Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος τέταρτος κατὰ Ἀρειανῶν

Μέγας Αθανάσιος

Η ενυπόστατη ύπαρξη του Λόγου και η σχέση του με τον Πατέρα

Αναπτύσσεται η διδασκαλία περί της αληθούς υπόστασης του Λόγου εκ του Θεού, αντικρούοντας τις αρειανικές αντιλήψεις περί κτίσματος και διασφαλίζοντας την ενιαία θεία Μοναρχία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 8

Κατὰ Ἀρειανῶν λόγος. Ἐκ θεοῦ θεός ἐστιν ὁ λόγος· καὶ «θεὸς γὰρ ἦν ὁ λόγος»· καὶ πάλιν· «ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστός, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν». Καὶ ἐπειδὴ ἐκ θεοῦ θεός ἐστι καὶ τοῦ θεοῦ λόγος, σοφία, υἱὸς καὶ δύναμίς ἐστιν ὁ Χριστός, διὰ τοῦτο εἷς θεὸς ἐν ταῖς θείαις γραφαῖς καταγγέλλεται. Τοῦ ἑνὸς γὰρ θεοῦ υἱὸς ὢν ὁ λόγος, εἰς αὐτόν, οὗ καὶ ἔστιν, ἀναφέρεται· ὥστε δύο μὲν εἶναι πατέρα καὶ υἱόν, μονάδα δὲ θεότητος ἀδιαίρετον καὶ ἄσχιστον. Λεχθείη δ᾽ ἂν καὶ οὕτως· μία ἀρχὴ θεότητος, καὶ οὐ δύο ἀρχαί, ὅθεν κυρίως καὶ μοναρχία ἐστίν. Ἐξ αὐτῆς δὲ τῆς ἀρχῆς ἐστι φύσει υἱὸς ὁ λόγος, οὐχ ὡς ἀρχὴ ἑτέρα καθ᾽ ἑαυτὸν ὑφεστὼς οὐδ᾽ ἔξωθεν ταύτης γεγονώς, ἵνα μὴ τῇ ἑτερότητι δυαρχία καὶ πολυαρχία γένηται, ἀλλὰ τῆς μιᾶς ἀρχῆς ἴδιος υἱός, ἰδία σοφία, ἴδιος λόγος ἐξ αὐτῆς ὑπάρχων. Κατὰ γὰρ τὸν Ἰωάννην «ἐν» ταύτῃ «τῇ ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν»· θεὸς γάρ ἐστιν ἡ ἀρχή· καὶ ἐπειδὴ ἐξ αὐτῆς ἐστιν, διὰ τοῦτο καὶ «θεὸς ἦν ὁ λόγος». Ὥσπερ δὲ μία ἀρχή, καὶ κατὰ τοῦτο εἷς θεός, οὕτως ἡ τῷ ὄντι καὶ ἀληθῶς καὶ ὄντως οὖσα οὐσία καὶ ὑπόστασις μία ἐστὶν ἡ λέγουσα «ἐγώ εἰμι ὁ ὤν», καὶ οὐ δύο, ἵνα μὴ δύο ἀρχαί.

Ἐκ δὲ τῆς μιᾶς φύσει καὶ ἀληθῶς υἱὸς ὁ λόγος, ἡ σοφία, ἡ δύναμις ἰδία ὑπάρχουσα αὐτῆς καὶ ἐξ αὐτῆς ἀχώριστος. Ὥσπερ δὲ οὐκ ἄλλη, ἵνα μὴ δύο ἀρχαί, οὕτως ὁ ἐκ τῆς μιᾶς λόγος οὐ διαλελυμένος ἢ ἁπλῶς φωνὴ σημαντική, ἀλλ᾽ οὐσιώδης λόγος καὶ οὐσιώδης σοφία, ἥτις ἐστὶν ὁ υἱὸς ἀληθῶς. Εἰ γὰρ δὴ μὴ οὐσιώδης εἴη, ἔσται ὁ θεὸς λαλῶν εἰς ἀέρα καὶ σῶμα οὐδὲν πλέον ἔχων τῶν ἀνθρώπων. Ἐπειδὴ δὲ οὐκ ἔστιν ἄνθρωπος, οὐκ ἂν εἴη οὐδὲ ὁ λόγος αὐτοῦ κατὰ τὴν τῶν ἀνθρώπων ἀσθένειαν. Ὥσπερ γὰρ μία οὐσία ἡ ἀρχή, οὕτως εἷς οὐσιώδης καὶ ὑφεστὼς ὁ ταύτης λόγος καὶ ἡ σοφία. Ὡς γὰρ ἐκ θεοῦ θεός ἐστι καὶ ἐκ σοφοῦ σοφία καὶ ἐκ λογικοῦ λόγος καὶ ἐκ πατρὸς υἱός, οὕτως ἐξ ὑποστάσεως ὑπόστατος καὶ ἐξ οὐσίας οὐσιώδης καὶ ἐνούσιος καὶ ἐξ ὄντος ὤν.

