Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος πρὸς Ἀντίοχον ἄρχοντα

Μέγας Αθανάσιος

Η δίκαιη ανταπόδοση και ο θρήνος των καταδικασμένων

Η ομολογία των αμαρτωλών για τη ματαιότητα του επίγειου βίου και η αντιστοιχία των σαρκικών και πνευματικών παθών με τα αιώνια βάσανα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 4

Δικαία ἡ κρίσις σου, ὁ Θεός· ἐκάλεσας γὰρ ἡμᾶς, καὶ οὐχ ὑπηκούσαμέν σου· λόγους δὲ παρεῖχες ἡμῖν, καὶ οὐ προσέσχομεν· τοιγαροῦν ἀλλὰ ἀκύρους ἐποιοῦμεν τὰς σὰς βουλάς. Δικαίως ἦλθεν εἰς ἡμᾶς ἀπώλεια καὶ ὄλεθρος καὶ καταιγὶς καὶ θλίψις καὶ πολιορκία.

Καὶ νῦν ἡμεῖς ἐπικαλούμεθά σε, καὶ οὐκ εἰσακούεις, καὶ ζητοῦμεν παρὰ σοῦ, καὶ οὐχ εὑρίσκομεν ἔλεος. Οἱ γὰρ μισήσαντες σοφίαν καὶ λόγον Κυρίου μὴ προσελόμενοι, μηδὲ θελήσαντες Θεοῦ προσέχειν βουλὰς, τοιούτους δρεπόμεθα τοὺς καρποὺς τῶν οἰκείων σπερμάτων, καὶ τῆς ἑαυτῶν ἀνοίας ἐμπιμπλάμεθα· Ἀπετύφλωσε γὰρ ἡμᾶς ἡ ἀπάτη τοῦ βίου, καὶ οὐκ ἔγνωμεν μυστήρια Θεοῦ, οὐδὲ μισθὸν εἶναι τὸ σύνολον ἠλπίσαμεν ὁσιότητος· καὶ διὰ τοῦτο τρίβοις ἀνομίας ἐνεπλήσθημεν. Διωδεύσαμεν δὲ τρίβους ἀβάτους, δηλαδὴ τῆς θείας ἐπισκοπῆς· τὴν δὲ ὁδὸν Κυρίου οὐκ ἔγνωμεν. Καὶ τίς ὁ πλοῦτος ὃς μετὰ ἀλαζονείας συμβέβληται ἡμῖν; παρῆλθεν ἐκεῖνα πάντα ὡς σκιὰ καὶ ὡς ἀγγελία παρατρέχουσα, καὶ ὡς ναῦς διερχομένη κυμαινόμενον ὕδωρ, ἧς διαβάσης, οὐκ ἔστιν ἴχνος εὑρεῖν, οὐδὲ ἀτραπὸν τροπαίως αὐτῆς ἐν κύμασιν.

Ἢ ὡς ὀρνέου διαπτάντος ἀέρα, οὐδὲν εὑρίσκεται τεκμήριον πορείας. Παρῆλθεν ἐκεῖνα πάντα, τοῦτο τὸ πῦρ ἡμῖν ἀφέντα, κληρονομίαν εἰς πάντας διαμένουσαν αἰῶνας. Δικαία ἡ κρίσις σου, ὁ Θεός· ταῦτα γὰρ λέγοντες οὐδέποτε παυσόμεθα λοιπόν· ἐκαλούμεθα, καὶ οὐχ ὑπηκούομεν· ἐνουθετούμεθα, καὶ οὐ προσέχομεν.

Περὶ τούτων καθ᾽ ἑκάστην ἡμέραν ἐδιδασκόμεθα τῶν δεινῶν, καὶ κατεφρονοῦμεν τῶν λεγομένων· οὐκ ἐλύπει ἡμᾶς τότε κἂν μικρὸν τὰ περὶ τούτων ῥήματα· ἐπεὶ οὐκ ἂν σφοδρῶς οὕτως ἐλύπει τὰ πράγματα· λῆρος ἡμῖν ἐνομίζετο τὰ νῦν ἡμῶν συνέχοντα τὴν ζωήν. Τοῦτο συνεχῶς ἐπᾴδομεν· Ὢ τῆς ῥᾳθυμίας! ὢ τῆς ἀπάτης! ὢ τῶν κακῶν βουλευμάτων! ὢ τῶν πονηρῶν συναλλαγμάτων! ὢ τοῦ θαύματος τῆς ἐπὶ τούτοις τοῦ Θεοῦ δικαίας κρίσεως καὶ ἀποφάσεως!

