Ἔργον
Μέγας Αθανάσιος – Λόγος πρὸς Ἀντίοχον ἄρχοντα
Η ημέρα της Κρίσεως και οι αιώνιες τιμωρίες
Περιγραφή του φοβερού βήματος του Θεού, της φανέρωσης των κρυπτών πράξεων και του ελέγχου της συνειδήσεως μπροστά στα μαρτύρια της κολάσεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η ημέρα της Κρίσεως και οι αιώνιες τιμωρίες
Περιγραφή του φοβερού βήματος του Θεού, της φανέρωσης των κρυπτών πράξεων και του ελέγχου της συνειδήσεως μπροστά στα μαρτύρια της κολάσεως.
Πολλοὶ γὰρ ὡς ἀληθῶς πανταχόθεν ἀγγελικῶν δυνάμεων ἡμᾶς παρειστήκεισαν, τὰ λεγόμενά τε καὶ γινόμενα παρ᾽ ἡμῶν, καὶ νοούμενα μέχρι ψιλῆς ἐνθυμήσεως, δι᾽ ἀκριβείας πάσης ἐν οὐρανῷ καταγράφοντες, πρὸς ἔλεγχον ἡμῶν ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως· ὅτε πᾶσα τῶν ὁρατῶν ἡ κτίσις, κλονουμένη κατ᾽ ἔπειξιν ἄφατον, πρὸς τὴν οἰκείαν ὠθεῖται συντέλειαν· καὶ ὁ οὐρανὸς καὶ ἡ γῆ ῥιζηδὸν παρελεύσεται, καὶ τὰ διὰ μέσου στοιχεῖα καυσούμενα λυθήσονται· καὶ Παλαιὸς ἡμερῶν καθέξεται, καὶ βίβλοι ἀνοίγονται, τῶν ἡμετέρων ἔργων τε καὶ λόγων καὶ νοημάτων τὰ ἔγγραφα, πιστῶς τε καὶ ἀνοθεύτως ἔχουσι. Χίλιαί τε χιλιάδες λειτουργοῦσιν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ, καὶ ἀπειλὴ πυρὸς πανταχοῦ διατρέχουσα καὶ τὰ κύκλῳ πάντα περιλαμβάνουσα, καὶ ὄρη ὡσεὶ κηρὸν ἐκτήκουσα· ποταμὸς γὰρ πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· ἡνίκα τάρταρος καὶ βόθρος ἀχανὴς καὶ ἀνείκαστος, καὶ σκότος ἐξώτερον, καὶ σκώληξ ἀκοίμητος, ἀναδειχθῶσι παρόντα.
Καὶ ὁ ἐπ᾽ αὐτὰς φόβος εἱστήκει μετέωρος, ἐκδεχομένων τὴν ἔκβασιν· καὶ ὀργῆς ἄγγελοι κολαστικοὶ, πῦρ ἀποστίλβοντες, πῦρ τε βλέποντες, καὶ πῦρ ἀναπνέοντες, ἕτοιμοι εἰς πᾶσαν ἐκδίκησιν πάσης παρανομίας ἑστήκασι. Πᾶσά τε πρὸς τούτοις κτίσις ἐπίγειός τε καὶ ἐπουράνιος, ὅση τε ἐν ἀγγέλοις καὶ ταῖς ὑπὲρ ἀγγέλοις δυνάμεσι, καὶ ὅση ἐν οὐρανοῖς παρίστανται μετὰ τρόμου τὴν φοβερὰν τῆς θείας βουλῆς ἐκδεχόμενοι φανέρωσιν. Ἐφ᾽ ὧν κατειόντων ἡμῶν, ἀναγνωσθήσονται πράξεις, καὶ τῶν κρυπτῶν γύμνωσις γενήσεται· ὥστε πάντας οὕτως γινώσκειν ἀλλήλων τὰς ἁμαρτίας· ὡς ἕκαστος τὰς ἑαυτοῦ, τὴν βίβλον ἀναγινώσκειν τῆς ἑαυτοῦ συνειδήσεως. «Ἐλέγξω σε» γὰρ, φησὶ, «καὶ παραστήσω κατὰ πρόσωπόν σου» τὰς ἁμαρτίας σου· καὶ πάλιν, «Κυκλώσει αὐτοὺς τὰ διαβούλια αὐτῶν.» Καὶ ἰδοὺ ἄνθρωπος καὶ τὸ ἔργον αὐτοῦ, καὶ δικαστὴς ἀπαραλόγιστος, παρισταμένην ἔχων τὴν μεγαλοπρεπῆ τῶν οὐρανίων ταγμάτων δύναμιν, ὑψηλῶς προκαθέζεται πᾶσαν ἀπαστράπτων δικαιοσύνην, καὶ ἑκάστῳ δι᾽ ἀποδόσεως ἀληθοῦς καὶ δικαίας νέμων τὰ πρὸς ἀξίαν, τοῖς μὲν ἐκ δεξιῶν διὰ τὰς καλὰς πράξεις σταθήσιν προσηνὴς πράως ἐπιεικὴς, τὴν ἡτοιμασμένην ἀπὸ καταβολῆς κόσμου βασιλείαν διδούς· τοῖς δὲ ἐξ εὐωνύμων διὰ τὴν ἐρημίαν τῶν ἀγαθῶν ἔργων στάσει λαχόντας, εἰς τὸ αἰώνιον πῦρ, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, μετ᾽ ὀργῆς ἀπωθούμενος.