Ἐπεὶ εἰ μὴ οὐσιώδης σοφία καὶ ἐνούσιος λόγος καὶ ὢν υἱός, ἀλλ᾽ ἁπλῶς σοφία καὶ λόγος καὶ υἱὸς ἐν τῷ πατρί, εἴη ἂν αὐτὸς ὁ πατὴρ σύνθετος ἐκ σοφίας καὶ λόγου. Εἰ δὲ τοῦτο, ἀκολουθήσει τὰ προειρημένα ἄτοπα· ἔσται δὲ καὶ αὐτὸς ἑαυτοῦ πατήρ, καὶ ὁ υἱὸς αὐτὸς ἑαυτὸν γεννῶν καὶ γεννώμενος ὑφ᾽ ἑαυτοῦ· ἢ ὄνομα μόνον ἐστὶ λόγος, καὶ σοφία, καὶ υἱός, οὐχ ὑφέστηκε δέ, καθ᾽ οὗ λέγεται ταῦτα, μᾶλλον δὲ ὅς ἐστι ταῦτα. Εἰ οὖν οὐχ ὑφέστηκεν, ἀργὰ ἂν εἴη καὶ κενὰ τὰ ὀνόματα, ἐκτὸς εἰ μὴ ἄν τις εἴποι αὐτοσοφίαν εἶναι καὶ αὐτολόγον τὸν θεόν. Ἀλλ᾽ εἰ τοῦτο, εἴη ἂν αὐτὸς ἑαυτοῦ πατὴρ καὶ υἱός· πατὴρ μέν, ὅτε σοφός, υἱὸς δέ, ὅτε σοφία. Ἀλλὰ μὴ ὡς ποιότης τις ταῦτα ἐν τῷ θεῷ· ἄπαγε! ἀπρεπὲς τοῦτο· εὑρεθήσεται γὰρ σύνθετος ὁ θεὸς ἐξ οὐσίας καὶ ποιότητος. Πᾶσα γὰρ ποιότης ἐν οὐσίᾳ ἐστίν. Κατὰ τοῦτο δὲ ἡ θεία μονὰς ἀδιαίρετος οὖσα σύνθετος φανήσεται, τεμνομένη εἰς οὐσίαν καὶ συμβεβηκός. Πευστέον οὖν τῶν προπετῶν· ὁ υἱὸς σοφία καὶ λόγος ἐκηρύχθη τοῦ θεοῦ· πῶς τοίνυν ἐστίν; Εἰ μὲν ὡς ποιότης, ἐδείχθη τὸ ἄτοπον· εἰ δὲ αὐτοσοφία ὁ θεός, καὶ τὸ ἐκ τούτου ἄτοπον εἴρηται παρὰ Σαβελλίῳ. Οὐκοῦν ὡς γέννημα κυρίως ἐξ αὐτοῦ τοῦ πατρὸς κατὰ τὸ τοῦ φωτὸς παράδειγμα. Ὡς γὰρ ἀπὸ πυρὸς φῶς, οὕτως ἐκ θεοῦ λόγος καὶ σοφία ἐκ σοφοῦ καὶ ἐκ πατρὸς υἱός.

