Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος περὶ ὑπομονῆς

Μέγας Αθανάσιος

Το υποδειγματικό πάθος του Χριστού και κατακλείδα

Αναφορά στα πάθη, τη σταύρωση και την ανάσταση του Κυρίου ως του απόλυτου προτύπου υπομονής, και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 4

Οἱ γὰρ ἀπόστολοι καὶ τότε κλαίοντες τὸ ἑσπέρας, ἠγαλλιάσαντο πρωΐας. Καὶ ἡ Μαγδαληνὴ Μαρία παρεκάθητο τῷ μνημείῳ κλαίουσα· ταύτῃ ὀφθεὶς ὁ Κύριος ἀφεῖλε τῶν αὐτῆς ὀφθαλμῶν τὰ δάκρυα· ἐπληρώθη τὸ προλέγοντο· Καὶ ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου. Μνήσθητε τοῦ Κυρίου ἡμῶν, ὅτι τοσαῦτα ἔπαθε δι᾽ ἡμᾶς· ἐξεδύθη τὸν ἱματισμὸν, ἐνέδυσαν αὐτὸν χλαμύδα κοκκίνην, περιέθηκαν αὐτῷ στέφανον ἐξ ἀκανθῶν, ἐνέπτυσαν αὐτῷ, ἐνέπαιξαν αὐτῷ, καὶ ἐῤῥαπίσθη ὑπὸ ὑπηρέτου ὁ τῶν ἁπάντων Δεσπότης. Ἐκρεμάσθη ἐπὶ ξύλου, ἐπότισαν αὐτὸν ὄξος μετὰ χολῆς, διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βλέποντος, λόγχῃ τὴν πλευρὰν ἔνυξαν, παρέθετο τὸ πνεῦμα εἰς χεῖρας τοῦ Πατρὸς, ἐτέθη τὸ σῶμα αὐτοῦ ἐν μνημείῳ, ἀνέστη τῇ τρίτῃ ἡμέρᾳ, ἀνελήφθη ἐν δόξῃ εἰς οὐρανοὺς, προεκήρυξαν αὐτὸν ἅγιοι ἄγγελοι λέγοντες· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν. Ἀναλογίσασθε οὖν τὸν τοιαύτην ὑπομονὴν ἐνδειξάμενον, ἵν᾽ ὅστις ἂν μιμητὴς αὐτοῦ γίνηται, οὗτος καὶ συγκάθεδρος καὶ συγκληρονόμος αὐτοῦ γένηται, ὡς αὐτὸς ἐπηγγείλατο, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.