Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος πρὸς τοὺς ἀποταξαμένους τῷ κόσμῳ

Μέγας Αθανάσιος

Πνευματικός αγώνας και εφαρμογή των ευαγγελικών εντολών

Παρότρυνση σε διαρκή εγρήγορση, έμπρακτη τήρηση των ευαγγελικών εντολών, ακτημοσύνη και υπομονή στις θλίψεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 4

Τοῦτο δὲ μάθε, ἀδελφὲ, ὅτι πᾶς ἄνθρωπος ἐσθίων καὶ πίνων ἀμέτρως, ἢ ἐμπεριφερόμενος τῷ κόσμῳ τούτῳ, οὐ μὴ ἀξιωθῇ ἐλθεῖν εἰς τὰ μέτρα ταῦτα· εἰ γὰρ κτήματα καὶ ἀμπελῶνα ἔχεις, ἢ οἰκήματα, ἤ τι τοῦ αἰῶνος τούτου, ἵνα τί καὶ γυναῖκα οὐκ ἔγημας; τί ἑαυτὸν φρεναπατῶν ἀγνοῶν, ὅτι τὸν ἐν ἀκάνθαις σπειρόμενον οὐ τελειοφορεῖ; Καὶ ὁ μὴ σχολάσας, Θεὸν γνῶναι οὐ δύναται. Καὶ τοῦτο δὲ παρακαλῶ πάντα ἄνθρωπον βουλόμενον δοῦναι μετάνοιαν τῷ Θεῷ, φυλάξαι αὑτὸν ἀπὸ πολυοινίας· πολλὰ γὰρ αὐτοῦ τὰ πτώματα. Μὴ προσέχῃς οὖν εἰς πάλην, ἕως οὗ ᾖς ἐν τῷ σώματι, μηδὲ πιστεύσῃς ἑαυτῷ. Στῶμεν οὖν, ἀδελφοὶ, στῶμεν ἐν φόβῳ Κυρίου, καὶ μὴ ἐκκακήσωμεν ἐν τῇ πάλῃ. «Οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.» Περιβαλλώμεθα τὰ ὅπλα τῶν ἀρετῶν, ὡς ὁπλῖται· διότι ὁ κόπος καὶ ὁ μόχθος, καὶ ἡ στενοχωρία, καὶ ἡ στενοτεία, καὶ ἡ εὐδία τῶν ἐπιθυμιῶν οὐ μόνον φυλάττουσιν ἡμᾶς ἀπὸ τῶν βελῶν τοῦ ἐχθροῦ, ἀλλὰ καὶ βασιλείας οὐρανῶν κληρονόμους ἀποκαθίστησιν.

Ἀγωνιζώμεθα οὖν, ἀδελφοὶ, ἐν τῷ καιρῷ τούτῳ τὸ βραχὺ, ἅπερ τύχωμεν βασιλείας οὐρανῶν. Ὁ γὰρ διδάσκαλος ἡμῶν Ἰησοῦς Χριστὸς οὕτως εἴρηκεν· «Ἀγωνίζεσθε ἕως ἐλθεῖν διὰ τῆς στενῆς πύλης, καὶ τεθλιμμένης ὁδοῦ. Γρηγορεῖτε οὖν ἐν πάσῃ ὥρᾳ, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ἔρχεται· μήποτε εἰσέλθῃ ἄφνω, καὶ εὑρήσῃ ὑμᾶς καθεύδοντας.

Βλέπετε μή ποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ, καὶ μερίμναις βιωτικαῖς, καὶ ἐπελεύσεται ὑμῖν ἄφνω ἡ ὥρα. Ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Μὴ κτήσητε χρυσὸν, μήτε ἄργυρον, μήτε δύο χιτῶνας· μηδὲ δειμάσητε ἀπὸ ἀποκτεινόντων τὸ σῶμα. Εἶδον γὰρ τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα.

Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐ μὴ ἀδικήσωσιν ὑμᾶς. Καὶ οὐκ αὐτοῖς ἀποστόλοις μόνον τοῦτο δέδωκεν ὁ Κύριος, ἀλλὰ καὶ πᾶσι τοῖς βουλομένοις σωθῆναι καὶ ἀκολουθῆσαι τοῖς προστάγμασιν αὐτοῦ. Καὶ βλέπε, ὁ ἀντιλέγων, τὰς μυριάδας τῶν ἁγίων. Ἔδωκε γὰρ ἡμῖν τὴν ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. »Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι ηὐδόκησεν ὁ Πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν τῶν οὐρανῶν.

Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην, καὶ ἕξετε βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς.» Ποιησάντων δὲ τῶν ἁγίων μαθητῶν αὐτοῦ καὶ ταύτην τὴν ἐντολὴν, εἴρηκε πρὸς αὐτούς· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» «Ὁ» γὰρ «ἀγαπῶν με τὰς ἐντολάς μου τηρήσει· κἀγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ᾽ αὐτῷ ποιησόμεθα.» Ὑποδεικνύων δὲ ἡμᾶς γενναίως ὑποφέρειν τοὺς πειρασμοὺς καὶ τὰ παλαίσματα, εἴρηκεν· Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε. Ἀλλὰ «θαρσεῖτε· ἐγὼ νενίκηκα τὸν κόσμον. Ὑμεῖς δέ ἐστε οἱ δι᾽ ἐμὲ μεμενηκότες ἐν τοῖς πειρασμοῖς μου, κἀγὼ διατίθημι ὑμῖν, καθὼς διέθετό μοι ὁ Πατήρ μου βασιλείαν, ἵνα ἐσθίητέ τε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου.» Ταῦτα δὲ οὐ πᾶσι λέγει, ἀλλὰ τοῖς ὑπομένουσι τοῖς πειρασμοῖς, καὶ ταῖς θλίψεσιν ἐν μακροθυμίᾳ. Ἀπερχόμενος ἐπὶ τὸ ἅγιον πάθος τοῦ σταυροῦ ὁ Κύριος, οὕτως ἔφη· Ὁ θέλων ἐσθίειν καὶ πίνειν ἐπὶ τῆς τραπέζης μου, συμπορεύσαι μετ᾽ ἐμοῦ ἐπὶ τὸν σταυρόν· τουτέστι νεκρωθήτω καὶ αὐτὸς τῷ κόσμῳ, ὡς ἐγὼ, διὰ τῆς τῶν ἐντολῶν μου πράξεως. Ἀκούσας δὲ ὁ ἀπόστολος Παῦλος, καὶ ἐκκόψας αὐτοῦ πάντα τῆς σαρκὸς φρονήματα, ἐτόλμα λέγειν· «Χριστῷ συσταυροῦμαι. Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Καὶ γὰρ ἐφ᾽ ὅσον σαρκικὰ περιπατῶμεν, νεκροί ἐσμεν ταῖς ἁμαρτίαις.

Φησὶ γάρ· «Οἱ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.» Καὶ εἰ συναποθάνομεν, καὶ συζήσομεν. Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν αὐτῷ· εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς. Τίς οὖν ἐστιν ὁ ἀρνούμενος ἢ ὁ κατὰ τὰς ἐπιθυμίας τῆς σαρκὸς περιπατῶν; Οὗτος γάρ ἐστιν ὁ ἐνυβρίζων τῷ βαπτίσματι. Καὶ τίς ἐστιν ὁ μὴ ἐνυβρίσας ἐξ ἡμῶν τὸ βάπτισμα διὰ τὰ τοῦ πονηροῦ ποικίλα μηχανήματα;