Ταύτῃ γὰρ καὶ ἡ μονὰς ἀδιαίρετος καὶ ὁλόκληρος μένει, καὶ ὁ ταύτης υἱὸς λόγος οὐκ ἀνούσιος οὐδὲ οὐχ ὑφεστώς, ἀλλ᾽ οὐσιώδης ἀληθῶς. Ἐπεὶ εἰ μὴ τοῦτον ἔχει τὸν τρόπον, εἴη ἂν πάντα, ἃ λέγεται, κατ᾽ ἐπίνοιαν καὶ ἁπλῶς λεγόμενα. Εἰ δὲ φευκτέον τὸ ἐκ τῆς ἐπινοίας ἄτοπον, ἄρα ἀληθὴς λόγος οὐσιώδης ἐστίν. Ὥσπερ γὰρ ἀληθῶς πατήρ, οὕτως ἀληθῶς σοφία. Κατὰ τοῦτο οὖν δύο μέν, ὅτι μὴ κατὰ Σαβέλλιον ὁ αὐτὸς πατὴρ καὶ υἱός, ἀλλ᾽ ὁ πατὴρ πατήρ, καὶ ὁ υἱὸς υἱός, ἓν δέ, ὅτι υἱὸς τῆς οὐσίας τοῦ πατρός ἐστι φύσει, ἴδιος ὑπάρχων λόγος αὐτοῦ. Τοῦτο ὁ κύριος ἔλεγεν· «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». Οὔτε γὰρ ὁ λόγος κεχώρισται τοῦ πατρός, οὔτε ὁ πατὴρ ἄλογος πώποτε ἦν ἤ ἐστιν. Καὶ ὁ λόγος οὖν θεὸς καὶ ὁ πατὴρ οὐκ ἄλογος· διὰ τοῦτο «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ» εἴρηκεν.

Καὶ πάλιν ὁ Χριστὸς λόγος τοῦ θεοῦ ἐστιν. Πότερον οὖν ἀφ᾽ ἑαυτοῦ ὑπέστη καὶ ὑποστὰς προσκεκόλληται τῷ πατρί; ἢ ὁ θεὸς αὐτὸν πεποίηκε καὶ ὠνόμασεν ἑαυτοῦ λόγον; Εἰ μὲν οὖν τὸ πρῶτον, λέγω δὴ τό· ἑαυτῷ ὑπέστη καὶ θεός ἐστιν, δύο ἂν εἶεν ἀρχαί, οὐκ ἔσται δὲ εἰκότως οὐδὲ τοῦ πατρὸς ἴδιος διὰ τὸ μὴ αὐτοῦ τοῦ πατρός, ἀλλ᾽ ἑαυτοῦ εἶναι· εἰ δὲ ἔξωθεν πεποίηται, εἴη ἂν κτίσμα. Λείπεται δὴ ἐξ αὐτοῦ τοῦ θεοῦ λέγειν αὐτόν. Εἰ δὲ τοῦτο, ἄλλο ἂν εἴη τὸ ἔκ τινος, καὶ ἄλλο τὸ ἐξ οὗ ἐστιν· κατὰ τοῦτο ἄρα δύο. Εἰ δὲ μὴ δύο εἴη, ἀλλ᾽ ἐπὶ τοῦ αὐτοῦ λέγοιτο, ἔσται τὸ αὐτὸ αἴτιον καὶ αἰτιατὸν καὶ γεννώμενον καὶ γεννῶν, ὅπερ ἄτοπον ἐπὶ Σαβελλίου δέδεικται. Εἰ δὲ ἐξ αὐτοῦ μὲν ἔστιν, οὐκ ἄλλο δέ, ἔσται καὶ γεννῶν καὶ μὴ γεννῶν· γεννῶν μέν, ὅτι ἐξ αὐτοῦ προφέρει, μὴ γεννῶν δέ, ὅτι μὴ ἄλλο αὐτοῦ ἐστιν. Εἰ δὲ τοῦτο, εἴη ἂν κατ᾽ ἐπίνοιαν λεγόμενος ὁ αὐτὸς πατὴρ καὶ υἱός.

Εἰ δὲ ἀπρεπὲς οὕτως, εἴη ἂν δύο, πατὴρ καὶ υἱός, ἓν δέ, ὅτι ὁ υἱὸς οὐκ ἔξωθεν, ἀλλ᾽ ἐκ τοῦ θεοῦ γεγέννηται. Εἰ δὲ φεύγει τις τὸ λέγειν γέννημα, μόνον δὲ λέγει ὑπάρχειν τὸν λόγον σὺν τῷ θεῷ, φοβηθήτω ὁ τοιοῦτος, μὴ φεύγων τὸ ὑπὸ τῆς γραφῆς λεγόμενον ἐμπέσῃ εἰς ἀτοπίαν, διφυῆ τινα εἰσάγων τὸν θεόν· μὴ διδοὺς γὰρ ἐκ τῆς μονάδος εἶναι τὸν λόγον, ἀλλ᾽ ἁπλῶς κεκολλῆσθαι τῷ πατρὶ λόγον, δυάδα οὐσίας εἰσάγει, μηδετέραν τῆς ἑτέρας πατέρα τυγχάνουσαν. Τὸ αὐτὸ δὲ καὶ περὶ δυνάμεως. Φανερώτερον δ᾽ ἄν τις ἴδοι τοῦτο, εἰ ἐπὶ πατρὸς λάβοι· εἷς γὰρ πατὴρ καὶ οὐ δύο, ἀλλ᾽ ἐκ τοῦ ἑνὸς ὁ υἱός. Ὥσπερ οὖν οὐ δύο πατέρες, ἀλλ᾽ εἷς, οὕτως οὐ δύο ἀρχαί, ἀλλὰ μία, καὶ ἐκ τῆς μιᾶς οὐσιώδης ὁ υἱός.

