Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Μαρτυρίαι ἐκ τῶν γραφῶν

Μέγας Αθανάσιος

Ανασκευή των αιρετικών δοξασιών περί ιεραρχικής υποτάξεως στην Αγία Τριάδα

Επιχειρήματα κατά της αξιολογικής υποβαθμίσεως των θείων προσώπων, επεξήγηση της χρήσεως των προθέσεων και ανάδειξη των κοινών ονομάτων και ενεργειών της Τριάδος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 7

Ὅτι τὸ Πνεῦμα ποτὲ ἡ Γραφὴ τοῦ Πατρὸς καλεῖ, ποτὲ τοῦ Υἱοῦ· ποτὲ καθ᾽ ἑαυτὸ αὐτὸ ὀνομάζει· οὐ γὰρ ἐν συγχύσει, ἀλλ᾽ ἀδιαιρέτως κηρύσσεται. Περὶ Πατρός· «Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ.» Καὶ πάλιν· «Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ᾽ ἐν πνεύματι, εἴπερ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν.» Περὶ Υἱοῦ· «Ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, κράζον, Ἀββᾶ ὁ Πατήρ.» Καὶ πάλιν· «Ὃς Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.» Περὶ τοῦ Πνεύματος ὁ Υἱὸς ἔλεγε· «Μὴ μεριμνήσητε, τί, ἢ πῶς λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρός μου, τὸ λαλοῦν ἐν ὑμῖν.» Περὶ Πνεύματος· «Διῆλθον δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος, τὸν Λόγον τοῦ Θεοῦ λαλῆσαι ἐν τῇ Ἀσίᾳ. Ἐλθόντες δὲ κατὰ τὴν Μυσίαν, ἐπειρῶντο εἰς τὴν Βιθυνίαν πορευθῆναι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ.» Περὶ τοῦ Πνεύματος· «Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε.» Λέγουσιν οἱ αἱρετικοὶ κατὰ τάξιν καὶ ὑπαρίθμησιν ἑστάναι τὴν θεότητα. Ἐροῦμεν, ὅτι γέγραπται· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ ὁ ἐπουράνιος.» Καὶ πάλιν· «Πρῶτόν φησι τὸ ψυχικὸν, εἶτα τὸ πνευματικόν.»

Εἰ τοίνυν τῷ πρώτῳ ὑπαριθμεῖται τὸ δεύτερον, τὸ δὲ ὑπαριθμούμενον ἀτιμότερόν ἐστι τοῦ πρὸς ὃ ἔχει τὴν ὑπαρίθμησιν· ἀτιμότερος καθ᾽ ὑμᾶς τοῦ ψυχικοῦ ὁ πνευματικὸς, καὶ τοῦ χοϊκοῦ ὁ ἐπουράνιος.

Ἄλλο· Οὐδεὶς ἀγνοεῖ, ὅτι Θεὸν Ἀβραὰμ, καὶ Θεὸν Ἰσαὰκ, καὶ Θεὸν Ἰακὼβ, καλεῖ ἡ Γραφή. Ἄλλο· Διὰ τοὺς τρίτῳ τόπῳ τάσσοντας τὸ Πνεῦμα τὸ ἅγιον. Ἀντιστρέφει αὐτοῖς ἐν τῇ Παλαιᾷ Διαθήκῃ, καὶ λέγει (ὅτε ἐν Βαβυλῶνι ἐξώριστο ὁ λαὸς), οὕτως λέγει· «Καὶ μνησθήσομαι τῆς διαθήκης μου τῆς πρὸς Ἰακὼβ, καὶ τῆς διαθήκης μου τῆς πρὸς Ἰσαὰκ, καὶ τῆς διαθήκης μου τῆς πρὸς Ἀβραάμ.» Ἄλλο· «Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι.» Καὶ ἄλλο· «Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;»

Ὅτι προτάττεται τοῦ Πατρὸς ὁ Υἱός. Λέγει ὁ Σωτήρ· «Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσομεν.» Ἄλλο· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Καὶ πάλιν ὁ Ἀπόστολος· «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ κοινωνία τοῦ ἁγίου Πνεύματος, μετὰ πάντων ὑμῶν.»

