Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος τέταρτος κατὰ Ἀρειανῶν

Μέγας Αθανάσιος

Ερμηνεία των θείων δωρεών και αναίρεση του Σαβελλιανισμού

Εξετάζεται η απόδοση ανθρώπινων παθών και δωρεών στον Λόγο στο πλαίσιο της σάρκωσης, και ανασκευάζονται οι σαβελλιανικές δοξασίες προβάλλοντας τη διάκριση των προσώπων εντός της μιας θεότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 8

Πρὸς δὲ τὴν ἀσθενῆ καὶ ἀνθρωπίνην ἔννοιαν τῶν Ἀρειανῶν, διὰ τὸ ὑπονοεῖν τὸν κύριον ἐνδεᾶ, ὅταν λέγῃ· «ἐδόθη μοι» καὶ «ἔλαβον», καὶ ἐὰν λέγῃ ὁ Παῦλος· «διὰ τοῦτο ὑπερύψωσεν αὐτόν» καὶ «ἐκάθισεν ἐν δεξιᾷ» καὶ τὰ τοιαῦτα, λεκτέον, ὅτι ὁ κύριος ἡμῶν, λόγος ὢν υἱὸς τοῦ θεοῦ, ἐφόρησε σῶμα καὶ γέγονε καὶ υἱὸς ἀνθρώπου, ἵνα «μεσίτης γενόμενος θεοῦ καὶ ἀνθρώπων» τὰ μὲν θεοῦ ἡμῖν, τὰ δὲ ἡμῶν τῷ θεῷ διακονῇ. Ὅταν οὖν λέγηται πεινᾷν καὶ δακρύειν καὶ κοπιᾷν καὶ «ἐλωῒ, ἐλωῒ», ἀνθρώπινα ὄντα καὶ ἡμέτερα πάθη, δέχεται παρ᾽ ἡμῶν καὶ τῷ πατρὶ ἀναφέρει, πρεσβεύων ὑπὲρ ἡμῶν, ἵνα ἐν αὐτῷ ἐξαφανισθῇ· ὅταν δέ, ὅτι «ἐδόθη μοι ἐξουσία» καὶ «ἔλαβον» καὶ «διὰ τοῦτο ὑπερύψωσεν αὐτὸν ὁ θεός», τὰ παρὰ τοῦ θεοῦ εἰς ἡμᾶς ἐστι χαρίσματα δι᾽ αὐτοῦ διδόμενα. Οὐ γὰρ ὁ λόγος ἐνδεὴς ἦν ἢ γέγονε πώποτε· οὐδὲ πάλιν οἱ ἄνθρωποι ἱκανοὶ ἦσαν ἑαυτοῖς διακονῆσαι ταῦτα· διὰ δὲ τοῦ λόγου δίδοται ἡμῖν· διὰ τοῦτο ὡς αὐτῷ διδόμενα ἡμῖν μεταδίδοται· διὰ τοῦτο γὰρ καὶ ἐνηνθρώπησεν, ἵνα ὡς αὐτῷ διδόμενα εἰς ἡμᾶς διαβῇ. Ἄνθρωπος γὰρ ψιλὸς οὐκ ἂν ἠξιώθη τούτων· λόγος δὲ πάλιν μόνος, οὐκ ἂν ἐδεήθη τούτων. Συνήφθη οὖν ἡμῖν ὁ λόγος, καὶ τότε ἐξουσίαν ἡμῖν μετέδωκε καὶ ὑπερύψωσεν. Ἐν ἀνθρώπῳ γὰρ ὢν ὁ λόγος ὑπερύψωσε τὸν ἄνθρωπον· καὶ ἐν ἀνθρώπῳ ὄντος τοῦ λόγου ἔλαβεν ὁ ἄνθρωπος.

Ἐπεὶ οὖν τοῦ λόγου ὄντος ἐν σαρκὶ ὑψώθη ὁ ἄνθρωπος καὶ ἔλαβεν ἐξουσίαν, διὰ τοῦτο εἰς τὸν λόγον ἀναφέρεται ταῦτα, ἐπειδὴ δι᾽ αὐτὸν ἐδόθη· διὰ γὰρ τὸν ἐν ἀνθρώπῳ λόγον ἐδόθη ταῦτα τὰ χαρίσματα. Καὶ ὥσπερ «ὁ λόγος σὰρξ ἐγένετο», οὕτως καὶ ὁ ἄνθρωπος τὰ διὰ τοῦ λόγου εἴληφεν. Πάντα γὰρ ὅσα ὁ ἄνθρωπος εἴληφεν, ὁ λόγος λέγεται εἰληφέναι, ἵνα δειχθῇ, ὅτι οὐκ ἄξιος ὢν ὁ ἄνθρωπος λαβεῖν, ὅσον ἧκεν εἰς τὴν αὐτοῦ φύσιν, ὅμως διὰ τὸν γενόμενον σάρκα λόγον εἴληφεν. Ὅθεν ἐάν τι λέγηται δίδοσθαι τῷ κυρίῳ ἤ τι τοιοῦτον, νοεῖν δεῖ μὴ αὐτῷ ὡς χρῄζοντι δίδοσθαι, ἀλλὰ τῷ ἀνθρώπῳ διὰ τοῦ λόγου. Καὶ γὰρ πᾶς πρεσβεύων ὑπὲρ ἄλλου, αὐτὸς τὴν χάριν λαμβάνει οὐ χρῄζων, ἀλλὰ διὰ τὸν ὑπὲρ οὗ πρεσβεύει.