Πρὸς Ἀρειανοὺς δὲ ἀνάπαλιν ἐρωτητέον· τοὺς μὲν γὰρ Σαβελλίζοντας ἀπὸ τῆς περὶ υἱοῦ ἐννοίας ἐλεγκτέον, τοὺς δὲ Ἀρειανοὺς ἀπὸ τῆς περὶ πατρός. Λεκτέον οὖν· ὁ θεὸς σοφὸς καὶ οὐκ ἄλογός ἐστιν, ἢ τοὐναντίον, ἄσοφος καὶ ἄλογος. Εἰ μὲν οὖν τὸ δεύτερον, αὐτόθεν ἔχει τὴν ἀτοπίαν· εἰ δὲ τὸ πρῶτον, ἐρωτητέον, πῶς ἐστι σοφὸς καὶ οὐκ ἄλογος· πότερον ἔξωθεν ἐσχηκὼς τὸν λόγον καὶ τὴν σοφίαν ἢ ἐξ ἑαυτοῦ; Εἰ μὲν οὖν ἔξωθεν, ἔσται τις ὁ προσδεδωκὼς αὐτῷ, καὶ πρὶν λαβεῖν ἄσοφος καὶ ἄλογος· εἰ δὲ ἐξ αὐτοῦ, δῆλον ὅτι οὐκ ἐξ οὐκ ὄντων, οὐδ᾽ ἦν ποτε ὅτε οὐκ ἦν· ἀεὶ γὰρ ἦν, ἐπεὶ καὶ οὗ ἐστιν εἰκών, ἀεὶ ὑπάρχει. Ἐὰν δὲ λέγωσιν, ὅτι σοφὸς μὲν ἔστι καὶ οὐκ ἄλογος, ἰδίαν δὲ ἔχει ἐν ἑαυτῷ σοφίαν καὶ ἴδιον λόγον, οὐ τὸν Χριστὸν δέ, ἀλλ᾽ ἐν ᾧ καὶ τὸν Χριστὸν ἐποίησεν, λεκτέον, ὅτι, εἰ ὁ Χριστὸς ἐν ἐκείνῳ τῷ λόγῳ γέγονεν, δῆλον ὅτι καὶ τὰ πάντα. Καὶ αὐτὸς ἂν εἴη, περὶ οὗ λέγει Ἰωάννης· «πάντα δι᾽ αὐτοῦ ἐγένετο» καὶ ὁ Ψαλμῳδὸς δέ· «πάντα ἐν σοφίᾳ ἐποίησας».

Εὑρεθήσται δὲ ὁ Χριστὸς ψευδόμενος «ἐγὼ ἐν τῷ πατρί», ὄντος ἑτέρου ἐν τῷ πατρί· καὶ «ὁ λόγος δὲ σὰρξ ἐγένετο» οὐκ ἀληθὲς κατ᾽ αὐτούς. Εἰ γὰρ, ἐν ᾧ τὰ πάντα ἐγένετο, αὐτὸς ἐγένετο σάρξ, ὁ δὲ Χριστὸς οὐκ ἔστιν ἐν τῷ πατρὶ λόγος, δι᾽ οὗ τὰ πάντα ἐγένετο, ἄρα ὁ Χριστὸς οὐ γέγονε σάρξ, ἀλλ᾽ ἴσως ὠνομάσθη λόγος ὁ Χριστός.

Καὶ εἰ τοῦτο, πρῶτον μὲν ἄλλος ἂν εἴη παρὰ τὸ ὄνομα· ἔπειτα οὐ δι᾽ αὐτοῦ ἐγένετο τὰ πάντα, ἀλλ᾽ ἐν ἐκείνῳ, ἐν ᾧ καὶ ὁ Χριστός. Εἰ δὲ φήσαιεν ὡς ποιότητα εἶναι ἐν τῷ πατρὶ τὴν σοφίαν ἢ αὐτοσοφίαν εἶναι, ἀκολουθήσει τὰ ἄτοπα τὰ ἐν τοῖς ἔμπροσθεν εἰρημένα. Ἔσται γὰρ σύνθετος καὶ αὐτὸς ἑαυτοῦ υἱὸς καὶ πατὴρ γινόμενος. Πλὴν ἐλεγκτέον καὶ δυσωπητέον αὐτούς, ὅτι ὁ ἐν τῷ θεῷ λόγος οὐκ ἂν εἴη κτίσμα οὐδὲ ἐκ τοῦ μὴ ὄντος.

