Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Μαρτυρίαι ἐκ τῶν γραφῶν

Μέγας Αθανάσιος

Προτυπώσεις του πάθους, κοινή φιλανθρωπία και ομολογία πίστεως

Επισήμανση της συμφωνίας μεταξύ Πατρός και Υιού, αναφορές στους προφητικούς τύπους του Σταυρού και συνοπτική δογματική διακήρυξη υπέρ της ομοουσίου Τριάδος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 6 από 7

Ὅτι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὴν συμφωνίαν ἀπολογεῖται ὁ Θεὸς Λόγος. Καὶ μὴ νομίσῃς εὐτελείας εἶναι τὰ ῥήματα, ἀλλὰ φιλανθρωπίας· εὐτελείας μὲν γὰρ τὸ σχῆμα, φιλανθρώπου δὲ τὸ ἐπάγγελμα· Χριστὸς γὰρ ὁ πάντων Κύριος, οὗτος αὐτὸς ὁ λέγων Ἰουδαίοις· «Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;» Υἱός ἐστι τοῦ λέγοντος διὰ τοῦ προφήτου Μιχαίου· «Λαός μου, τί ἠδίκησά σε, ἢ τί παρηνώχλησά σοι; ἀποκρίθητί μοι·» καὶ ὁ διὰ τῶν Εὐαγγελίων εἰπών· «Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ,» ὁ Υἱός ἐστι τοῦ λέγοντος πρὸς Ἱερεμίαν· «Εἶπον τῇ κατοικίᾳ Ἰσραήλ· Τί εὗρον ἐν ἐμοὶ οἱ πατέρες ὑμῶν πλημμέλημα ἢ ἀδίκημα, ὅτι ἀπέστησαν ἀπ᾽ ἐμοῦ μακράν;» Ὢ τῆς φιλανθρωπίας ἐκείνης, ἐν ᾗ ἀγαθότης τὴν φύσιν, μᾶλλον δὲ οὐ τὴν φύσιν, ἀλλὰ τὴν ἡμετέραν ἐνθύμησιν!

Πῶς ἡ ἀγαθότης τοῦ Θεοῦ ἐνδείκνυται. Λέγει τῷ Μωσεῖ· «Ἐγὼ ὁ Θεὸς, ὁ ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα.» Καὶ μέχρι τίνος; «Ἐπὶ τρίτην καὶ τετάρτην γενεάν.» Πρόσεχε πῶς τὴν τιμωρίαν ἥπλωσεν ἐπὶ τέσσαρας γενεάς. Τὴν δὲ φιλανθρωπίαν ἕως τίνος; «Καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με.»

Ὅπως πάντες οἱ προφῆται, ὁμοῦ συναχθέντες, τὴν μνήμην οἰκονομίας ἐπλήρωσαν. Μωσῆς τὸν τύπον τοῦ σταυροῦ ἐποίησε, καὶ μαρτυρεῖ ὁ Σωτὴρ, λέγων· «Καὶ καθὼς Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου.» Ὁμοίως καὶ Ἰωνᾶς ἐποίησε τὴν μνήμην τοῦ θανάτου. Κατῆλθε γὰρ εἰς τὸ κῆτος, καὶ διὰ τριῶν ἡμερῶν ἀνεδόθη, καὶ ἐγίνετο τύπος τῆς ἀναστάσεως.

Τοῦτο πάλιν καὶ ὁ Σωτὴρ ἀναλαβὼν, τὸν τύπον εἰς ἀλήθειαν ἐκφέρει λέγων· «Καὶ καθὼς ἐποίησεν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως δεῖ ποιῆσαι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς.»

Ὅτι ἡ Τριὰς ὁμοούσιος. Τί ἐστι Θεός; Ἡ πάντων ἀρχὴ κατὰ τὸν Ἀπόστολον, λέγοντα· «Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα.» Καὶ γὰρ ὁ Λόγος ἐξ αὐτοῦ γενητῶς, καὶ τὸ Πνεῦμα ἐξ αὐτοῦ ἐκπορευτῶς. Εἶτα πᾶσα ἡ κτίσις διὰ τοῦ Λόγου ἐν Πνεύματι συνέστη δημιουργικῶς.