Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος προτρεπτικός

Μέγας Αθανάσιος

Πνευματικές προϋποθέσεις και πρακτικές οδηγίες του χριστιανικού βίου

Προτροπή σε ορθή πίστη, αλήθεια και αγνεία, με παράλληλους κανόνες για τη νηστεία, την καθημερινή προσευχή, την εκκλησιαστική συμμετοχή και την αποφυγή των αμαρτημάτων και των όρκων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 3

Τρία γὰρ ἀπαιτεῖ ὁ θεὸς παρὰ παντὸς Χριστιανοῦ· πίστιν ὀρθὴν, ἀλήθειαν ἀπὸ γλώσσης καὶ ἁγνείαν ἀπὸ τοῦ σώματος. Καὶ τὰ ἄλλα ὁμοίως φύλαττε, πρῶτον μὲν μὴ λαλήσῃς, ἄλλ᾽ ὅτε ἀκούσῃς τινὸς καταλαλοῦντος, φύγε ἀναχώρησον ἵνα μὴ καὶ σὺ ὅμοιος γένῃς τοῦ καταλαλοῦντος, καὶ ἀπέλθῃς εἰς κόλασιν αἰώνιον, εἰς δράκοντας πυρίνους τρώγοντας τὴν γλῶσσαν.

Εἶπεν γὰρ ὁ Θεὸς διὰ τοῦ προφήτου ὅτι τῶν διανευόντων οἱ ὀφθαλμοὶ, ὑπὸ ἀνελεημόνων ἀγγέλων ἐξορύσσονται. Τότε οἱ γελῶντες πικρῶς κλαύσουσιν, τότε οἱ φλυαροῦντες ἐλεεινὰ στενάξουσιν, 〈καταδικαζόμενοι〉 εἰς τὸν πύρινον ποταμὸν, εἰς τὸν δυνὸν ᾍδην, εἰς τὸν σκώληκα τὸν ἀκοίμητον, εἰς τὸν πικρὸν κλαυθμὸν, εἰς τὸν βρυγμὸν τῶν ὀδόντων.

Τετράδην καὶ παρασκευὴν νήστευε, τὰς δὲ ἄλλας ἡμέρας ἐξουσίαν ἔχεις, κἂν θέλῃς νήστευε, κἂν θέλῃς μὴ 〈νήστευε〉. Ὥσπερ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον κατὰ φύσιν τὸ ἀναπνέειν, οὕτως ἐποίησεν ἁρμόζειν καὶ τὰς γυναῖκας ἵνα πάντοτε νηστεύωσι.

Ἀνισταμένου σου τὸ πρωῒ τὸν τύπον τοῦ τιμίου σταυροῦ ποίει εἰς πάντα τὰ μέλη σου. Καὶ περιπατῶν καὶ κοιμώμενος καὶ πάντοτε λέγε· Κύριε Ἰησοῦ Χριστὲ βοήθησον ἡμῖν. Ἑσπέρας καὶ πρωῒ εἰς τὴν ἐκκλησίαν ἀπέρχου, καὶ ἐξομολογοῦ τῷ θεῷ τὰς ἁμαρτίας σου ἅσπερ ἔπραξας, καὶ βλέπε, ἄνθρωπε, μὴ ὀμόσῃς μήτε ἐν τῷ οὐρανῷ μήτε ἐν τῇ γῇ, ὁ γὰρ οὐρανὸς θρόνος τοῦ δεσπότου ἐστὶν, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, ἀλλὰ ἐὰν βία σοι γένηται παρὰ τινὸς τοῦ ὀμόσαι, εἶπε αὐτῷ· Ἀλήθειαν λέγω καὶ οὐ ψεύδομαι. Μετὰ ἀνδρῶν καὶ γυναικῶν φλυάρων, μὴ συνκαθίσῃς ποτέ.