Ὥσπερ γὰρ τὰς ἀσθενείας ἡμῶν λαμβάνει οὐκ ἀσθενῶν καὶ πεινᾷ οὐ πεινῶν, ἀλλὰ τὰ ἡμῶν ἀναπέμπει εἰς τὸ ἐξαλειφθῆναι, οὕτως τὰς ἀντὶ τῶν ἀσθενειῶν παρὰ θεοῦ δωρεὰς πάλιν αὐτὸς δέχεται, ἵνα συναφθεὶς ἄνθρωπος μεταλαβεῖν δυνηθῇ. Λέγει γοῦν ὁ κύριος· «πάντα ὅσα δέδωκάς μοι, δέδωκα αὐτοῖς», καὶ πάλιν· «ὑπὲρ αὐτῶν ἐρωτῶ». Ἠρώτα γὰρ ὑπὲρ ἡμῶν τὰ ἡμῶν ἀναδεχόμενος καὶ ἐδίδου, ἃ ἐλάμβανεν. Ἐπειδὴ οὖν συναφθέντος τοῦ λόγου τῷ ἀνθρώπῳ εἰς τὸν λόγον ἀποβλέπων ἐχαρίζετο ὁ πατὴρ τῷ ἀνθρώπῳ τὸ ὑψωθῆναι, τὸ ἔχειν πᾶσαν ἐξουσίαν, καὶ ὅσα τοιαῦτα· διὰ τοῦτο αὐτῷ τῷ λόγῳ πάντα ἀναφέρεται, καὶ ὡς αὐτῷ διδόμενά ἐστιν, ἃ δι᾽ αὐτοῦ ἡμεῖς λαμβάνομεν. Ὡς γὰρ δι᾽ ἡμᾶς ἐνηνθρώπησεν αὐτός, οὕτως ἡμεῖς δι᾽ αὐτὸν ὑψούμεθα. Οὐδὲν οὖν ἄτοπον, εἰ ὥσπερ δι᾽ ἡμᾶς ἐταπείνωσεν ἑαυτόν, οὕτως καὶ δι᾽ ἡμᾶς λέγεται ὑπερυψῶσθαι. «Ἐχαρίσατο» οὖν αὐτῷ ἀντὶ τοῦ ‛ἡμῖν δι᾽ αὐτόν‚ καὶ «ὑπερύψωσεν» ἀντὶ τοῦ ‛ἡμᾶς ἐν αὐτῷ‚. Καὶ αὐτὸς δὲ ὁ λόγος, ἡμῶν ὑψουμένων καὶ λαμβανόντων καὶ βοηθουμένων, ὡς αὐτὸς ὑψούμενος καὶ λαμβάνων καὶ βοηθούμενος εὐχαριστεῖ τῷ πατρὶ τὰ ἡμέτερα εἰς ἑαυτὸν ἀναφέρων καὶ λέγων· «πάντα ὅσα δέδωκάς μοι, δέδωκα αὐτοῖς».