Πῶς ἑκάστου τῶν ἡμετέρων ἁμαρτημάτων εἴδους πρόσφορον ἡμῖν ἀντέδωκε βάσανον! δι᾽ οἰκτρὰν γὰρ καὶ ἀπόπτυστον σαρκὸς ἡδονὴν, ταύτην ἔχειν τὴν φοβερὰν δικαίως κατεκρίθημεν γέενναν· τὸν ζόφον καὶ τὸ σκότος τοῦτο οἰκεῖν κατεκρίθημεν. Ἐπειδὴ ἠγαπήσαμεν πάντα τὰ αἰσχρὰ, καὶ πάντων ὁμοῦ τῶν θείων ἀγαθῶν καταφρονήσαντες, τὰ ἱππικὰ καὶ τὰ θέατρα καὶ τὰ κυνηγέσια προετιμήσαμεν, ἐν οἷς δαιμόνων ἐχόρευον δῆμοι, καὶ πᾶσα θεία ἀγγέλων ἀπῆν σκοπιὰ καὶ ἐπίγνωσις. Ἔνθα τὸ μὲν σεμνὸν τῆς εὐφροσύνης πολλοῖς καθυβρίζετο τρόποις· τὸ δὲ τῆς ἀκολασίας κακόν τε καὶ βδελυρὸν ἐσεμνύνετο. Δικαίως τοῦ φωτὸς ἐστερήμεθα νῦν, ὅτι πρὸς δόξαν τοῦ πεποιηκότος Θεοῦ τὴν κτίσιν κατὰ τὴν πρόσκαιρον ἡμῶν ζωὴν οὐκ ἐθεασάμεθα· ἀλλ᾽ ἐμολύναμεν τοὺς ὀφθαλμοὺς ἡμῶν καὶ τὰ ὦτα καὶ γλῶσσαν, μᾶλλον δὲ τὴν κατ᾽ εἰκόνα Θεοῦ γεγενημένην ψυχὴν πᾶσι τοῖς τῷ Θεῷ μισουμένοις θεάμασί τε καὶ ἀκροάμασι καὶ ῥήμασι, καὶ ταῖς κατ᾽ ἀλλήλων βασκανίαις ἐφθείραμεν, εἰς δὲ τὸν τάρταρον τοῦτον ἀπεῤῥίφημεν, πήξει καὶ βυθῷ κατ᾽ αὐτῶν τρυχόμενοι δεινῶς. Ἐπειδὴ τῆς μὲν ὑψηλῆς καὶ τῶν ὑψηλῶν καὶ θείων προξενοῦν ταπεινοφροσύνης προεκρίναμεν τὴν ὑπερηφανίαν, καὶ τὸ τῆς ἀρετῆς στενόν τε καὶ σύντονον διὰ τὴν τῆς σαρκὸς ὑπερβάλλουσαν θρύψιν τε καὶ διάθεσιν ἀπεωσάμεθα.

Ποῦ νῦν ἡμῶν ἐστιν ἡ ὑπερηφανία, καὶ ἡ διὰ τὴν ἀλαζὼν πρὸς πάντας διάθεσις, καὶ ἡ τῆς σαρκὸς βλακώδης καὶ εὐδιάχυτος θρύψις; Ὢ τῆς ἀβουλίας! ἀντὶ γέλωτος ἀκρατοῦς καὶ τοῦ ἀκολάστου ψόφου τῶν παρειῶν ὁ βαρὺς οὗτος βρυγμός ἐστι τῶν ὀδόντων.

Τὴν τῶν θείων καὶ σωτηρίων λόγων ἀσκῆσαι μάθησιν μὴ βουληθέντες, ἀλλὰ μέθης ἀμετρίαν τῆς διὰ λόγου θείας προτιμήσαντες αἰνέσεως, δεινῶς κολαζόμεθα νῦν τῆς γλώσσης δίψει φοβερᾷ * διακενῆς. Ἄξιον δὲ καὶ τοῦ πρὸς τοὺς ἀδελφοὺς ἡμῶν μίσους, φθόνου τε καὶ δόλου, καὶ ὑποκρίσεως (ἐξ ὧν καὶ δι᾽ ὧν ὁ φθόνος), λοιδορίας τε καὶ συκοφαντίας, καὶ μνησικακίας, καὶ ψεύδους, καὶ ἐπιορκίας δρεπόμεθα καρπὸν, τοῦτον τὸν ἀκοίμητον σκώληκα τὸ βάθος ἡμῶν τῆς ψυχῆς ἀκορέστως ἐσθίοντα. Ἐπειδὴ τῆς ἀγάπης τὸ εὐθὲς, διαφθείραντες αὐτὴν, ἐσκαμβώσαμεν, κακὸν διὰ μίσους αὐτοῖς ἑκούσιον δημιουργήσαντες σκώληκα, καὶ πονηροτέραν σκαμβότητα διὰ ψεύδους ὀρύξαντες, δι᾽ ἣν τῷ Θεῷ τῷ εὐθεῖ καὶ ὀρθῷ οὐχ ἡνώθημεν.

