Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος περὶ ὑπομονῆς

Μέγας Αθανάσιος

Η αναγκαιότητα της υπομονής στις θλίψεις

Προτροπή προς τους πιστούς για τη σημασία της υπομονής στις δοκιμασίες με προοπτική τη βασιλεία των ουρανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΑΥΤΟΥ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΠΕΡΙ ΥΠΟΜΟΝΗΣ. Ὁ ἡμέτερος διδάσκαλος Παῦλος παραγγέλλει, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ. Κοινὸν μὲν τὸ παράγγελμα, μᾶλλον δὲ ἐπαγγέλλει τοῖς ἁγιωσύνην ἀσκοῦσιν. Ἡ παρθένος τὴν μὲν φύσιν ἐστὶν ὁμοία ταῖς ἄλλαις γυναιξὶ, τῇ δὲ προθέσει τὴν φύσιν ὑπερβᾶσα. Καὶ τῷ ἁγίῳ ἁγίως προσελθεῖν θελήσασα, εἰ μὲν κατορθοῖ ἐνταῦθα, θαῦμα μέγα ἀπηνέγκατο· εἰ δὲ προθεμένη οὐκ ἐτελείωσεν, ἐξαίσιον τὸ τοιοῦτον πτῶμα γεγένηται· καὶ γὰρ χαλεπώτερόν ἐστιν ἀπὸ ὑψηλοτέρων πεσεῖν, ἢ ἀπὸ τῶν χαμαὶ καταπίπτειν. Καὶ ὅσῳ μεγάλη ἐστὶν ἡ ἐπαγγελία, τοσούτῳ χείρων ἡ πτῶσις. Ἡ γὰρ ἐπαγγελία ὑπερβαίνει τὴν φύσιν, καὶ εἰς τὸν οὐρανὸν αὐτὴν ἀναφέρει, καὶ μετὰ ἀγγέλων χορεύειν αὐτὴν κατασκευάζει.

Ἐντεῦθεν ἤδη τῇ πολιτείᾳ, ὥς φησι καὶ ὁ Σωτὴρ τῷ ἀξιώματι τούτῳ μαρτυρῶν, ὅτι μετὰ τὴν ἀνάστασιν τῶν νεκρῶν ὁ βίος ἐστὶ, φησὶν, ἡ προσδοκία τῶν ἀνθρώπων. Καὶ πάλιν λέγει, ὅτι Οἱ καταξιωθέντες τῆς ἀναστάσεως τῶν μελλόντων ἀγαθῶν οὔτε γαμοῦσιν οὔτε γαμίσκονται. Ὃ τοίνυν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ταῖς ἐπαγγελίαις ἀπόκειται, τοῦτο προλαβοῦσα ἥ τινων προαίρεσις, ἔχει καὶ κέκτηται. Οἱ γὰρ ἅγιοι, οἵτινες τὸν λογισμὸν ἔχουσιν ἀνατεταμένον πρὸς τὸν Θεὸν, καὶ ἐσθίοντες ἐκ τῆς οὐρανίου τροφῆς, ἡγήσαντο ὡς φυλακὴν τὸν κόσμον τοῦτον, καὶ τὰ σώματα αὐτῶν εἰς μαρτυρίαν παραδεδώκασι, καὶ τὴν ἰδίαν ψυχὴν τετηρήκασιν ἁγνὴν, ἵνα ὁ Θεὸς οἰκήσῃ ἐν αὐτοῖς.

Ὑπέμενον δὲ, ὥσπερ ὁ Κύριος ἡμῶν λέγει, ὅτι Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται· καὶ καθάπερ ὁ ψαλμῳδός φησιν· Ἐκοπίασεν εἰς τὸν αἰῶνα, καὶ ζήσεται εἰς τέλος· ὅσοι γὰρ δίκαιοι τὴν ἐλπίδα αὐτῶν ἐν τῷ Θεῷ ἔχουσιν, ἀνάπαυσιν σαρκικὴν οὐκ ἐσχήκασι, χωρίζουσαν αὐτοὺς ἀπὸ τοῦ Θεοῦ· ἀλλ᾽ ἔμενον ἐν κόποις, μὴ δειλιῶντες, οὔτε μὴν διστάζοντες περὶ τῶν θείων ἐπαγγελιῶν· ἀλλ᾽ ὑποδεχόμενοι τὰς θλίψεις ἐλαφρῶς, μνημονεύουσι τοῦ διὰ τοῦ Ἀποστόλου λέγοντος· Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε. Καὶ μαρτυρεῖ καὶ περὶ τῶν μὴ προσδεξαμένων τὴν ἀπολύτρωσιν, ὅτι οὐκ ἤθελον ἀναστρέψαντες πάλιν εἶναι ἐν τοῖς οὐρανίοις· ἡμᾶς δὲ οὐ δεῖ εἶναι ἐν τοῖς κοσμικοῖς, ἀλλὰ μεταβῆναι εἰς τὸ συνεῖναι τῷ Θεῷ.