Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Μαρτυρίαι ἐκ τῶν γραφῶν

Μέγας Αθανάσιος

Προοίμιο και βασικές μαρτυρίες περί της κοινής φύσεως και κυριότητος της Αγίας Τριάδος

Εισαγωγή στο έργο και παράθεση αγιογραφικών χωρίων που τεκμηριώνουν την ενότητα της φύσεως, την κοινή κυριότητα και την ισοτιμία των τριών προσώπων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 7

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ Μαρτυρίαι ἐκ τῆς Γραφῆς, τῆς κατὰ φύσιν κοινωνίας, ἐκ τοῦ ὁμοίως εἶναι τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα πρὸς θεωρίαν δυσέφικτον, καὶ μίαν ἔχειν ἐνέργειαν. Περὶ ἐλευθερίας. Περὶ Πατρὸς ἀναμφίβολον. Περὶ Υἱοῦ, φωνὴ αὐτοῦ τοῦ Υἱοῦ· «Ἐὰν μὴ ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, δοῦλοί ἐστε.» Περὶ τοῦ Πνεύματος διὰ Παύλου οὕτως λέγει· «Ὅταν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.»

Περὶ ζωοποιήσεως. Λέγει ὁ Σωτήρ· «Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει, ζωοποιεῖ·» καὶ περὶ τοῦ Πνεύματός φησι· «Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν.» Καὶ ὁ Ἀπόστολος· «Τὸ γράμμα ἀποκτείνει, τὸ δὲ Πνεῦμα ζωοποιεῖ.»

Περὶ χειροτονίας. Περὶ Πατρὸς Παῦλος λέγει· «Ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους·» καὶ τὰ ἑξῆς. Περὶ Υἱοῦ ὁ αὐτὸς Ἀπόστολος φάσκει· «Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπὲρ ἄνω τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ ποιμένας καὶ διδασκάλους.» Περὶ Πνεύματος ὁ αὐτὸς μετακαλεῖται ἀπὸ τῆς Μιλήτου τοὺς πρεσβυτέρους, καὶ λέγει αὐτοῖς· «Προσέχετε ἑαυτοῖς, καὶ παντὶ τῷ ποιμενίῳ, ἐν ᾧ ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους, ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ.»

Περὶ νομοθεσίας. Περὶ Πατρὸς ὁ Δαυῒδ λέγει· «Τοῦ ποιῆσαι τὸ θέλημά σου, ὁ Θεός μου, ἐβουλήθην, καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου.» Περὶ Υἱοῦ ὁ Παῦλος· «Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.» Περὶ Πνεύματος ὁ αὐτός· «Ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με.»

Περὶ κυριότητος. Ὁ Δαυῒδ λέγει· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.» Εἰ δὲ ἀντιλέγουσιν οἱ αἱρετικοὶ λέγοντες, ὅτι εἰς τὸν Δαυῒδ ἐκλαμβάνεται τοῦτο, ἐλέγχει αὐτοὺς τὸ παρὰ τοῦ Σωτῆρος λεγόμενον· «Τί λέγετε περὶ τοῦ Χριστοῦ; τίνος ἐστὶν υἱός; λέγουσι· Τοῦ Δαυῒδ.» Ἀποκρίνεται ὁ Σωτήρ· «Πῶς οὖν Δαυῒδ ἐν Πνεύματι ἁγίῳ Κύριον αὐτὸν καλεῖ;» πάλιν περὶ τοῦ Πατρός· «Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι.» Περὶ δὲ τοῦ Υἱοῦ, λέγει· «Ὁ δὲ Κύριος ἐκ Σιὼν ἀνακράζεται, καὶ ἐξ οὐρανοῦ δώσει τὴν φωνὴν αὐτοῦ, καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ. Ὁ δὲ Κύριος φείσεται τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχύσει Κύριος τοὺς υἱοὺς Ἰσραήλ. Καὶ ἐπιγνώσεσθε, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν, ὁ κατασκηνώσας ἐν Σιὼν, ἐν ὄρει ἁγίῳ.» Ὁ δὲ κατασκηνώσας, ἤτοι ὁ Υἱὸς, λέγει· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾽ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ,» καὶ τὰ ἑξῆς.