Πρὸς τοὺς λέγοντας τὸ, ἐξ οὗ, καὶ δι᾽ οὗ, διαφέρειν, καὶ διδόντας τὸ μὲν, ἐξ οὗ, τῷ Πατρὶ, τὸ δὲ, δι᾽ οὗ, τῷ, ὡς ἔλαττον. Εὑρίσκομεν δὲ ἐκ τῶν Γραφῶν, ὅτι καὶ ἐπὶ τοῦ Πατρὸς λέγεται τὸ, «δι᾽ οὗ,» καὶ ἐπὶ τοῦ Υἱοῦ, τὸ, «ἐξ οὗ,» καὶ ἐπὶ Πνεύματος ὁμοίως. Περὶ τοῦ Πατρὸς ὁ Ἀπόστολος λέγει· «Πιστὸς ὁ Θεὸς, δι᾽ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.» Ἄλλο· «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ·» καὶ πάλιν· «Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ᾽ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος διὰ Θεοῦ.» Καὶ τὸ, «Ὥσπερ ἠγέρθη Χριστὸς διὰ τῆς δόξης τοῦ Πατρός.» Καὶ πάλιν, ὅτε ἐγεννήθη Κάϊν, Εὔα εἰρήκει· «Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ.» Καὶ πάλιν τῷ Ἰωσὴφ εἰς τὴν φυλακὴν οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις δίδοται; Περὶ τοῦ Υἱοῦ ἐκ τῆς προφητείας Ἡσαΐου Παῦλος εἶπεν· «Ὅτι ἐξ αὐτοῦ, καὶ δι᾽ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα.» Εἰ δὲ ἀντιλέγει ὁ αἱρετικὸς τῷ Πατρὶ τῷ Θεῷ λελέχθαι τὴν, «δι᾽ οὗ,» φωνὴν, πρέπειν δώσει καὶ τὴν ἴσην ἀξίαν τῷ Υἱῷ· καὶ πάλιν Ἐφεσίοις ὁ Ἀπόστολος· «Ἀληθεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον,» καὶ τὰ ἑξῆς.

Καὶ πρὸς Κολοσσαεῖς πρὸς τοὺς οὐκ ἔχοντας τὴν γνῶσιν τοῦ Μονογενοῦς εἴρηται· «Ὅτι ὁ κρατῶν τὴν κεφαλὴν,» τουτέστι τὸν Χριστὸν, «ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν, καὶ τῶν συνδέσμων,» καὶ τὰ ἑξῆς· καὶ τὸ, «Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.» Καὶ αὐτὸς ὁ Κύριος λέγει· «Ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.» Καὶ πάλιν λέγει· «Ἔγνων δύναμιν ἐξελθοῦσαν ἐξ ἐμοῦ.» Περὶ τοῦ Πνεύματος· «Ὁ σπείρων εἰς τὸ Πνεῦμα ἐκ τοῦ Πνεύματος θερίσει ζωὴν αἰώνιον.» Καὶ ὁ Ἰωάννης φησίν· «Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν ὁ Θεὸς, ἐκ τοῦ Πνεύματος αὐτοῦ, οὗ ἔδωκεν ἡμῖν.» Καὶ ὁ ἄγγελος λέγει· «Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου.» Ὁ Κύριός φησι· «Τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν.» Εἰ δὲ τὸ, «ἐξ οὗ,» ἐπιτάττοντός ἐστι, τουτέστι τοῦ Πατρὸς, ποῦ τις θήσει τὸ, «Οὐ γέγονεν ἀνὴρ ἐκ γυναικὸς, ἀλλ᾽ ἡ γυνὴ ἐξ ἀνδρός;» Ἆρα τὸν ἄνδρα Θεὸν ἐροῦμεν;

Ὅτι Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματός ἐστί τινα κοινὰ ὀνόματα, ὥσπερ τὸ, Θεὸς, τὸ, Κύριος, Ἅγιος, Ἀγαθὸς, Πνεῦμα, καὶ ἄλλα τινὰ τοιαῦτα. Ἐπὶ ποσὸν οὖν ἐν περινοίᾳ γενέσθαι, Πνεῦμα ὠνόμασται· ὡς, «Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτῷ, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Καὶ πάλιν περὶ τοῦ Υἱοῦ· «Πνεῦμα προσώπου ἡμῶν Χριστὸς Κύριος.» Ἅγιος ὁ Πατὴρ, καὶ ἅγιος ὁ Υἱὸς, τὸ δὲ Πνεῦμα οὐχ ἁγιαζόμενόν ἐστιν, ἀλλ᾽ ἁγιάζον· ἀγαθὸν, ὡς ἀγαθὸς ὁ Πατὴρ, καὶ ὁ ἐκ τοῦ ἀγαθοῦ ἀγαθὸς γεννηθεὶς Υἱός· εὐθὲς Πνεῦμα, ὡς εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, τῷ εἶναι αὐτοαλήθεια, δικαιοσύνη διὰ τὸ ἄτρεπτον τῆς οὐσίας· Παράκλητος, ὡς μονογενής· κατὰ τό· «Ἐγὼ παρακαλέσω τὸν Πατέρα μου, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν.» Οὕτω κοινὸν τὸ ὄνομα πρὸς Πατέρα καὶ Υἱὸν τῷ Πνεύματι, ἐκ τῆς κατὰ φύσιν κοινωνίας καὶ οἰκειότητος ἡ προσηγορία τούτων ἥνωται. Πόθεν γὰρ ἄλλοθεν, πάλιν ἡγεμονικὸν, πάλιν Πνεῦμα ἀληθείας, πάλιν Πνεῦμα σοφίας ὠνόμασται;