Τίς ἐκεῖνο τὸ πῦρ ἐνέγκοι μενόμενον; τίς οὐ καταπτήσσει τὸ ξένον ἐκεῖνο τοῦ σκώληκος θέαμα; Τίς τοῦ σκότους ἐκείνου τοῦ ἐξωτέρου τὸ παχύν τε ὁμοῦ καὶ βαρὺν φέρειν δυνήσεται; Τίς μυκώμενον τὸν τάρταρον, καὶ ἐκ πυθμένος αὐτῷ συμβραζομένην τὴν ἄβυσσον ὑποστήσεται; Τίς τῶν ἐπὶ τοῦτο τεταγμένων ἀγγέλων τὸ βλοσυρόν τε καὶ δριμὺ τοῦ βλέμματος, καὶ τοῦ προσώπου τὸ κατηφὲς οὐχ ὑποτρέμει δονούμενον; Τίς τὸ πάντων δεινότερον τῶν κακῶν, τὴν ἀποστροφὴν τοῦ προσώπου τοῦ φύσει πράου καὶ φιλανθρώπου Θεοῦ καὶ οἰκτίρμονος οὐ φοβηθήσεται; Ἅπασα κτίσις συναποστρέφεται καὶ βδελύττεται τοὺς διὰ φιλαπεχθήμονα γνώμην ἑαυτοὺς τοσούτοις κακοῖς περιπείραντας, ἀγανακτοῦσα κατ᾽ αὐτῶν ἐνδίκως, ὡς τοιούτους ἑαυτοὺς φανῆναι τὸν φύσει τε καὶ μόνον φιλάνθρωπον Θεὸν θεασαμένων;
Τίς τὴν κατὰ συνείδησιν ἀπέραντον αἰσχύνην μέλλουσαν ἔσεσθαι ἐπὶ τῇ φανερώσει τῶν κρυπτῶν ὑποστήσεται; Τίς τὸν ἀσίγητον κλαυθμὸν καὶ τὸ πικρὸν ἐκεῖνο δάκρυον, καὶ τὸν βρυγμὸν τῶν ὀδόντων, καὶ τοὺς κωκυτοὺς τῶν ἐν ταῖς βασάνοις πιεζομένων, ἢ τῶν ἐκ τῆς ἀμελείας πόνων, κατὰ μέσης αὐτῶν ἐπικειμένων τῆς καρδίας, καὶ διασμύχοντας δικαίως αὐτῶν, τίς δυνήσεται; Τίς τὴν ἐγγινομένην αὐτοῖς στενοχωρίαν ἐκ τοῦ μὴ ἐλπίζειν προθεσμίαν μεταποιήσεως, καὶ τέλος τῆς ἐπικειμένης κολάσεως, μηδὲ πρὸς τὸ εὐζῇν πάλιν μεταβολὴν ἐκδέχεσθαι, ἢ προσδοκᾷν, ἐξειπεῖν ἐστιν ἱκανός; Τελευταῖον γὰρ ἐκεῖνο καὶ μόνον φοβερὸν δικαστήριον, καὶ δίκαιον πλέον ἢ ὅσον ἐπίφοβον· καὶ διὰ τὸ τυχὸν φοβερὸν, ὅτι δίκαιον, καὶ τὸ πάντας ἑαυτῷ κατὰ τὴν δικαίαν ψῆφον ἐναποκλεῖον τοὺς αἰῶνας. Τίς τὰς οἰμωγὰς καὶ τοὺς στεναγμοὺς τοὺς ἐκ μέσης αὐτῶν προσφερομένους τῆς καρδίας, καὶ αὐτῶν καθαπτομένων τῶν μυελῶν, καὶ πικρῶς τὰ σπλάγχνα καταδακνόντων, ἐπὶ νοῦν λαμβάνων δακρύων ἐλεύθερος εἶναι δυνήσεται; Τίς τὸν θρῆνον καὶ τὸν ὀλοφυρμὸν ἐνέγκοι χωρὶς καὶ τῆς ἐπ᾽ αὐτῆς κατηφείας, καὶ μεθ᾽ οἵων προσφερομένους τῶν μεταμελείας λόγων τῶν τε πρὸς ἑαυτὸν ἑκάστου τῶν κολαζομένων, καὶ πάντων πρὸς πάντας;
Τότε γὰρ ἀληθῶς ἐπιγνώμων τῶν ἑαυτοῦ πταισμάτων καθέστηκεν ἕκαστος, ὅτ᾽ ἂν ἐφ᾽ ἑαυτῶν γυμνὰ φανῶσι τὰ πράγματα, καὶ παντὸς κωλύματος ἀπάτης ἐλεύθερα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.