Αὐτὸς γὰρ εἶπε διὰ τοῦ ἁγίου Δαβὶδ τοῦ προφήτου· «Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή.» Ἄξια τοιγαροῦν ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· μᾶλλον δὲ τῆς οἰκείας κατὰ πρόθεσιν διαθέσεως ἄξια κομιζόμεθα τὰ ἐπίχειρα· πυρὸς ἡδονῆς πῦρ γεέννης, καὶ σκότους ἀγνοίας καὶ ἀπάτης προσκαίρου σκότος αἰώνιον καὶ σκώληκα κολαστικόν τε καὶ ἀκοίμητον· σκώληκος τοῦ διὰ μίσους καὶ ψεύδους τὴν καρδίαν σκολιώσαντος καὶ σκαμβώσαντος, καὶ ψόφους παρειῶν ἀσελγοῦς, βράσματος ψόφον καὶ ὀδόντων βρυγμόν· καὶ ὕψους ὑπερηφανίας ματαίας καὶ διαχύσεως πόσιν καὶ βάθος ἀχανὲς καὶ στενότητα πήξεως, καὶ ἁπλῶς εἰπεῖν, ἑκάστου τῶν ἑκουσίων ἡμῶν κακῶν τὴν ἑκάστου προσφορὰν καὶ ἀκούσιον τιμωρίαν δικαίως ἀντιλαμβάνομεν.

Ὢ τῆς ἐλεεινότητος ἡμῶν! ἡμᾶς τοὺς ἀθλίους, μὴ κατασβέσαι τὸ πῦρ τῆς σαρκὸς διὰ νηστείας καὶ ἀγρυπνίας καὶ τῆς τῶν θείων λογίων μελέτης, καλῶν ὄντων καὶ εὐμαρῶν τοῦ πυρὸς σβεστηρίων, καὶ μὴ τούτῳ νῦν τῷ πυρὶ τηγανίζεσθαι. Τί μὴ κατὰ φύσιν ὁρᾷν τε καὶ ἀκούειν καὶ λαλεῖν τὴν γλῶτταν εἰθίσαμεν, ἵνα μὴ τοῦτον ἔχωμεν νῦν τὸν ζόφον καὶ τὴν βαρυτάτην σιγὴν, ἀλλὰ καὶ ἡμεῖς τοῦ φωτὸς καὶ τοῦ λόγου καὶ τῆς σοφίας τοῦ Θεοῦ μετὰ τῶν ἁγίων ἀπολαύωμεν, ὡς τῆς θείας γενόμενοι δόξης θεαταὶ καὶ ἀκουσταὶ καὶ ὑμνῳδοί; Ἢ δι᾽ ἀγάπης τὸν ἑκούσιον τοῦ μίσους ἐνεκρώσαμεν σκώληκα, καὶ δι᾽ ἀληθείας τὸ ψεῦδος ἠφανίσαμεν; νῦν ἂν τούτου τοῦ καυστικοῦ καθεστήκαμεν ἐλεύθεροι σκώληκος, καὶ τῶν λοιπῶν νῦν ὅσα τὴν ἡμῶν συνέχει δεινοτάτην ζωήν. Δικαία ἡ κρίσις τοῦ Θεοῦ. Οὐχ εὑρίσκομεν ὅπερ ἐζητήσαμεν, οὐκ ἀνοίγεται ἡμῖν θύρα τῆς βασιλείας τῶν οὐρανῶν.

Ἐπειδὴ γὰρ τὴν θύραν τῶν ἀγαθῶν διὰ πράξεως οὐκ ἐκρούσαμεν, οὐ λαμβάνομεν τῶν αἰωνίων ἀγαθῶν τὴν ἀπόλαυσιν· ἐπειδὴ δι᾽ εὐχῆς τὴν χάριν τῆς γνώσεως οὐκ ᾐτήσαμεν· (οὐδένα γὰρ τῶν θείων εἴχομεν ἔρωτα, ἀλλὰ, τοῖς γηΐνοις τὸν νοῦν καταδήσαντες, πᾶσαν αὐτοῖς ἡμῖν τὴν ζωὴν συνεφθείραμεν·) κἀκεῖνα μὲν πάντα καπνοῦ δίκην ἀφανισθέντα παρῆλθεν· ὁ δὲ τῆς ἐπ᾽ αὐτοῖς δίκης λόγος μένει διὰ παντὸς ἀπαρόδευτος.