Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Μαρτυρίαι ἐκ τῶν γραφῶν

Μέγας Αθανάσιος

Υπεράσπιση της θεότητος και αυθεντίας του Υιού και του Αγίου Πνεύματος

Αναίρεση των αιρετικών θέσεων που υποβιβάζουν το Άγιο Πνεύμα σε λειτουργό και απόδειξη της κυριότητος του Υιού, με παράλληλες αναφορές στην πνευματική τύφλωση του Ισραήλ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 7

Πρὸς τοὺς λέγοντας ἧττον εἶναι τὸ Πνεῦμα τοῦ Χριστοῦ, ἐπειδὴ ἀῤῥαβὼν ἐκλήθη, μέρος, φησὶν, ἐστί. Γέγραπται ἐν τῇ πρὸς Ἐφεσίους· «Ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ, ὅ ἐστιν ὁ ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως ἡμῶν, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ.» Εὑρίσκομεν δὲ τὸν Πατέρα ἐν τῇ Γραφῇ μέρος καλούμενον· λέγει γὰρ ἐν τῷ ψαλμῷ· «Μερίς μου εἶ ἐν γῇ ζώντων·» καὶ πάλιν ἐν τῷ ἑκκαιδεκάτῳ ψαλμῷ· «Κύριος μερὶς τῆς κληρονομίας μου, καὶ τοῦ ποτηρίου μου.»

Πρὸς τοὺς λέγοντας τὸν Υἱὸν μὴ εἶναι τῆς οὐσίας τοῦ Πατρὸς, ὅτι μία ἐξουσία καὶ δύναμις, καὶ βασιλεία, καὶ θεότης τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Λέγει ὁ προφήτης· «Ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ ὁ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε·» Θεοῦ οὖν ὁ ναὸς, καὶ λέγει ἑαυτοῦ εἶναι τὸν ναὸν, ὡς μὴ νομισθῆναι ἑτέραν εἶναι τοῦ Πατρὸς τὴν δεσποτείαν, καὶ ἑτέραν τοῦ Υἱοῦ τὴν βασιλείαν. Τὸν ναὸν τοῦ Πατρὸς, ὃν ἀνέθηκεν ὁ Σολομὼν τῷ Θεῷ, τοῦτον ναὸν τοῦ Υἱοῦ καλεῖ ὁ προφήτης· «Ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ ὁ Κύριος.» Διὰ τοῦτο ὁ Σωτὴρ λέγει· «Ἐκβάλετε ταῦτα ἐντεῦθεν, καὶ μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου·» αὐτὸς λέγει· «Ἐκβάλετε ταῦτα ἐντεῦθεν· ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται. Ὁ οἶκος, φησὶ, τοῦ Πατρός μου καὶ οἶκός μου.»

Ὅτι ὁ Υἱὸς τὸ ὄνομα τοῦ Πατρὸς ἔχει, ὡς Θεὸς καὶ Κύριος. Μαρτυρεῖ ὁ Πατὴρ ἐν τῇ Ἐξόδῳ· «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε ἐν τῇ γῇ, ἣν ἡτοίμασέ σοι· πρόσεχε σεαυτῷ καὶ εἰσάκουε αὐτοῦ· μὴ ἀπείθει αὐτῷ. Οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μού ἐστιν ἐν αὐτῷ.» Ὅθεν ὁ Υἱὸς ἐν τῷ Εὐαγγελίῳ λέγει· «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐδέξασθέ με· ἐὰν ἄλλος ἔλθῃ εἰς τὸ ὄνομα ἑαυτοῦ, ἐκεῖνον δέξησθε.» Καὶ εἰς τὸν ἑκατοστὸν ἑπτακαιδέκατον ψαλμὸν λέγει· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.» Οἱ οὖν ἅγιοι προφῆται οὐ μόνον Ἥλιον δικαιοσύνης ἐκάλουν τὸν Σωτῆρα, καὶ ὀρθρινὸν φῶς ἀληθινὸν, ἀλλὰ καὶ λαμπάδα, καὶ βραχίονα· ὡς μαρτυρεῖ ὁ Θεὸς, λέγων διὰ Ἡσαΐου τοῦ προφήτου· «Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου παραγενέσθαι· τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται.» Μηδεὶς ἀνθρώπινος λογισμὸς ἑρμηνευέτω τὰ τοῦ Θεοῦ. Οὐκ ἔστιν ἀλήθειαν ἐκμαθεῖν τινα ἢ παρ᾽ αὐτῆς αὐτὴν ἐκμανθάνοντας. Ὅτε ὁ Μονογενὴς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐτέχθη ἐξ ἀπειρογάμου κόρης, εἰς τὸν κόσμον ξένην ὠδῖνα καὶ ξένον τοκετὸν εἰσαγαγὼν εἰς τὸν βίον· ἔτι βρέφος ὄντα τοῦτον βαστάζει ἡ μήτηρ καὶ προσάγει Συμεὼν τῷ ἱερεῖ.