Περὶ δὲ τοῦ Πνεύματος εἰπὼν, ὅτι «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου,» ὑποκαταβὰς λέγει· Καὶ Κύριος ἐκ δεξιῶν σου·» τοῦ οὖν Υἱοῦ πάλιν ἐκ δεξιῶν τὸ Πνεῦμα.

Ὅτι ὁ Πατὴρ Κύριον τὸν Υἱὸν καλεῖ, καὶ ὁ Ἀπόστολος τὸ Πνεῦμα καὶ Κύριον καὶ Θεὸν λέγει, ὡς καὶ τὸν Υἱόν. Λέγει γὰρ οὕτως· «Καὶ ἔσται μετὰ ταῦτα· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται. Καί γε ἐπὶ τοὺς δούλους μου, καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσι, καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα, καὶ πῦρ, καὶ ἀτμίδα καπνοῦ. Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου, τὴν μεγάλην καὶ ἐπιφανῆ. Καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται.

Πῶς οὖν ἐπικαλέσονται, εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς ἀκούσουσι χωρὶς κηρύσσοντος;» Περὶ δὲ τοῦ Πνεύματος, ὁ αὐτὸς Ἀπόστολος λέγει· «Ἡνίκα δ᾽ ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα· ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι.» Καὶ πάλιν ὁ αὐτός· «Καθάπερ ἀπὸ Κυρίου Πνεύματος·» καὶ αὖθις· «Ὁ δὲ Κύριος κατευθύνοι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ·» ἄρα ὁ Κύριος τὸ Πνεῦμά ἐστι. Καὶ πάλιν· «Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσῃ καὶ περισσεύσῃ τῇ ἀγάπῃ τῇ εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ ἡμεῖς εἰς ὑμᾶς, εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτως ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ.» Καὶ ἐνταῦθα ὁ Κύριος ὁ πλεονάζων καὶ περισσεύων τῇ ἀγάπῃ τῇ εἰς ἀλλήλους, καὶ στηρίζων τὰς καρδίας ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ Πνεῦμά ἐστι. Τὰς οὖν τρεῖς κυριότητας εἰς μίαν κυριότητα συναγαγὼν, βεβαιοῖ λέγων πρὸς Ἐφεσίους· «Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα.»

Πάλιν τὸ Πνεῦμα Κύριος λέγεται σαφῶς ἐν τῇ βίβλῳ τῶν Κριτῶν, ὅτε τὰς ἀριστείας ὁ Σαμψὼν ἐποίει, ἐπισημαίνεται ἡ Γραφὴ, καὶ λέγει· «Καὶ Πνεῦμα Κυρίου ἦλθεν ἐπὶ Σαμψὼν, καὶ ἔλαβεν σιαγόνα ὄνου, καὶ ἀπέκτεινε χιλίους·» καὶ πάλιν· «Ἦλθε Πνεῦμα Κυρίου ἐπὶ Σαμψὼν, καὶ διεσπάραξε τὸν λέοντα, ὡς ἔριφον·» καὶ πάλιν· «Ἦλθε Πνεῦμα Κυρίου ἐπὶ Σαμψὼν, καὶ ἐπῆρε τὴν πόρταν τῆς Γάζης, καὶ ἀνήνεγκεν εἰς τὸ ὄρος.

