Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Μαρτυρίαι ἐκ τῶν γραφῶν

Μέγας Αθανάσιος

Ερμηνεία της βλασφημίας κατά του Πνεύματος, αγγελολογία και ανθρωπολογία

Ερμηνευτική προσέγγιση της βλασφημίας, ορισμός των Ευαγγελίων, περιγραφή της ιεραρχίας των αγγέλων και ανάλυση της τριμερούς συνθέσεως του ανθρώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 7 από 7

Ὅτι τὸ βλασφημῆσαι εἰς τὸν Υἱὸν εἰς τὴν ἁγίαν Τριάδα βλασφημῆσαί ἐστι. Πολλοῖς τῶν ἐπὶ γῆς φοβερὸς ὁ Κυρίου λόγος καθέστηκεν, ὁ φάσκων· «Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· ὃς δ᾽ ἂν εἴπῃ λόγον κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὐδὲ ἐν τούτῳ τῷ αἰῶνι, οὐδὲ ἐν τῷ μέλλοντι.» Διὰ τοῦτο παραινεῖ πᾶσιν ὁ θεῖος Ἀπόστολος, λέγων, ὅτι τὸ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Πολλὰ γὰρ τῶν θείων Γραφῶν ἐὰν κατὰ τὸ γράμμα νοήσωμεν, εἰς ἀθέσμους βλασφημίας περιπίπτομεν· οἷόν ἐστι καὶ τὸ προκείμενον ἡμῖν τοῦ Κυρίου λόγιον· ὅπερ ἐὰν κατὰ ξηροῦ τὰς λέξεις ἐκλάβωμεν, οὐ μόνον εἰς ἀθεμίτους ἐννοίας περιπεσούμεθα, ἀλλὰ καὶ αὐτὸν τὸν Κύριον ἐναντιούμενον ἑαυτῷ εὑρήσομεν. Ἐὰν γὰρ ὃς δ᾽ ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ, ἀφεθήσεται αὐτῷ, πῶς αὐτὸς ὁ Υἱὸς εἶπεν· «Ὁ ἀπαρνησάμενός με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀπαρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ·» καὶ πάλιν, ἐὰν πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, καὶ ὑπὲρ ἀργοῦ λόγου ἀπολογίαν δώσομεν· πῶς ὁ λέγων τὸν ἀδελφὸν αὐτοῦ, μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός; πῶς δὲ καὶ ὁ ἀπόστολος Παῦλός φησι· «Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὐ λοίδοροι, οὐ μέθυσοι, οὐχ ἅρπαγες, βασιλείαν Θεοῦ κληρονομήσουσι.»

Καὶ εἰ ταῦτα οὕτως ἔχει, πῶς λοιπὸν, εἰπέ μοι, ὅτι πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις; Καὶ ἐὰν πάλιν τοῦτο ἀληθὲς, διὰ τί λοιπὸν ἐγκαλεῖται ὁ ἄθλιος Ὠριγένης, τέλος κηρύττων τῆς κολάσεως, ἐν οἷς φησι συγχώρησιν πάσης ἁμαρτίας γενέσθαι καὶ τοῖς ἀνθρώποις καὶ τοῖς δαίμοσι παρὰ Θεοῦ; Πάλιν τε, ἐὰν ἡ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημία οὐκ ἔχῃ συγχώρησιν, τί μέμφεται ἡ Ἐκκλησία Νουάτον ἀποβαλλόμενον τὴν μετάνοιαν; Τὸ δὲ σκοτεινότερον καὶ δυσκατάληπτον ἐκεῖνό ἐστιν, ὅτι ὃς δ᾽ ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ, ἀφεθήσεται αὐτῷ· ὃς δ᾽ ἂν εἴπῃ λόγον κατὰ τοῦ Πνεύματος, οὐκ ἀφεθήσεται αὐτῷ· ὥστε ἐλάττων ἐστὶν ὁ Υἱὸς παρὰ τὸ Πνεῦμα τὸ ἅγιον καὶ τὸν Πατέρα. Καὶ πῶς Υἱὸς λέγει, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» καὶ, «Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα;» Καὶ πάλιν ἐνταῦθά φησιν, ὅτι «Ὃς δ᾽ ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ, ἀφεθήσεται αὐτῷ;» Ἆρα οὖν, εἰπέ μοι, συγχωρηθήσεται ἡ εἰς τὸν Υἱὸν βλασφημία τοῖς Ἀρειανοῖς, καὶ Σιμωνιανοῖς, καὶ Σαβελλιανοῖς, καὶ Φωτεινιανοῖς, καὶ τοῖς λοιποῖς πᾶσι, τοῖς εἰς τὴν τοῦ Υἱοῦ σάρκωσιν βλασφημήσασιν; Ἄπαγε τῆς ἀτοπίας! Εἰ γὰρ ὁ λέγων τὸν ἀδελφὸν αὐτοῦ, Μωρὲ, ἔνοχός ἐστιν εἰς τὴν γέενναν τοῦ πυρὸς, εἰς ποίαν λοιπὸν, εἰπέ μοι, γέενναν γεέννης ἐκβληθήσεται ὁ λέγων τὸν Θεὸν αὐτοῦ κτίσμα, καὶ οὐχὶ Θεοῦ Υἱὸν, ἀλλὰ δοῦλον, καὶ ὑπουργὸν, καὶ μικρόν;