Οὗτος λαβὼν εἰς τὰς ἀγκάλας τὸν Σωτῆρα, πρὸς αὐτὸν φθέγγεται καί φησι· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ.

Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,» τουτέστι, τὴν παρουσίαν τοῦ Χριστοῦ. Εἰκότως οὖν ὁ προφήτης ἔλεγεν ἐκ προσώπου τοῦ Θεοῦ· «Καὶ τὸ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται, καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσι.» Βραχίονα γὰρ τοῦ Πατρὸς πάλιν καλεῖ τὸν Μονογενῆ. Βραχίονα δὲ οὐχ ὡς μέρος θεότητος καλεῖ· ἀλλ᾽ ὡς τῇ οὐσίᾳ συνημμένον.

Ὥσπερ γὰρ ὁ βραχίων τῆς αὐτῆς ἐστιν οὐσίας ἐκείνου, οὗ ἐστι βραχίων, διὰ τοῦτο βραχίων τοῦ Πατρὸς ὀνομάζεται, ἐπειδὴ συνεργός ἐστι τῆς τοῦ Πατρὸς δημιουργίας. Καὶ ταύτης τῆς ἀποδείξεως μάρτυς ὁ μακάριος Ἰωάννης ὁ εὐαγγελιστὴς, ὁ ἐπὶ τοῦ στήθους τοῦ Σωτῆρος ἀναπεσὼν, καὶ ὡς ἐξ ἀεννάου πηγῆς ἀντλήσας τὴν θεολογίαν. Τί γάρ φησιν οὗτος, τὸν βραχίονα ἐκλαμβάνων εἰς τὴν τοῦ Σωτῆρος οἰκονομίαν, καὶ τὴν αὐτοῦ θεότητα; «Πολλὰ,» φησὶ, «σημεῖα ποιήσαντος τοῦ Ἰησοῦ ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευσαν εἰς αὐτὸν οἱ Ἰουδαῖοι· ἵνα πληρωθῇ τὸ εἰρημένον διὰ Ἡσαΐου· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;» Ὅτι οἱ Ἰουδαῖοι υἱοὶ σκότους ἐκλήθησαν.

Λέγει ὁ προφήτης τοῖς υἱοῖς Ἰσραήλ· «Τάδε λέγει Κύριος· Νυκτὶ ὡμοίωσα τὴν μητέρα σου.» Καὶ ἑρμηνεύων, τίς ἡ νὺξ, ἐπήγαγεν· «Ὡμοιώθη ὁ λαός μου, ὡς μὴ ἔχων ἐπίγνωσιν.» Οὐκοῦν ὅπου γνῶσις, τὸ φῶς· ὅπου ἀγνωσία, τὸ σκότος· κατὰ τὸν λέγοντα Δαβίδ· «Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται.» Ὁ τοίνυν Ἀπόστολος οὐχ ὡς κατ᾽ ἐχθρῶν θρασύνεται, ἀλλὰ τῇ ἀληθείᾳ συνίσταται· διὰ τοῦτο ἔλεγεν· «Οὐκ ἐσμὲν υἱοὶ νυκτὸς, οὐδὲ σκότους· ἀλλὰ υἱοὶ φωτὸς καὶ ἡμέρας.»

Ὅτι τὸ φῶς τῶν Ἰουδαίων ἀφῃρέθῃ ἀπ᾽ αὐτῶν. Λέγει ὁ προφήτης Ἱερεμίας· «Ὁ λόγος, ὁ γενόμενος πρὸς Ἱερεμίαν ἐπὶ πάντα τὸν λαὸν Ἰούδα.» Εἶτα ἐπιφέρει λέγων· «Καὶ ἀφελῶ ἀπ᾽ αὐτῶν ὀσμὴν μύρου, καὶ φῶς λύχνου.»