Καὶ πάντη ἐκπορεύεται τὸ Πνεῦμα Κυρίου. Ὅτε δὲ ἐξυρήθη, τὰ μυστήρια τοῦ Θεοῦ ἀναφάνας τῇ Δαλιδᾷ, λέγει· »Καὶ ἀπέστη ἀπὸ Σαμψὼν ὁ Κύριος.» Ὥστε οὖν πεφανέρωται, ὅτι τὸ Πνεῦμα Κύριος· εἰ δὲ Κύριος, πανταχοῦ καὶ Θεός· «Γνῶτε γὰρ,» φησὶν, «ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός.» Καὶ, «Ὅτε ᾠκοδόμησαν οἱ υἱοὶ Γὰδ θυσιαστήριον ἐπὶ τοῦ Ἰορδάνου, καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς αὐτοὺς, λέγοντες· Διὰ τί ἀποστάται γεγόνατε τοῦ Θεοῦ; ἀπεκρίθησαν ἀπολογούμενοι υἱοὶ Ῥουβὶμ τοῖς χιλιάρχοις Ἰσραὴλ, λέγοντες· Ὁ Θεὸς ὁ Θεός ἐστι Κύριος· καὶ Θεὸς Κύριος αὐτὸς οἶδε,» καὶ τὰ ἑξῆς. Καὶ ἀλλαχοῦ πάλιν ὁ Παῦλος· «Ὁ Θεὸς, ὁ εἰπὼν, ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ, ἐν προσώπῳ Χριστοῦ.» Ὁ οὖν Θεὸς, ὁ εἰπὼν, ἐκ σκότους φῶς λάμψαι, τὸ Πνεῦμά ἐστι. Καὶ πάλιν ὁ αὐτός· «Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν κατὰ Χριστὸν Ἰησοῦν· ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζωμεν τὸν Θεὸν, καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Τίς οὖν ἐστιν ὁ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως, ὁ διδοὺς ἡμῖν τὸ αὐτὸ φρονεῖν κατὰ Χριστὸν Ἰησοῦν, ἵνα ὁμοθυμαδὸν δοξάζωμεν τὸν Θεὸν, καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; πάντως τὸ Πνεῦμα τὸ ἅγιον.

Καὶ πάλιν· «Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος, ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων· καὶ οὕτως τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτως, πεσὼν ἐπὶ πρόσωπον, προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων, ὅτι ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστι.» Θεὸν οὖν εἶπε τὸ Πνεῦμα τὸ ἅγιον, τὸ λαλοῦν ἐν αὐτοῖς. Καὶ πάλιν· «Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;» Ἔδειξεν ὅτι ναὸς Θεοῦ ἐσμεν· ὅπου δὲ ναὸς, ἐκεῖ Θεός· τὸ δὲ Πνεῦμα οἰκεῖ, ὡς ἐν ἰδίῳ ναῷ. Φησὶ γάρ· «Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ Δοξάσατε οὖν τὸν Θεὸν ἐνοικοῦντα ἐν ὑμῖν.» Εἰ δὲ οὐ δοξάζεις τὸν ἐνοικοῦντα ἐν σοὶ ὡς Θεὸν, ἐγένου ναὸς εἰδώλων. Λέγει γάρ· «Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;» Καὶ ἀλλαχοῦ λέγει· «Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν· ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη.» Τὸ δὲ Πνεῦμα τὸ ἅγιον λέγεται εἰπεῖν ταῦτα· φησὶ γὰρ ὁ Ἀπόστολος· «Διὸ καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,» καὶ τὰ ἑξῆς. Ἄρα οὖν τὸ Πνεῦμα τὸ ἅγιον ἐπείρασεν ὁ Ἰσραὴλ, καὶ ἐδοκίμασεν ἐν τῇ ἐρήμῳ· καὶ εἶδον τὰ ἔργα αὐτοῦ, ἤτοι τὰ θαυμάσια.

Ἐν ἄλλῳ δὲ ψαλμῷ λέγει ὁ αὐτός· «Καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ.» Ἄρα οὖν ὁ Θεὸς, τὸ ἅγιον Πνεῦμά ἐστι.

Καὶ ἀλλαχοῦ, ὅτε ἀνελαμβάνετο ὁ Ἡλίας, ᾔτει ὁ Ἐλισσαῖος παρ᾽ αὐτοῦ ἐπ᾽ αὐτὸν τὸ Πνεῦμα γενέσθαι διπλοῦν. Ἐπηγγέλλετο οὖν ὁ Ἡλίας, ἐὰν ἴδῃ αὐτὸν ἀναλαμβανόμενον. Ἰδὼν οὖν, καὶ λαβὼν τὴν μηλωτὴν, ἦλθεν ἐπὶ τὸν Ἰορδάνην· καὶ πατάξαντος αὐτοῦ τῇ μηλωτῇ τὸν ποταμὸν, οὐχ ὑπήκουσε τὸ ὕδωρ. Λέγει οὖν· Ποῦ ὁ Θεὸς ἀφφώ;

