους προφητικούς θρήνους ως πρότυπο πένθους για όσους αρνήθηκαν την πίστη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 4

Ταῦτα γεγραφήκαμεν παρακαλοῦντες ὑμᾶς· ἀλλ᾽ ἔστι μέτρον ἑκάστου κατὰ τὴν ἑκάστου πολιτείαν ἴδιον. Ἕκαστος οὖν ὑμῶν φίλους ἑαυτοῦ ἄνω κτάσθω· διὸ ἡ Γραφὴ λέγει· Ἐν παντὶ καιρῷ φίλος ὑπαρχέτω σοι. Ἀδελφοὶ δὲ ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι· τούτου γὰρ χάριν γεννῶνται. Ὅσοι οὖν μιμηταὶ ἑκάστου τῶν προειρημένων εἰσὶ, τούτων συγκληρονόμοι ἔσονται, καὶ τούτους ἕξουσι φίλους ἐν ἡμέρᾳ ἀνάγκης. Εἴ τις πρεσβύτερος τυγχάνει, μιμείσθω Τιμόθεον προεστῶτα καλῶς, καὶ βαθμὸν ἑαυτῷ περιποιοῦντα καὶ πολλὴν παῤῥησίαν ἐν Χριστῷ.

Εἴ τις διάκονός ἐστι, μιμείσθω τοὺς περὶ Στέφανον ἑπτὰ πιστευθέντας διακονεῖν, οἳ καὶ πιστοὶ πλήρεις Πνεύματος ἁγίου ἐγένοντο. Εἴ τις ἀναγνώστης, συμμέτοχος γενέσθω τοῦ λέγοντος· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου· καὶ ὡς εἶπεν ὁ Πέτρος· Εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ· καὶ, Ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου. Ὅσοι μοναχοὶ τέλειοι, ἐχέτωσαν τούτους τοὺς ἁγίους ἄνδρας εἰς φίλους, Ἡλίαν, Ἑλισσαῖον, Ἰωάννην· οἱ δὲ ἐν αὐτοῖς νεώτεροι μιμείσθωσαν τοὺς τότε τρεῖς ἁγίους μετὰ τῶν Μακκαβαίων. Αἱ δὲ παρθένοι προσδοκώμεναί εἰσι μετὰ τῶν συνεταιρίδων ἐν οὐρανοῖς Μαρίας ἅμα ἀδελφῆς Ἀαρὼν, καὶ τῆς Μαρίας καὶ Θέκλης τῆς ἐκτιλάσης τὴν σαρκικὴν ἐπιθυμίαν ἀφ᾽ ἑαυτῆς, καὶ τῶν τεσσάρων θυγατέρων Φιλίππου τῶν προφητευουσῶν. Αἱ δὲ χῆραι πολιτευόμεναι ἔστωσαν ὥσπερ Δεβόῤῥα κρίνουσα τὸν λαὸν, ἥτις ἐχρημάτισε μήτηρ ἐν Ἱερουσαλήμ· καὶ ὡς Ἰουδὴθ ἐν τῇ φρονιμότητι καὶ ἁγιασμῷ τὴν κεφαλὴν Ὁλοφέρνου ἀφειλαμένη· καὶ ὥσπερ Ἄννα θυγάτηρ Φανουὴλ, ὀγδοήκοντα τεσσάρων ἐτῶν οὖσα, ἦν ἐν τῷ ἱερῷ λατρεύουσα ἐν νηστείαις καὶ δεήσεσι, καὶ ἐπὶ τέλει ἀνθωμολογεῖτο τῷ Κυρίῳ.

Ὅσοι πρεσβῦται τῇ ἡλικίᾳ εἰσὶν, ἔστωσαν μιμηταὶ τοῦ ἀγαθοῦ πρεσβείου τοῦ Ἀβραὰμ ἐν τῇ φιλοξενίᾳ, καὶ ὥσπερ Ἰσαὰκ καὶ Ἰακὼβ, Ἰώβ τε καὶ Λώτ. Ὅσαι δὲ πρεσβύτιδες ἢ χῆραι, ζηλούτωσαν τὴν χήραν τὴν ἐν Σαραιπτὰ, καὶ τὴν προσενεγκαμένην τὰ δύο λεπτά. Νῦν δὲ, ἀγαπητοί μου ἐν Κυρίῳ, χωρὶς πολυλογίας, καιρός ἐστι τοῦ πενθῆσαι. Ἐγένετο δὲ μετὰ τὸ αἰχμαλωτευθῆναι τὴν Ἱερουσαλὴμ, καὶ Ἰσραὴλ ἐρημωθῆναι, ἐκάθισεν Ἱερεμίας κλαίων, καὶ ἐθρήνησε τὸν θρῆνον τοῦτον ἐπὶ Ἱερουσαλὴμ, καὶ εἶπε· Πῶς ἐκάθισε μόνη ἡ πόλις ἡ πεπληθυμένη λαῶν; ἐγενήθη ὡς χήρα· οἱ γὰρ ἅγιοι ἐπὶ τῇ τῶν ἀνθρώπων πτώσει κλαίουσιν. Ἰδοὺ γὰρ σήμερον ἡ Ἐκκλησία ὡς χήρα γεγένηται· ἰδοὺ ὁδοὶ Σιὼν πενθοῦσι παρὰ τὸ μὴ εἶναι ἐρχομένους ἐν ἑορτῇ· ἰδοὺ οἱ ἱερεῖς αὐτῆς ἀναστενάζουσι, καὶ αἱ παρθένοι αὐτῆς ἄγονται, ἀπεκλείσθη ἡμῶν τὸ Σάββατον, καὶ ἡ ἑορτὴ, καὶ ἡ νεομηνία.