Καὶ εἰ, ὅστις εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ, ἀφεθήσεται αὐτῷ, πῶς αὐτὸς ὁ Υἱὸς εἶπεν, ὅτι «Ὁ μὴ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα οὐκ ἔχει ζωὴν αἰώνιον;» Πῶς δὲ καὶ δύναταί τις, ἀτιμάζων τὸν Υἱὸν, μὴ βλασφημεῖν εἰς τὴν Τριάδα; Ὁ δὲ εἰς αὐτὴν βλασφημῶν δηλονότι ἀπαρνεῖται τὸ ἅγιον βάπτισμα. Ὁ δὲ τὸ ἅγιον βάπτισμα ἀπαρνούμενος δῆλον ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἀποδύεται. Καὶ ὥσπερ ἐπὶ τοῦ αἰσθητοῦ ἡλίου, ἐὰν τὴν θέρμην ἢ τὴν ἀκτῖνα αὐτοῦ καθυβρίσῃς, εἰς ὅλην τὴν φύσιν αὐτοῦ ἀνατρέχει ἡ ὕβρις· οὕτως καὶ ἐπὶ τοῦ τρισηλίου τῆς ἁγίας Τριάδος φωτὸς καὶ μυστηρίου, τῇ τῆς μιᾶς ὑποστάσεως ἀτιμίᾳ παντὸς τοῦ πληρώματος τῆς θεότητός ἐστιν ἡ βλασφημία. Τί οὖν ἐστιν ὑπὸ τοῦ Κυρίου πρὸς Ἰουδαίους λεγόμενον, ὅτι «Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· ὃς δ᾽ ἂν εἴπῃ λόγον κατὰ τοῦ Πνεύματος ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὐδὲ ἐν τῷ νῦν αἰῶνι, οὐδὲ ἐν τῷ μέλλοντι;» Νουνεχῶς ἀκούσωμεν, καὶ μὴ πλανηθῶμεν. Διττὸν εἶναι τὸν Χριστὸν μετὰ τὴν ἄφραστον ἕνωσιν, φημὶ δὴ ἐκ θεότητος καὶ ἀνθρωπότητος, αἱ ἱεραὶ ἡμῖν διαβοῶσι Γραφαί· «Ὁ γὰρ Λόγος σὰρξ ἐγένετο.»

Τὴν γοῦν τοῦ Λόγου θεότητα ὁ αὐτὸς Χριστὸς Πνεῦμα ἅγιον ὀνομάζει· καθὰ καὶ πρὸς τὴν Σαμαρεῖτιν ἔλεγεν· ὅτι «Πνεῦμα ὁ Θεός·» τὴν δὲ ἀνθρωπότητα αὐτοῦ Υἱὸν ἀνθρώπου· καθὼς πάλιν ἀλλαχοῦ περὶ τῆς ἰδίας σαρκὸς αὐτοῦ φησι· «Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου.» Εἰ οὖν ἀεὶ τῷ Θεῷ προσκρούοντες Ἰουδαῖοι διττὴν πρὸς Χριστὸν τὴν βλασφημίαν ἐκέκτηντο. Οἱ μὲν τῇ σαρκὶ αὐτοῦ, ἤγουν τῷ Υἱῷ τοῦ ἀνθρώπου, προσκόπτοντες, προφήτην αὐτὸν, ἀλλ᾽ οὐ Θεὸν εἶναι ἐνόμιζον· οἷς καὶ συγγνώμην ἔδωκεν· ἀρχὴ γὰρ ἦν τοῦ κηρύγματος, καὶ οὕτω ἦν χωρῶν ὁ κόσμος, Θεὸν πιστεύειν, φαινόμενον ἄνθρωπον· διὸ καί φησιν ὁ Χριστὸς, ὅτι «Ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου,» εἴτ᾽ οὖν τοῦ σώματος αὐτοῦ, «ἀφεθήσεται αὐτῷ.» Τολμῶ γὰρ λέγειν, ὅτι οὐδὲ αὐτοὶ οἱ μακάριοι αὐτοῦ μαθηταὶ τὸ τέλειον περὶ τῆς αὐτοῦ θεότητος εἶχον φρόνημα, ἕως τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῖς τῇ Πεντηκοστῇ ἐπεφοίτησεν. Ἐπεὶ καὶ μετὰ τὴν ἀνάστασιν ἰδόντες αὐτὸν, οἱ μὲν προσεκύνησαν, οἱ δὲ ἐδίστασαν· ἀλλ᾽ οὐκ ἐκ τούτου κατεκρίθησαν.