Ἀφφὼ δὲ ἑρμηνεύεται ἄμφω, τουτέστι τὸ Πνεῦμα τὸ διπλοῦν. Ποῦ οὖν ὁ Θεὸς ἀμφὼ, ἀντὶ τοῦ, τὸ Πνεῦμα διπλοῦν. Καὶ πάλιν λέγει ὁ Σωτήρ· «Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.» Ἑρμηνεύων δὲ ὁ εὐαγγελιστὴς τί ἐστι, «ὕδατος ζῶντος,» ἔφη· «Τοῦτο δὲ ἔλεγε περὶ τοῦ ἁγίου Πνεύματος, ὁ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.» Εἰ δὲ τὸ ὕδωρ τὸ ζῶν τὸ ἅγιον Πνεῦμά ἐστιν, ἄρα Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον· λέγει γὰρ ὁ προφήτης· «Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος· καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ μὴ δυνήσονται ὕδωρ συνέχειν.» Καὶ ὁ Δαυῒδ· «Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.» Ὁρᾷς ὅτι ὁ Πατὴρ πηγὴ ἐκλήθη, καὶ ὁ Υἱὸς ὁμοίως, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, οὐχ ὅτι τρεῖς εἰσι θεοί· εἷς γὰρ Θεὸς, καὶ εἷς νόμος, νομοθέτης εἷς, καὶ εἷς Κύριος. Εἷς γὰρ Θεὸς ἐν τρισὶ προσώποις κηρύττεται Καὶ πῶς, φησὶ, δύναται λέγεσθαι ὁ Πατὴρ Θεὸς, καὶ ὁ Υἱὸς Θεὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον Θεὸς, καὶ οὐ τρεῖς εἰσι θεοί;

ὅπου κοινὰ τὰ τῆς φύσεως, κοινὸν καὶ ὄνομα τῆς ἀξίας· οἷον ὁ Θεὸς τὰ εἰς πλήθη διῃρημένα ἀπὸ μιᾶς φύσεως ἑνὶ ὀνόματι καλεῖ· καὶ ὅτε ὀργίζεται τοῖς ἀνθρώποις, τὸν πάντα ἄνθρωπον τῇ ὀργῇ ὑποκείμενον ἕνα ἄνθρωπον καλεῖ· καὶ ὅτε διαλλάσσεται τῷ κόσμῳ, ὡς ἑνὶ ἀνθρώπῳ διαλλάσσεται· οἷον ἐπάγει κατακλυσμὸν διὰ τὴν ἁμαρτίαν, καὶ λέγει ὁ Θεός· «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, καὶ ἐξαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα.» Καίτοι οὐκ ἦν εἷς, ἀλλὰ μυριάδες ἄπειροι· ἀλλὰ τῷ ὀνόματι τῆς φύσεως τὸν πάντα ἄνθρωπον ἕνα ἐκάλεσεν ἄνθρωπον διὰ τὸ κοινὸν τῆς οὐσίας. Καὶ πάλιν λέγει Δαυΐδ· «Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;» Οὐχ ὅτι ἕνα ἄνθρωπον ἐσκέψατο· πᾶσαν γὰρ τὴν οἰκουμένην ἤγειρε.