Καὶ ἐν ἄλλῳ τόπῳ κλαίει ὁ προφήτης λέγων· Κλαύσομαί σε, ἄμπελος Σέβαμα· τί ὠλοθρεύθησαν τρυγηταί σου; ὁ οἶνός ἐστιν ἐν ληνῷ χρῄζων κούφων ἀξίων χωρῆσαι τοῦτον. Πολλὰ δὲ διὰ τὸ πλῆθος τῶν τετραυματισμένων ἐν τῷ νῦν καιρῷ παρῃτήσαντο τετραυματισμένοι. Ὅσοι γοῦν ἀβλαβεῖς ἔμειναν κοῦφα νέα διατετηρημένα προσερχέσθωσαν μεταλαβεῖν. Καὶ πάλιν ἐν ἄλλῳ τόπῳ κλαίει λέγων· Τίς δῴη τῇ κεφαλῇ μου ὕδωρ, καὶ ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσωμεν τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτὸς, τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου, τοὺς σοφοὺς ὄντας εἰς τὸ κακοποιῆσαι, τὸ δὲ καλὸν ποιῆσαι μὴ ἐπεγνωκότας; Τοῦτο ποιοῦντες κλαίοντες ἐπὶ τῷ πτώματι τῶν ἀνθρώπων. Ὁ προφήτης δὲ πάλιν Ἰεζεκιὴλ ἐθρήνει ἐφ᾽ ἕκαστον τῶν ἀποπεπτωκότων, ὥσπερ αὐτῷ εἴρηται· Λάβε θρῆνον ἐπὶ τὸν ἄρχοντα Τύρου. Καὶ οὐκ ἐπὶ τὸν ἄρχοντα Τύρου μόνον κλαίει, ἀλλ᾽ ἐπὶ τοὺς πολλοὺς τάχα ἐκ τῶν αὐτοῦ δακρύων καταντήσουσιν· σκοποὶ γὰρ τυγχάνουσι τοῦ παντὸς, καὶ διίκτορες τοῦ πενθεῖν. Καὶ ὁ Δαυῒδ ἔκλαιεν ἐπὶ τῷ πτώματι δυνατῶν λέγων· Πῶς ἔπεσον δυνατοὶ, καὶ ἀπώλοντο σκεύη πολεμικά;

Μὴ ἀναγγείλατε ἐν Γὲθ, μηδὲ ἐν ὁδοῖς Ἀσκαλῶνος, μήποτε εὐφρανθῶσι θυγατέρες ἀπεριτμήτων· ἰδοὺ γὰρ καὶ σήμερον ἔπεσαν δυνατοὶ, καὶ μεγάλα σκεύη πολεμικὰ, ἅπερ δεῖ κλαίειν. Ἔκλαιε δὲ ἐπὶ τὸν Ἀβεσσαλὼμ, οὐχ ὅτι ἀπέθανεν, ἀλλ᾽ ὅτι παρηνόμησε. Καὶ ἡμεῖς τοίνυν μὴ τοὺς τελευτήσαντας κλαύσωμεν, ἀλλὰ τοὺς τὴν ἰδίαν πίστιν ἀπαρνησαμένους.

Δεξώμεθα καὶ τὸν λόγον τοῦ προφήτου Ἰωὴλ, καὶ ἐπιτελέσωμεν, ὡς προστάττει καὶ προσκαλεῖται κλαίειν ἐπὶ τοὺς ἐν ἀπωλείᾳ λέγων· Ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. Κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες θυσιαστηρίῳ, καὶ ἐροῦσι· Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη, μήποτε εἴπωσιν ἐν τοῖς ἔθνεσι· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Τάχα δέ πως καὶ ἡμῖν λεχθείη τὸ, Καὶ ἐζήλωσε Κύριος τὸν λαὸν αὐτοῦ, καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ. Καὶ ἐν τοῖς Θρήνοις πάλιν κεῖται· Τείχη Σιὼν καταγαγέτωσαν ὡσεὶ χειμάῤῥους δάκρυα ἡμέρας καὶ νυκτός. Μὴ ἆρα τείχεσιν ἢ λίθοις λέγει, ἢ πάντως τοῖς οὖσιν ἁγίοις τείχεσι τῆς Ἐκκλησίας; Ἰδοὺ γὰρ ἐπὶ πάντας αὐτοὺς πεπλήρωται καταγαγόντας ὡσεὶ χειμάῤῥους δάκρυα πανταχοῦ.

Νῦν δὲ ἐπιλαβώμεθα καὶ τοῦ τῆς ᾨδῆς λόγου· Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν. Ὥσπερ οἱ προεστῶτες νῦν καὶ οὐκ ἔχοντες ποῦ τὰ σπέρματα καταβάλωσιν. Ἀλλ᾽ ὅμως ἐρχόμενοι ἥξουσιν ἐν ἀγαλλιάσει φέροντες τὰ δράγματα αὐτῶν. Μακάριοι γὰρ οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται· καὶ τὸ, Ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις.