Ὅτι σύνθετος ὁ ἄνθρωπος, καὶ οὐχ ἁπλοῦς, οὐδὲ ἐξ ὁμοειδῶν μερῶν, ἀλλ᾽ ἐξ ἀσωμάτου νοῦ, καὶ σώματος τοῦ ἐπιθυμητικοῦ, ἤτοι ἐμψύχου. Ὡς ἐδίδαξεν ὁ Παῦλος, σαρκὸς μὲν τὸ ἐπιθυμητικὸν τῇ ψυχῇ προσνείμας, ὃ καὶ σάρκα προσεῖπεν ἅμα τῷ ἑαυτῆς θελήματι τὴν ἀνθρώπου σάρκα, ἣν καὶ στρατεύεσθαι ἔφη κατὰ τοῦ πνεύματος· οὐ στρατεύεται δὲ τὸ μὴ κίνησιν ἔχον, μηδὲ θέλησιν ἰδίαν. Ταύτην δὲ τὴν σάρκα, πρὸς τὸ πνεῦμα ἔφη διαμάχεσθαι, οὐ τὴν ἀκίνητον, οὐδὲ τὴν ἄψυχον. Φυσικὸν γὰρ ἐνέσπαρται ταύτῃ κίνημα παθητικὸν, μεθ᾽ οὗ σὰρξ ὀνομάζεται, ὡς ἐν τῇ πρὸς Ῥωμαίους ἔτι σαφέστερον ἡρμήνευσε, τὸ ἐν τῇ σαρκὶ διασαφήσας κίνημα, διαμαχόμενον πρὸς νοῦν καὶ ἀντιπάσχον, ὡς οὐ ταὐτὸν δήπου, ἀλλ᾽ ἕτερον ὂν τῷ νῷ· «Συνήδομαι γὰρ,» φησὶ, «τῷ νόμῳ τοῦ Θεοῦ, κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με.» Τοῦτο δὲ τὸ θέλημα καὶ ψυχὴν ἰδίως ὁ Παῦλος ἐκάλεσεν, χωρίσας ἀπὸ τοῦ πνεύματος, ὅτε φησίν· «Ὁ Θεὸς ἁγιάσῃ ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη·» ἐν δὲ τούτῳ τὸ πνεῦμα, καὶ ψυχὴν, καὶ σῶμα, τὸν ὁλοτελῆ ἄνθρωπον ἑρμηνεύσας, καὶ ὑπευξάμενος αὐτὸν ἁγιασθῆναι, καὶ ἀμέμπτως τηρηθῆναι.