Ὅτι εἰώθασιν οἱ αἱρετικοὶ λέγειν, ὅτι τὰ λεγόμενα διὰ τῶν προφητῶν ὡς ἐκ προσώπου τοῦ ἁγίου Πνεύματος εἴρηται· ὅθεν νομίζουσι τὸ Πνεῦμα τὸ ἅγιον ποιεῖν ἧττον τοῦ Θεοῦ, κακῶς· διὰ τὸ λέγειν τὸν ψαλμόν· «Δεῦτε, προσκυνήσωμεν αὐτῷ,» ὡς ἂν προσκυνοῦντος τοῦ Πνεύματος σὺν τοῖς ἀνθρώποις. Ἀποκρινόμεθα αὐτοῖς τὰ ἀκόλουθα. Τί οὖν λέγει, ὅτι καὶ «Κλαύσωμεν ἐναντίον Κυρίου;» Οὐκοῦν καὶ κλαίει τὸ Πνεῦμα, ὡς σὺ φάσκεις; Καὶ ἀλλαχοῦ, ἵνα δειχθῇ ἡ κυριότης τοῦ Πνεύματος, λέγει· «Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός.» Καὶ ἐν ἄλλῳ λέγει· «Γνῶτε, ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός·» καὶ πάλιν· «Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός.» Ἐλέγχων δὲ εἰς τὰς βασιλείας λέγει· «Πνεῦμα ἐλάλησεν ἐν ἐμοὶ,» οὐ δι᾽ ἐμοῦ. Καὶ ἵνα μαρτυρήσῃ Παῦλος, τίς ἦν ὁ λαλῶν διὰ τῶν προφητῶν, ἀνάγνωθι τὰ γραφέντα παρ᾽ αὐτοῦ ἐν τῇ πρὸς Ἑβραίους· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ.» Οὐκοῦν πεφανέρωται, ὅτι Θεός ἐστι τὸ Πνεῦμα τὸ ἅγιον. Πάλιν ἴδωμεν, πῶς ἔχει ὁ χρηματισμὸς, ὃν ἐχρημάτισεν ὁ Θεὸς πρὸς τὸν Ἠλίαν. Τότε γὰρ ὁ Ἠλίας κατενετύγχανεν τῷ Θεῷ, λέγων· «Τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ τοὺς προφήτας σου ἀπέκτειναν· κἀγὼ περιελείφθην μόνος· καὶ ζητοῦσι τὴν ψυχήν μου ἆραι.»

Ἀποκρίνεται αὐτῷ ὁ χρηματισμός· «Ἐξελεξάμην ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.» Ἴδωμεν οὖν, εἰ καὶ τὸ Πνεῦμα ἔχει χρηματισμόν.

Τῷ Συμεὼν, ἱερεῖ ὄντι καὶ γέροντι, ἐχρηματίσθη αὐτῷ ὑπὸ τοῦ Πνεύματος, ὅτι «Οὐ μὴ ἀποθάνῃς, πρὶν ἂν ἴδῃς τὸν Χριστόν.» Καὶ ὅτε παιδίον εἰσηνέχθη εἰς τὸ ἱερὸν, καὶ ἐβάστασεν αὐτὸν ἐν ταῖς ἀγκάλαις αὐτοῦ, τότε ἀποκρίνεται Συμεών· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ.» Οὐκοῦν Κύριος καὶ δεσπότης τὸ Πνεῦμα.

Ὅτι λέγουσι τὸ Πνεῦμα ἁγιαστικὸν εἶναι. Εἰ μὲν ἐδόθη αὐτῷ τὸ ἁγιάζειν κατὰ χάριν, εὑρίσκεται ἱερέων ποιοῦν ἔργον. Οὐ γὰρ δύναται καὶ δεσπότης εἶναι καὶ ὑπουργός. Καὶ εἰ μὲν ὑπουργὸς, περιττὸν τὸ βαπτίζεσθαι ἡμᾶς εἰς τὸ ὄνομα τοῦ ὑπουργοῦ.