Ἑνὶ δὲ συντόμῳ χρησόμεθα λόγῳ διὰ Μωσέως εἰρημένῳ· Ὅτε ἐξῆλθε Φαραὼ κατὰ τὴν θάλασσαν, καὶ ὑπέσχε τῷ νόμῳ τῷ θείῳ τὴν τιμωρίαν, πίπτων μετὰ μυρίων ἁρμάτων ἐν τῇ θαλάσσῃ, καὶ ἦσαν πολλοὶ ἄνθρωποι οἱ βυθισθέντες μετ᾽ ἐκείνου, καὶ ἵπποι πολλοί· ὁ δὲ Μωσῆς εἰδὼς, ὅτι πάντων τῶν βυθισθέντων μία ἐστὶν ἡ φύσις, καὶ περὶ τῶν ἵππων καὶ περὶ τῶν ἀνδρῶν λέγει· «ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν·» τὰ πλήθη τῶν ἵππων ἐκάλεσεν ἵππον ἕνα διὰ τὴν κοινωνίαν τῆς φύσεως, καὶ τὰ πλήθη τῶν ἀνδρῶν ἐκάλεσεν ἕνα ἄνθρωπον· ἵππον γὰρ καὶ ἀναβάτην εἶπε διὰ τὴν κοινωνίαν τῆς φύσεως. Εἰ οὖν ἐν τοῖς ἀνθρώποις, ὅπου συγκέχυται τὰ τῆς φύσεως, ὅπου διάφορα τὰ τῆς μορφῆς, καὶ δυνάμεως, καὶ βουλῆς· οὐ γάρ ἐστιν οὔτε γνώμη ἴση, οὔτε μορφὴ, οὔτε ἰσχύς· καὶ διάφοροι γλῶτται· διὸ καὶ ἄνθρωποι μέροπες λέγονται· ἀλλὰ διὰ τὸ κοινὸν τῆς φύσεως πᾶσα ἡ οἰκουμένη εἷς ἄνθρωπος ἐκλήθη. Ὅπου δὲ ἀμέριστος ἡ ἀξία, μία βασιλεία, μία δύναμις, καὶ βουλὴ, καὶ ἐνέργεια, ἰδιάζουσα τὴν Τριάδα ἀπὸ τῆς κτίσεως, ἕνα λέγω Θεόν.

Εἰ δὲ, διὰ τὸ λέγειν Θεὸν, καὶ Θεὸν, καὶ Θεὸν, τρεῖς λέγω θεούς· καὶ ἐὰν εἴπω Κύριον, καὶ Κύριον, καὶ Κύριον, τρεῖς λέγω Κυρίους· εἰ τοίνυν ὁ Πατὴρ Κύριος, καὶ ὁ Υἱὸς Κύριος, καὶ τὸ Πνεῦμα τὸ ἅγιον Κύριος, πῶς σὺ, ὦ Ἀπόστολε, ὁ νομοθέτης τῆς ἀληθείας, ὁ συνήγορος τῆς εὐσεβείας, Ἐφεσίοις ἐβόας λέγων· «Εἶς Κύριος, μία πίστις, ἓν βάπτισμα;» Εἷς Κύριος κατὰ τὸν ἁγιασμὸν τῶν σεραφίμ· καὶ γὰρ ἐκεῖνα ἐβόα, «Ἅγιος, ἅγιος, ἅγιος Κύριος.» Εἰ δὲ φιλονεικοῦσιν οἱ αἱρετικοὶ, καὶ λέγουσιν, ὅτι ἄλλη κυριότης τοῦ Πατρὸς, ἄλλη τοῦ Υἱοῦ, θαυμάζω, πῶς ἀνέχονται δουλεύειν δυσὶ κυρίοις· τοῦ γὰρ Κυρίου ἐστὶ φωνὴ, «Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν.» Εἰ ἄλλη κυριότης Πατρὸς, καὶ ἄλλη κυριότης Υἱοῦ, καὶ μερίζεις τὴν ἐξουσίαν, πῶς λατρεύεις τῇ βασιλείᾳ; Οὐ δύναται λατρευθῆναι δύο ἀξιώματα κατὰ τὸ αὐτοῦ, ἐὰν μὴ ὁμότιμα ᾖ. Οὐδεὶς προσκυνεῖ βασιλέα καὶ ἄρχοντα· ὅπου γὰρ ὁμότιμος ἡ ἀξία, ὁμότιμος καὶ ἡ προσκύνησις. Ἐν τῷ ἴσῳ ἀξιώματι οὐκ ἔστι μάχη. Τὸ ἄνισον ἐγείρει τὴν μάχην· τὸ δὲ ἴσον βραβεύει τὴν εἰρήνην. Οὐ συνεχώρησέ σοι ὁ Χριστὸς μερίσαι τὴν τιμὴν, εἰπών· «Τοῦτό ἐστι τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.» Τίμα Πατέρα, ἵνα τιμήσῃς Υἱόν· μᾶλλον δὲ τίμα Υἱὸν, ἵνα τιμήσῃς Πατέρα.