Οἱ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, εἴτ᾽ οὖν εἰς τὴν τοῦ Χριστοῦ θεότητα βλασφημήσαντες, καὶ λέγοντες, ὅτι «Ἐν Βεελζεβοὺλ, τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια·» τούτοις, φησὶν, «οὐκ ἀφεθήσεται οὐδὲ ἐν τῷ νῦν αἰῶνι, οὐδὲ ἐν τῷ μέλλοντι.» Καὶ πάλιν σημειώσασθαι χρὴ, ὅτι οὐκ εἶπεν ὁ Χριστός· Τῷ βλασφημήσαντι καὶ μετανοήσαντι οὐκ ἀφεθήσεται· ἀλλὰ τῷ βλασφημοῦντι, εἴτ᾽ οὖν, τῷ ἐν τῇ βλασφημίᾳ ἐπιμένοντι· ἐπειδήπερ οὐκ ἔστιν ἁμαρτία ἀσυγχώρητος παρὰ τῷ Θεῷ τοῖς γνησίως καὶ κατ᾽ ἀξίαν μετανοοῦσιν.

Τί ἐστιν Εὐαγγέλια; Τοῦ Θεοῦ Λόγου Κυρίου Ἰησοῦ Χριστοῦ παρουσία, πρὸς σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων σαρκωθέντος, ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας, τῆς ἀειπαρθένου.

Περὶ ἀγγέλων. Τί ἐστιν ὅρος οὐσίας ἀγγέλου; Ἄγγελος γὰρ ζῶον λογικὸν, ἄϋλον, ὑμνολογικὸν, ἀθάνατον.

Τί δὲ ἔργον τῶν ἐπουρανίων δυνάμεων ὑπάρχει; Ὕμνος ἄληκτος, καὶ ἔρως ἄπαυστος τῆς μεγαλοπρεπείας τοῦ Θεοῦ· τάχα δὲ καὶ εὐχὴ ἔμμονος ὑπὲρ σωτηρίας ἡμῶν. Ἐπειδὴ δὲ καὶ αὐταὶ αἱ τάξεις καὶ στρατιῶται λέγονται, δεῖ λοιπὸν ἐννοεῖν τάξιν διδασκαλικὴν, τάξιν ἐπιτρεπτικὴν, τάξιν τιμωρητικὴν, τάξιν ψυχῶν χαριστικὴν, τάξιν ἐν ἀνθρώποις παραμονητικήν. Ὥσπερ δὲ καὶ τάξεως διαφορὰν ἐν ταῖς ἄνω δυνάμεσιν ἔγνωμεν, οὕτω καὶ στάσεως καὶ γνώσεως. Οἱ μὲν θρόνοι, καὶ τὰ σεραφὶμ, καὶ τὰ χερουβὶμ, ἀμέσως παρὰ Θεοῦ μανθάνουσιν, ὡς πάντων ἀνώτερα καὶ Θεῷ πλησιάζοντα· ταῦτα δὲ διδάσκει τὰ κατώτερα τάγματα, καὶ οὕτως ἐφεξῆς τὰ ἀνώτερα διδάσκει τὰ κατώτερα. Τὸ δὲ κατώτερον τάγμα εἰσὶν οἱ ἄγγελοι, οἱ καὶ τῶν ἀνθρώπων ὄντες διδάσκαλοι.

Τί ἐστιν ἄνθρωπος; Ἄνθρωπός ἐστι ζῶον νοερὸν, αἰσθητικὸν θείου νοῦ, καὶ ζωῆς αἰωνίου δεκτικὸν, καὶ τῇ ταύτης στερήσει θνητόν. Τούτου οὖν τοῦ ἀνθρώπου τοῦ κατὰ τὴν γηγενῆ πλάσιν.