Καὶ γὰρ ὁ ἱερεὺς οὐ τὸ ὕδωρ ἁγιάζει, ἀλλὰ τὴν δέουσαν ὑπηρεσίαν ἀποπληροῖ, εἰληφὼς παρὰ τοῦ Θεοῦ κατὰ χάριν. Εἰ οὖν τὸ αὐτὸ ποιεῖ τὸ Πνεῦμα, ὃ καὶ ὁ ἱερεὺς, εἰ ἐδόθη αὐτῷ τὸ ἁγιάζειν, ὡς σὺ φῂς, διὰ τί ὁ Πατὴρ ἁγιάζει; Βασιλεὺς γὰρ, ἐπιτάττων τινὶ ἔργον, ἐκείνῳ συγχωρεῖ, ᾧ ἐπιτάττει ποιεῖν· καὶ οὐκ αὐτὸς ἐργάζεται.

Πάλιν ὁ αἱρετικὸς, θέλων δεῖξαι, ὅτι τὸ Πνεῦμα Κύριον καλεῖ τὸν Λόγον τοῦ Θεοῦ, λέγει. «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.» Θέλων δὲ ὁ Σωτὴρ δεῖξαι ὅτι οὐ μόνον τὸ Πνεῦμα Κύριον καλεῖ τὸν Χριστὸν, ἀλλὰ καὶ αὐτὸς ὁ Χριστὸς Κύριος καὶ Θεός ἐστιν, ἐξετασθεὶς παρὰ Ἰουδαίου λέγοντος· «Ἐπιστάτα, ποία ἐστὶ πρώτη ἐντολή; λέγει αὐτῷ· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης καρδίας σου· καὶ γὰρ γέγραπται· Κύριος Θεὸς εἷς ἐστιν. Ἡ δευτέρα ἐντολή· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Τότε ἀπεκρίθη ὁ Ἰουδαῖος· Ὀρθῶς εἶπας, ἐπιστάτα, ὅτι ὁ Θεὸς εἷς ἐστι.» Τοῦτο δὲ ἔλεγεν, ἵνα τὴν θεότητα τοῦ Υἱοῦ ἀρνήσηται. Ὁ δὲ Σωτὴρ, βουλόμενος τὴν κυριότητα αὐτοῦ συνάψαι τῇ τοῦ Πατρὸς, ἐξετάζει αὐτόν· «Περὶ τοῦ Χριστοῦ τί λέγετε; τίνος ἐστὶν υἱός; Λέγουσι Τοῦ Δαβίδ.» Ἀποκρίνεται ὁ Σωτήρ· «Πῶς οὖν Δαβὶδ ἐν Πνεύματι ἁγίῳ Κύριον αὐτὸν καλεῖ; Εἰ οὖν Υἱὸς αὐτοῦ ἐστι, πῶς αὐτὸν Κύριον καλεῖ;» Πάλιν ἔλεγον αὐτῷ, ὅτε ἐξέβαλλε τὰ δαιμόνια· «Οὗτος ἐν Βεελζεβοὺλ, ἄρχοντι τῶν δαιμονίων, ἐκβάλλει τὰ δαιμόνια.» Εἶτα λέγει· «Εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω, τὰ τέκνα ὑμῶν ἐν τίνι ἐκβάλλουσιν;»

Αἰνίττεται δὲ αὐτοὺς τέκνα, λέγων γεννηθέντας μὲν ἐξ αὐτῶν τοὺς ἀποστόλους, ἐκβάλλοντας δὲ τὰ δαιμόνια ἐν ὀνόματι Ἰησοῦ τοῦ Ναζαραίου, ὥς φησιν· Εἰ τὰ τέκνα ὑμῶν πρὸς τὸ ἀπελάσαι δαίμονας ἀρκοῦνται τῷ ὀνόματί μου, ἐγὼ εἰς τὸ ὄνομα Βεελζεβοὺλ οὐκ ἐκβάλλω τὰ δαιμόνια.

