Πρὸς τοὺς λέγοντας τὸ, ἐξ οὗ, καὶ δι᾽ οὗ, διαφέρειν, καὶ διδόντας τὸ μὲν, ἐξ οὗ, τῷ Πατρὶ, τὸ δὲ, δι᾽ οὗ, τῷ, ὡς ἔλαττον. Εὑρίσκομεν δὲ ἐκ τῶν Γραφῶν, ὅτι καὶ ἐπὶ τοῦ Πατρὸς λέγεται τὸ, «δι᾽ οὗ,» καὶ ἐπὶ τοῦ Υἱοῦ, τὸ, «ἐξ οὗ,» καὶ ἐπὶ Πνεύματος ὁμοίως. Περὶ τοῦ Πατρὸς ὁ Ἀπόστολος λέγει· «Πιστὸς ὁ Θεὸς, δι᾽ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.» Ἄλλο· «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ·» καὶ πάλιν· «Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ᾽ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος διὰ Θεοῦ.» Καὶ τὸ, «Ὥσπερ ἠγέρθη Χριστὸς διὰ τῆς δόξης τοῦ Πατρός.» Καὶ πάλιν, ὅτε ἐγεννήθη Κάϊν, Εὔα εἰρήκει· «Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ.» Καὶ πάλιν τῷ Ἰωσὴφ εἰς τὴν φυλακὴν οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις δίδοται; Περὶ τοῦ Υἱοῦ ἐκ τῆς προφητείας Ἡσαΐου Παῦλος εἶπεν· «Ὅτι ἐξ αὐτοῦ, καὶ δι᾽ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα.» Εἰ δὲ ἀντιλέγει ὁ αἱρετικὸς τῷ Πατρὶ τῷ Θεῷ λελέχθαι τὴν, «δι᾽ οὗ,» φωνὴν, πρέπειν δώσει καὶ τὴν ἴσην ἀξίαν τῷ Υἱῷ· καὶ πάλιν Ἐφεσίοις ὁ Ἀπόστολος· «Ἀληθεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον,» καὶ τὰ ἑξῆς.