Ἔργον
Μέγας Αθανάσιος – Λόγος πρὸς τοὺς ἀποταξαμένους τῷ κόσμῳ
Αναμονή της κρίσης και μετάνοια
Επισήμανση της αναγκαιότητας της μετάνοιας εν όψει της τελικής κρίσης, αναφορά σε ευαγγελικές παραβολές και κατακλείδα του έργου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Αναμονή της κρίσης και μετάνοια
Επισήμανση της αναγκαιότητας της μετάνοιας εν όψει της τελικής κρίσης, αναφορά σε ευαγγελικές παραβολές και κατακλείδα του έργου.
Ἀλλὰ διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἔδωκεν ἡμῖν τὴν μετάνοιαν ἕως ἐσχάτης ἀναπνοῆς. Εἰ μὴ γὰρ ἦν μετάνοια, οὐκ ἂν ἐσώθη πᾶσα σὰρξ, ὥς φησιν ὁ Κύριος· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, οὐ χαίρει ὁ Θεὸς ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις, ὡς ἐφ᾽ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.» Σπουδάσωμεν, ἀδελφοὶ, μετανοῆσαι, ἕως ἐσμὲν ἐν τῷ σώματι, κλαύσωμεν, καὶ πλύνωμεν τὰ τῆς καρδίας κρυπτὰ τραύματα. Μέλλει γὰρ φανεροῦσθαι τὰ ἐν ἡμῖν πεπραγμένα δεινὰ ἐπὶ τοῦ φοβεροῦ βήματος ἐκείνου. Ἤγγικε γὰρ ὁ Κύριος, καὶ ἔρχεται ἐπὶ θρόνου δόξης ἁγίου αὐτοῦ, καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη. Καὶ ἕκαστος φανεροῦται ἐκ τῆς ἰδίας λαμπάδος· ὅστις δὲ οὐ κέκτηται ἔλαιον, σβεσθήσεται αὐτοῦ ἡ λάμπας· κἀκεῖνος πορευθῇ ἐν τῷ ἐξωτέρῳ σκότει. Σπουδάσωμεν οὖν, ἀδελφοὶ, καὶ πλήσωμεν τὰ ἀγγεῖα ἡμῶν ἐλαίου, ἵνα μὴ ῥιφῶμεν ἐν τῷ σκότει καὶ αἰωνίῳ πυρί. Τὸ γὰρ ἀγγεῖόν ἐστιν ἡ μετάνοια· τὸ δὲ ἔλαιον τῶν ἀρετῶν ἡ πρᾶξις· ἡ δὲ φωτεινὴ λαμπὰς ὑπάρχει ἡ ἁγία ψυχή. Ἀγωνιζώμεθα οὖν, ἀδελφοὶ, ὅτι ἤγγικεν ἡ ἡμέρα. Μακάριος ἄνθρωπος ὁ ἔχων τὴν μέριμναν ταύτην καθ᾽ ἑκάστην ἡμέραν καὶ ὥραν. Ὁ γὰρ καρπὸς ὄψιμος γεγονὼς καιρός ἐστι τοῦ θερισμοῦ.
Μακάριός ἐστιν ἐκεῖνος ὁ σώσας τὸν καρπὸν αὐτοῦ· συνάξουσιν αὐτὸν οἱ ἄγγελοι εἰς τὴν αἰώνιον ἀποθήκην. Οὐαὶ δὲ τοῖς ὁμοίοις μου, τουτέστι τοῖς ζιζανίοις, ὅτι τὸ πῦρ αὐτοὺς κληρονομήσει. Φύγωμεν οὖν, ὦ ἀδελφοὶ, τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ, ὅπερ κληρονομήσωμεν τὰ ἀγαθὰ ἐκεῖνα, «ἃ ὁ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Τὸ λοιπὸν, ὦ ἀδελφοὶ, ἐν τούτοις στῆτε, ταῦτα μελετᾶτε, καὶ μὴ ἀμελήσητε, ὅπερ ἀξιώσῃ ὑμᾶς Κύριος τηρῆσαι τὴν ἐντολὴν ταύτην ἡμέρας καὶ νυκτὸς, καὶ σώσῃ εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον. Ὅστις ἀναγινώσκει τὰς ἐντολὰς ταύτας, ἢ ἀκούει, καὶ μὴ ποιεῖ αὐτὰς, πεπλήρωται ἐν αὐτῷ ὁ σπόρος ὁ πεσὼν εἰς τὴν πέτραν, καὶ διὰ τὸ μὴ ἔχειν γῆν, παραχρῆμα ἐξηράνθη.
Ὁ δὲ ἀναγινώσκων καὶ ποιῶν ἐστιν ὁ σπόρος ὁ πεσὼν εἰς τὴν γῆν τὴν ἀγαθὴν, καὶ ἐκαρποφόρησεν ἓν λʹ, καὶ ἓν ξʹ, καὶ ἓν ρʹ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.