Πρὸς τοὺς λέγοντας ὅτι αἰτεῖ ὁ Υἱός. Κατασκευάζει ὁ αἱρετικὸς, καὶ λέγει ἔλαττον εἶναι τὸν αἰτοῦντα διδόντος. Ἐὰν οὖν τὸν Πατέρα αἰτοῦντα παρὰ ἀνθρώπων εὕρωμεν ἐν τῇ Παλαιᾷ Διαθήκῃ, τί λέγεις; «Καὶ νῦν, Ἰσραὴλ, τί Κύριος αἰτεῖ παρὰ σοῦ, ἀλλ᾽ ἢ τὸ φοβεῖσθαι αὐτόν;»

Περὶ τοῦ ὁμοιοτρόπως δεδόσθαι τὸν νόμον ὑπὸ τοῦ Πνεύματος, ὅτε ἐδόθη ὁ νόμος τῇ Πεντηκοστῇ, ὡς ἐν τῷ ὄρει Σινᾶ. Μαρτυρεῖ Μωσῆς λέγων· «Καὶ ἦν ἡ δόξα τοῦ Θεοῦ Ἰσραὴλ ἐν τῷ ὄρει Σινᾶ, ὡς πῦρ καιόμενον·» ἵνα πληρωθῇ τό· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν,» πῦρ οὐκ ἀφανιστικὸν, ἀλλὰ καθαρτικόν. Διὰ τοῦτο τῷ Ἡσαΐᾳ δίδοται ἐν τοῖς χείλεσι. Καὶ λέγει· «Ἰδοὺ ἀφῆκα τὰς ἁμαρτίας σου·» οὕτω τότε ἐφάνη τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῇ Πεντηκοστῇ ἐν εἴδει πυρός. Ἐμερίσθησαν γὰρ γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισεν ἐφ᾽ ἕνα ἕκαστον αὐτῶν. Καὶ ὥσπερ ἐν τῇ Παλαιᾷ, ἐπιφαινομένου τοῦ Θεοῦ, πολλὰ ἦν τὰ δορυφοροῦντα φόβητρα, γνόφος, καὶ θύελλα, καὶ σάλπιγξ, καὶ βρονταὶ, περιηχοῦντα τὸ ὄρος, ἅτινα ἦν προπαρασκευάζοντα τὸν λαὸν εἰς φόβον τοῦ νομοθέτου· οὕτως καὶ τοῦ ἁγίου Πνεύματος μέλλοντος ἐπιφοιτᾷν· ἵνα μάθωσι τοῦ Πνεύματος τὴν ἀξίαν ἐνδόξως ἐπιφοιτῶσαν. Ὥσπερ ἐν τῷ ὄρει γνόφος καὶ θύελλα προέδραμεν, οὕτω καὶ ἐπὶ τοῦ Πνεύματος ἐγένετο· «Ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἐγένετο ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ τότε ὤφθη τὸ Πνεῦμα, καὶ συνέσεισε τὸν οἶκον.»

Ὅτι λέγουσιν οἱ αἱρετικοὶ, ὅτι τὸ Πνεῦμα δῶρόν ἐστι παρὰ Θεοῦ. Ἡμεῖς λέγομεν δῶρον ζωῆς (ἠλευθέρωσε γὰρ ἡμᾶς· ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσεν ἡμᾶς), καὶ δῶρον δυνάμεως· «Λήψεσθε γὰρ δύναμιν, ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ᾽ ὑμᾶς.» Ἡμεῖς δὲ καὶ Υἱὸν καὶ υἱοθεσίαν δεικνύομεν, ὅτι ἐχαρίσατο τὸ Πνεῦμα τὸ ἅγιον τοῖς ἀνθρώποις· καὶ μετ᾽ ὀλίγα· «Πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται;» καὶ ἑτέρωθι· «Ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν.» Περὶ τοῦ μυστηρίου τῆς ἀνθρωπήσεως λέγων ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ παραθεὶς Παῦλος τὴν φάσκουσαν λέξιν· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός·» ἐπεργάζεται περὶ Χριστοῦ λέγων· «Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν· ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον.» Παῖδας δὲ αὐτοῦ ἐν τούτοις τοὺς ἀποστόλους ὀνομάζει, ἐφ᾽ ὧν σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ ποιήσειν Κύριον Σαβαὼθ, τὸν κατοικοῦντα ἐν τῷ ὄρει Σιὼν, διδάσκει. Τούτους δὲ αὐτοὺς φανερούς φησιν ἔσεσθαι, τὸ πρόσωπον σφραγιζομένους τῇ τοῦ Χριστοῦ σφραγῖδι, παιδευομένους τε μηκέτι τὸν Μωσέως νόμον μανθάνειν, τῷ μηκέτι συνιστάναι αὐτὸν, καὶ τὸν καλούμενον οἶκον Ἰακὼβ καταλελεῖφθαι ὑπὸ Θεοῦ.