Οἱ περὶ Εὐσέβιον οἱ Ἀρειομανῖται ἀρχὴν τοῦ εἶναι τῷ υἱῷ διδόντες προσποιοῦνται μὴ βούλεσθαι ἀρχὴν αὐτὸν ἔχειν βασιλείας. Ἔστι δὲ γελοῖον. Ὁ γὰρ ἀρχὴν τοῦ εἶναι διδοὺς τῷ υἱῷ πρόδηλον, ὅτι καὶ τοῦ βασιλεύειν ἀρχὴν δίδωσιν αὐτῷ. ὥστε ὁμολογοῦντες, ὃ ἀρνοῦνται, τυφλώττουσιν. Καὶ πάλιν οἱ λέγοντες μόνον ὄνομα εἶναι υἱοῦ, ἀνούσιον δὲ καὶ ἀνυπόστατον εἶναι τὸν υἱὸν τοῦ θεοῦ, τουτέστι τὸν λόγον τοῦ πατρός, προσποιοῦνται ἀγανακτεῖν κατὰ τῶν λεγόντων· ‛ἦν ποτε, ὅτε οὐκ ἦν‚. Ἔστι δὲ καὶ τοῦτο γελοῖον. Οἱ γὰρ ὅλως τὸ εἶναι αὐτῷ μὴ διδόντες ἀγανακτοῦσι κατὰ τῶν κἂν χρόνῳ διδόντων. Καὶ οὗτοι οὖν, ὅπερ ἀρνοῦνται, διὰ τοῦ ἐπιτιμᾷν τοῖς ἄλλοις ὁμολογοῦσιν. Πάλιν τε οἱ περὶ Εὐσέβιον υἱὸν ὁμολογοῦντες ἀρνοῦνται αὐτὸν εἶναι φύσει λόγον, καὶ κατ᾽ ἐπίνοιαν λόγον λέγεσθαι τὸν υἱὸν βούλονται· οἱ δὲ ἕτεροι λόγον ὁμολογοῦντες ἀρνοῦνται αὐτὸν εἶναι υἱόν, καὶ κατ᾽ ἐπίνοιαν υἱὸν λέγεσθαι τὸν λόγον βούλονται, ἐξ ἴσου κενεμβατοῦντες. «Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». Τὰ δύο ἓν εἶναί φατε, ἢ τὸ ἓν διώνυμον, ἢ πάλιν τὸ ἓν εἰς δύο διῃρῆσθαι. Εἰ μὲν οὖν τὸ ἓν εἰς δύο διῄρηται, ἀνάγκη σῶμα εἶναι τὸ διαιρεθέν, καὶ μηδέτερον τέλειον, μέρος γὰρ ἑκάτερον καὶ οὐχ ὅλον· εἰ δὲ τὸ ἓν διώνυμον, Σαβελλίου τὸ ἐπιτήδευμα τὸν αὐτὸν υἱὸν καὶ πατέρα λέγοντος καὶ ἑκάτερον ἀναιροῦντος, ὅτε μὲν υἱός, τὸν πατέρα, ὅτε δὲ πατήρ, τὸν υἱόν.

Εἰ δὲ τὰ δύο ἕν, ἀνάγκη δύο μὲν εἶναι, ἓν δὲ κατὰ τὴν θεότητα καὶ κατὰ τὸ ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρί, καὶ ἐξ αὐτοῦ τοῦ πατρὸς εἶναι τὸν λόγον, ὥστε δύο μὲν εἶναι, ὅτι πατήρ ἐστιν καὶ υἱός, ὅ ἐστι λόγος, ἓν δέ, ὅτι εἷς θεός. Εἰ γὰρ μὴ οὕτως ἐστίν, ἔδει εἰπεῖν· ‛ἐγώ εἰμι ὁ πατήρ‚ ἢ ‛ἐγὼ καὶ ὁ πατήρ εἰμι‚. Νῦν δὲ ἐν τῷ ‛ἐγὼ‚ τὸν υἱὸν σημαίνει, ἐν δὲ τῷ ‛καὶ ὁ πατὴρ‚ τὸν γεννήσαντα, ἐν δὲ τῷ ‛ἓν‚ τὴν μίαν θεότητα καὶ τὸ ὁμοούσιον αὐτοῦ. Οὐ γὰρ καθ᾽ Ἕλληνας ὁ αὐτὸς σοφὸς καὶ σοφία ἐστίν, ἢ ὁ αὐτὸς πατὴρ καὶ λόγος ἐστίν· ἀπρεπὲς γὰρ αὐτὸν ἑαυτοῦ πατέρα εἶναι. Ἡ δὲ θεία διδασκαλία οἶδε πατέρα καὶ υἱόν, καὶ σοφὸν καὶ σοφίαν, καὶ θεὸν καὶ λόγον· καθόλου μέντοι φυλάττει ἀδιαίρετον καὶ ἀδιάστατον καὶ ἀμέριστον κατὰ πάντα.

Ἐὰν δέ, ὅτι δύο ἐστὶν ὁ πατὴρ καὶ ὁ υἱός, ἀκούων τις διαβάλλοι, ὡς δύο θεῶν καταγγελλομένων—τοιαῦτα γάρ τινες ἑαυτοῖς ἀναπλάττονται καὶ εὐθέως γελῶσιν, ὅτι δύο θεοὺς λέγετε—λεκτέον πρὸς τοὺς τοιούτους· εἰ ὁ πατέρα καὶ υἱὸν γινώσκων δύο θεοὺς λέγει, ὥρα καὶ τὸν λέγοντα ἕνα ἀναιρεῖν τὸν υἱὸν καὶ Σαβελλίζειν.

Εἰ γὰρ ὁ λέγων δύο Ἑλληνίζει, οὐκοῦν ὁ λέγων ἓν Σαβελλίζει. Τοῦτο δὲ οὐκ ἔστι· μὴ γένοιτο! Ἀλλ᾽ ὥσπερ ὁ λέγων πατέρα καὶ υἱὸν δύο ἕνα θεὸν λέγει, οὕτως ὁ λέγων ἕνα θεὸν δύο φρονείτω, πατέρα καὶ υἱόν, ἓν ὄντας τῇ θεότητι καὶ τῷ ἐξ αὐτοῦ ἀμέριστον καὶ ἀδιαίρετον καὶ ἀχώριστον εἶναι τὸν λόγον ἀπὸ τοῦ πατρός.