Ὅτι σύνθετος ὁ ἄνθρωπος, καὶ οὐχ ἁπλοῦς, οὐδὲ ἐξ ὁμοειδῶν μερῶν, ἀλλ᾽ ἐξ ἀσωμάτου νοῦ, καὶ σώματος τοῦ ἐπιθυμητικοῦ, ἤτοι ἐμψύχου. Ὡς ἐδίδαξεν ὁ Παῦλος, σαρκὸς μὲν τὸ ἐπιθυμητικὸν τῇ ψυχῇ προσνείμας, ὃ καὶ σάρκα προσεῖπεν ἅμα τῷ ἑαυτῆς θελήματι τὴν ἀνθρώπου σάρκα, ἣν καὶ στρατεύεσθαι ἔφη κατὰ τοῦ πνεύματος· οὐ στρατεύεται δὲ τὸ μὴ κίνησιν ἔχον, μηδὲ θέλησιν ἰδίαν. Ταύτην δὲ τὴν σάρκα, πρὸς τὸ πνεῦμα ἔφη διαμάχεσθαι, οὐ τὴν ἀκίνητον, οὐδὲ τὴν ἄψυχον. Φυσικὸν γὰρ ἐνέσπαρται ταύτῃ κίνημα παθητικὸν, μεθ᾽ οὗ σὰρξ ὀνομάζεται, ὡς ἐν τῇ πρὸς Ῥωμαίους ἔτι σαφέστερον ἡρμήνευσε, τὸ ἐν τῇ σαρκὶ διασαφήσας κίνημα, διαμαχόμενον πρὸς νοῦν καὶ ἀντιπάσχον, ὡς οὐ ταὐτὸν δήπου, ἀλλ᾽ ἕτερον ὂν τῷ νῷ· «Συνήδομαι γὰρ,» φησὶ, «τῷ νόμῳ τοῦ Θεοῦ, κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με.» Τοῦτο δὲ τὸ θέλημα καὶ ψυχὴν ἰδίως ὁ Παῦλος ἐκάλεσεν, χωρίσας ἀπὸ τοῦ πνεύματος, ὅτε φησίν· «Ὁ Θεὸς ἁγιάσῃ ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη·» ἐν δὲ τούτῳ τὸ πνεῦμα, καὶ ψυχὴν, καὶ σῶμα, τὸν ὁλοτελῆ ἄνθρωπον ἑρμηνεύσας, καὶ ὑπευξάμενος αὐτὸν ἁγιασθῆναι, καὶ ἀμέμπτως τηρηθῆναι.

Πνεῦμα μὲν οὖν ἔδειξε τὸ ἁγιαζόμενον, ὅπερ ἐστὶν ὁ νοῦς ὁ ἀνθρώπινος· ψυχὴν δὲ μετὰ τοῦτο τὸ ἐπιθυμητικὸν, καὶ σῶμα σκῆνος τὸ γήϊνον· ὥστε κατὰ ταύτην τὴν διαίρεσιν τρία εἶναι τὸν ἄνθρωπον τὸν γηγενῆ· τὸ νοερὸν, τὸ ἐπιθυμητικὸν, τὸ σωματικόν. Τοῦτο τὸ θέλημα, ἤτοι ἡ ψυχὴ, τὸ ἐπιθυμητικὸν, ἥνωται τῷ νῷ τῷ τοῦ ἀνθρώπου καὶ τῷ σώματι. Ἐπικρατοῦντος οὖν τοῦ νοεροῦ, τὸ ὅλον ἐστὶ νοερὸς ἄνθρωπος· καίτοιγε συμπεπλεγμένον ἔχων ἐν ταῖς σαρκικαῖς ἐπιθυμίαις, κατὰ τὴν πρόδηλον διαφορὰν καὶ μάχην λογικοῦ τε καὶ ἀλόγου, τοῦ ἐν τῷ ἀνθρώπῳ, ἀλλ᾽ οὐκ ἐπικρατοῦντος, ἀλλὰ ἐπικρατουμένου. Ἡγεμονικὸν δὲ λέγεται, καθὼς ὁ νοῦς ἡγεῖται τοῦ ζωτικοῦ σώματος. Ἄνθρωπος οὖν καθ᾽ ἡγεμονίαν νοῦ μετέσχε θεότητος, νοερὸν ζῶον ὤν· διὰ τοῦτο λέγει· «Ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν.»