Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος πρὸς τοὺς ἀποταξαμένους τῷ κόσμῳ

Μέγας Αθανάσιος

Εισαγωγή στην αποταγή του κόσμου και η μνήμη του θανάτου

Εισαγωγική προτροπή περί του ασυμβίβαστου μεταξύ της μέριμνας για τον Θεό και τα εγκόσμια, με έμφαση στη νήψη και τη διαρκή μνήμη του θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ Λόγος διακριτικὸς, καὶ εἰς τὰς ἐντολὰς τοῦ Θεοῦ τοῖς ἀποταξαμένοις καὶ σωθῆναι θελουμένοις Ἀγαπητοὶ, φροντίσωμεν τῆς σωτηρίας ἡμῶν, ὅτι ὁ καιρὸς συνεσταλμένος ἐστὶ λοιπόν· καὶ οὐ δύναταί τις φροντίσαι τῆς ἑαυτοῦ ψυχῆς, ἕως οὗ φροντίζει τὰ τοῦ σώματος. Ὥσπερ γὰρ οὐ δύναταί τις προσέχειν ἐν ἑνὶ ὀφθαλμῷ εἰς τὸν οὐρανὸν, καὶ ἐν ἑνὶ ἐπὶ τὴν γῆν· οὕτως οὐ δύναται ἄνθρωπος φροντίσαι τὰ τοῦ Θεοῦ καὶ τὰ τοῦ σώματος. Ὥσπερ οὐ δύναται πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς ἐξενεγκεῖν ὕδωρ γλυκὺ καὶ πικρὸν, οὕτως οὐ δύναται ἄνθρωπος καὶ Θεῷ ἀρέσκειν, καὶ σαρκὸς ἐπιθυμίας ἐπιτελεῖν. Ὥσπερ οὐ δύναται ἄκανθα καρπὸν ἐλαίου προβάλλεσθαι, οὕτως οὐ δύναται ἄνθρωπος καὶ τὰ οὐράνια ζητεῖν, καὶ τὰ ἐπίγεια ποθεῖν, καθώς φησιν ὁ Κύριος· Οὐ δύνασθε καὶ Θεῷ ἀρέσκειν, καὶ σαρκὸς ἐπιθυμίας ἐπιτελεῖν. Ὅθεν καὶ ὁ ἀπόστολος Παῦλος ἀκούσας ταῦτα, καὶ ἐκκόψας αὐτοῦ πάντα τὰ τῆς σαρκὸς φρονήματα, φησί· «Δι᾽ ὃν πάντα ζημιοῦμαι, ἵνα Χριστὸν κερδήσω,» καὶ αὐτῷ συμβασιλεύσω. «Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησώμεθα. Οἱ γὰρ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν, καὶ παγίδα διαβόλου, καὶ ἐπιθυμίας ἀτόπους.»

Σὺ δὲ, ὦ ἀδελφὲ, μὴ προσέχῃς τι τοῦ κόσμου τούτου, ἵνα δυνηθῇς σωθῆναι, ἀλλὰ ἄσκησον δικαιοσύνην, καὶ ἀλήθειαν, καὶ ἀγάπην, καὶ φόβον Κυρίου, καὶ πραότητα, ὑπακοὴν, καὶ ἐγκράτειαν, καὶ ἀμνησικακίαν.

Μίσησον λόγους κοσμικοὺς, ἵνα καρδία σου ὄψηται τὸν καλόν. Ἀγάπησον τὸ συνεχῶς προσεύχεσθαι, ἵνα φωτισθῇ σου ἡ καρδία. Διάδος ὑστερουμένοις ὀφθαλμῷ πλουσίῳ, ἵνα μὴ καταισχυνθῇς ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ· μίσησον τὴν ἐπιθυμίαν ἐν τοῖς βρώμασιν, ἵνα μὴ ὁ Ἀμαλὴκ τῶν παθῶν κυκλώσῃ σε. Γοργεύου ἐν ταῖς προσευχαῖς, ἵνα μὴ καταφάγῃ σε τὸ θηρίον. Φεῦγε τὸν οἶνον, ἵνα μὴ στερηθῇς τῆς εὐφροσύνης τοῦ Θεοῦ. Ἀγάπησον τοὺς πιστοὺς, ἵνα διὰ αὐτῶν ἐλεήσῃς. Πόθησον τοὺς ἁγίους, ἵνα ὁ ζῆλος αὐτῶν ἑλκύσῃ σε πρὸς ἀρετήν. Μνημόνευε τῆς ἐξόδου τῆς ψυχῆς σου, καὶ οὐχ ἁμαρτήσεις πολλὰ πρὸς Θεόν· ἀναμιμνήσκου ἀεὶ τὴν τῶν οὐρανῶν βασιλείαν, ἵνα ἡ ἐπιθυμία αὐτῆς ἑλκύσῃ σε πρὸς αὐτήν· διαλογίζου τὴν γέενναν τοῦ πυρὸς, καὶ τῶν βασάνων τῶν δεινῶν, ἵνα μισήσῃς τὰ ἔργα τὰ πονηρά.

Ἑτοίμαζε οὖν σεαυτῷ καθ᾽ ἡμέραν ὑπαντῆσαι Χριστῷ· μέλλει γὰρ ἀοράτως ἔρχεσθαι. Καθ᾽ ἑκάστην ἡμέραν ἀνάκρινε σεαυτὸν ἐκ τῶν ἐντολῶν τοῦ Χριστοῦ, τί ὑστέρησας, καὶ ἀνοικοδόμει αὐτό. Ἴδωσιν οἱ ἀδελφοί σου τὰ ἔργα σου, καὶ ὁ ζῆλος ὁ κατὰ Θεὸν καταφάγεται αὐτούς. Ἐρεύνησον σεαυτὸν καθ᾽ ἑκάστην ἡμέραν, ποῖον πάθος ἐνέκρωσας, καὶ δὸς δόξαν τῷ Θεῷ· αὐτοῦ γάρ ἐστι τὸ ἔλεος. Μὴ λογίζου ἑαυτὸν ὡς κατορθώσαντα τὸ ἀγαθὸν ἐνώπιον τοῦ Θεοῦ· φησὶ γάρ· «Ὅταν πάντα ποιήσητε, τότε λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν.» Μὴ ὑψηλοφρονήσῃς, ὅτι ἀπ᾽ ἄρτι καλὸς εἶ· οὐ γὰρ δύνῃ πιστεῦσαι ἑαυτὸν τοῖς ἐχθροῖς σου.