Ὅτι ὅσα ὁ Χριστὸς ποιεῖ, καὶ τὸ ἅγιον Πνεῦμα ποιεῖ. Ἐνεργήματα δυνάμεων, χαρίσματα ἰαμάτων. Διὰ τοῦ Πνεύματος ἁγίου δαίμονες ἀπηλαύνοντο· ἐν τῷ Πνεύματι τοῦ Θεοῦ διάβολος κατήργητο· συμπαρόντος τοῦ Πνεύματος, ἁμαρτιῶν ἀπολύτρωσις ἐν τῇ χάριτι τοῦ Πνεύματος· «Ἀπελούσασθε γὰρ, καὶ ἡγιάσθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ.» Ἡ ἐκ νεκρῶν ἐπανάστασις τῇ ἐνεργείᾳ τοῦ Πνεύματος· «Ἐξαποστελεῖς γὰρ τὸ Πνεῦμά σου, καὶ κτισθήσονται· καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Καὶ πάλιν λέγει· «Εἰ δὲ τὸ Πνεῦμα, τὸ ἐγεῖραν Ἰησοῦν ἐκ νεκρῶν.» Εἴ τις οὖν τὴν κτίσιν ἐκλαμβάνει ἐπὶ τῆς τῶν διαλυθέντων ἀναβιώσεως, πῶς οὐ μεγάλη τοῦ Πνεύματος ἡ ἐνέργεια, τοῦ οἰκονομοῦντος ἡμῖν τὸν ἐξ ἀναστάσεως βίον, καὶ πρὸς τὴν πνευματικὴν ἐκείνην ζωὴν τὰς ψυχὰς ἡμῶν μεταῤῥυθμίζοντος; εἴτε λέγοιτο κτίσις ἡ ἐνταῦθα τῶν ἐξ ἁμαρτιῶν διαπεπτωκότων ἐπὶ τὸ βέλτιον μετακόσμησις· (λέγεται γὰρ καὶ οὕτω κατὰ τὴν συνήθειαν τῆς Γραφῆς, ὅταν Παῦλος λέγῃ· «Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις·» καὶ ὁ ἐνταῦθα ἀνακαινισμὸς, καὶ ἀπὸ τῆς γηΐνης καὶ ἐμπαθοῦς ζωῆς ἐπὶ τὴν οὐράνιον πολιτείαν μεταβολὴ διὰ τοῦ Πνεύματος ἡμῖν γινομένη, ἐπὶ πᾶσαν ὑπερβολὴν θαυμαστῶς τὰς ψυχὰς ἡμῶν ἄγει·) ἐπὶ τούτοις πότερον φοβηθῶμεν, μὴ τὴν ἁγίαν δόξαν ὑπερθώμεθα τοῦ Πνεύματος ταῖς ὑπερβολαῖς τῶν τιμῶν;

ἢ τὸ ἐναντίον, μὴ εἰς ταπεινὸν καταγάγωμεν τὴν περὶ αὐτοῦ ἔννοιαν; Λέγει γὰρ τῷ Ἀνανίᾳ ὁ ἀπόστολος Πέτρος· «Διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον; οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.»

Ὅτι ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὡδήγησε τὸν Ἰσραήλ. Ὁ μὲν οὖν προφήτης Ἱερεμίας λέγει οὕτως περὶ Πατρός· ὅτι «Αὐτὸς ὡδήγησε τὸν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ.» Καί· «Οὐκ εἴπατε, φησὶ, Ποῦ ἔστιν ὁ Θεὸς, ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ὁ καθοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ;» καὶ ὁ Δαβίδ φησιν· «Ὡδήγησας, ὡς πρόβατα, τὸν λαόν σου.» Ὁ δὲ Ἡσαΐας τὸ Πνεῦμα τὸ ἅγιον εἶπεν ὡδηγηκέναι τὸν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ. Ἔστιν οὖν αὐτοῦ ἀκοῦσαι λέγοντος· «Ἤγαγεν αὐτοὺς διὰ τῆς ἀβύσσου, ὡς ἵππον ἐν τῇ ἐρήμῳ, καὶ οὐκ ἐκοπίασαν, καὶ ὡς κτήνη διὰ πεδίου, κατέβη Πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐτούς.» Πρὸς δὲ Κορινθίους λέγει ὁ Παῦλος, ὅτι Χριστὸς ἦν· «Ἔπινον» γὰρ, φησὶν, «ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός.» Ἐὰν δὲ εἴπῃ τις, ὅτι τὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν, ὥστε οὖν ὅσον ὁ ἱκέτης λείπεται τοῦ εὐεργέτου, τοσοῦτον λείπεται τὸ Πνεῦμα· λέγωμεν αὐτῷ, ὅτι ὁ Μονογενής ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν· «Μὴ οὖν λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον,» κατὰ τὸν Παῦλον τὸν λέγοντα· «Ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.» Καὶ ὁ Στέφανος δὲ λέγει· «Ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν.» Καὶ ὁ Ἡσαΐας λέγει· «Παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον.» Καὶ ἑτέρωθι· «Οἶκος Ἰακὼβ παρώργισε τὸ Πνεῦμα Κυρίου.»

Ἀλλὰ δοῦλον αὐτὸ λέγεις· «Ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ αὐτοῦ ὁ Κύριος·» τὸ δὲ Πνεῦμα οὕτως οἶδε τὰ τοῦ Θεοῦ, ὡς τὸ πνεῦμα τοῦ ἀνθρώπου, τὸ ἐν αὐτῷ.