Ὄντος δὲ ἅπαξ ἐν θεῷ λόγου, αὐτὸς ἂν εἴη ὁ Χριστὸς ὁ λέγων· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», ὁ διὰ τοῦτο καὶ μονογενὴς ὤν, ἐπειδὴ οὐκ ἄλλος τις ἐξ αὐτοῦ ἐγεννήθη. Εἷς οὗτος υἱός, ὅς ἐστι λόγος, σοφία, δύναμις· οὐ γὰρ σύνθετος ἐκ τούτων ὁ θεός, ἀλλὰ γεννητικός. Ὥσπερ γὰρ τὰ κτίσματα λόγῳ δημιουργεῖ, οὕτως κατὰ φύσιν τῆς ἰδίας οὐσίας ἔχει γέννημα τὸν λόγον, δι᾽ οὗ καὶ δημιουργεῖ καὶ κτίζει καὶ οἰκονομεῖ τὰ πάντα. Τῷ γὰρ λόγῳ καὶ τῇ σοφίᾳ τὰ πάντα γέγονεν, καὶ τῇ διατάξει αὐτοῦ διαμένει τὰ σύμπαντα. Τὸ αὐτὸ δὲ καὶ περὶ υἱοῦ· εἰ ἄγονος, καὶ ἀνενέργητος ὁ θεός· γέννημα γὰρ αὐτοῦ ὁ υἱός, δι᾽ οὗ ἐργάζεται.

Εἰ δὲ μή, αἱ αὐταὶ ἐρωτήσεις καὶ τὰ αὐτὰ ἄτοπα τοῖς ἀναισχυντοῦσιν ἀκολουθήσει. Ἐκ τοῦ Δευτερονομίου· «ὑμεῖς δὲ οἱ προσκείμενοι κυρίῳ τῷ θεῷ ὑμῶν, ζῆτε πάντες ἐν τῇ σήμερον». Ἐκ τούτου δυνατὸν εἰδέναι τὴν διαφορὰν καὶ γνῶναι, ὅτι οὐκ ἔστι κτίσμα ὁ υἱὸς τοῦ θεοῦ. Ὁ μὲν γὰρ υἱὸς λέγει· «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καί· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί»· τὰ δὲ γενητά, ὅτ᾽ ἂν προκόπτῃ, πρόσκειται τῷ κυρίῳ. Ὁ μὲν γὰρ λόγος ὡς ἴδιος ἐν τῷ πατρί ἐστιν· τὰ δὲ γενητὰ ἔξωθεν ὄντα πρόσκειται ὡς τῇ μὲν φύσει ἀλλότρια, τῇ δὲ προαιρέσει προσκείμενα. Καὶ γὰρ καὶ υἱὸς μὲν ὁ φύσει ἕν ἐστι μετὰ τοῦ γεννῶντος· ὁ δὲ ἔξωθεν υἱοποιούμενος προσκείσεται τῷ γένει. Διὰ τοῦτο καὶ εὐθὺς ἐπιφέρει, ὅτι «ποῖον ἔθνος μέγα, ᾧ ἐστιν αὐτῷ θεὸς ἐγγίζων»; καὶ ἀλλαχοῦ· «θεὸς ἐγγίζων ἐγώ». Τοῖς γὰρ γενητοῖς ἐγγίζει ὡς ξένοις αὐτοῦ οὖσιν, τῷ δὲ υἱῷ ὡς ἰδίῳ οὐκ ἐγγίζει. ἀλλ᾽ ἐν αὐτῷ ἐστιν· καὶ ὁ υἱὸς οὐ πρόσκειται, ἀλλὰ σύνεστι τῷ πατρί. Ὅθεν καὶ πάλιν λέγει Μωσῆς ἐν αὐτῷ τῷ Δευτερονομίῳ· «τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε καὶ αὐτῷ προστεθήσεσθε». Τὸ δὲ προστιθέμενον ἔξωθεν προστίθεται.