Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ὁμιλία εἰς τὸ πάθος καὶ τὸν σταυρὸν τοῦ κυρίου

Μέγας Αθανάσιος

Οι όρκοι του Θεού και η εκπλήρωση των θείων προφητειών

Ερμηνεία της βεβαιότητας του θείου λόγου στις Γραφές και εξέταση της προφητείας για τη Νινευή ως έκφραση της θείας μακροθυμίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 8

Ἴσως δέ τις ἐπὶ τούτοις εὐλόγως ἀντιθήσει λέγων· Εἰ ὁ ὅρκος ἀπὸ ἀνθρώπων κεκώλυται, καὶ ἐν τῷ μὴ ὀμνύναι τις μιμεῖται τὸ Θεῖον, πῶς αὐτὸς ὁ Θεὸς ὀμνύναι λέγεται ἐν ταῖς θείαις Γραφαῖς; Καὶ γὰρ καὶ τῷ Ἀβραὰμ ὤμοσεν, ὥσπερ καὶ Μωσῆς μαρτυρεῖ, καὶ ἐν Ὕμνοις δὲ γέγραπται· «Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Δόξει γὰρ ἢ ταῦτα μάχεσθαι τοῖς προλεχθεῖσιν, ἢ ἐκ τούτων ἐπιτρίβεσθαι τοὺς ἀνθρώπους εἰς ὅρκους. Ἀλλ᾽ οὐκ ἔστιν οὕτω· μὴ ταῦτά τις νομιζέτω. Θεὸς γὰρ κατ᾽ οὐδενὸς ὀμνύει. Πῶς γὰρ, αὐτὸς Κύριος καὶ ποιητὴς τῶν ἁπάντων ὑπάρχων; Ἀλλ᾽ εἰ χρὴ τἀληθῆ λέγειν, ὁ λόγος ὅρκος αὐτοῦ ἐστι, πληροφορῶν τοὺς ἀκούοντας, καὶ πίστιν ἑκάστῳ παρέχων, ὅτι ὃ ἐπηγγείλατο καὶ λαλεῖ, πάντως καὶ γενήσεται. Οὐ γὰρ ὡς ἄνθρωπος ὀμνύει Θεὸς, ἀλλ᾽ ἡμῖν ὁ λόγος αὐτοῦ ἀντὶ ὅρκου πρὸς ἀλήθειαν γίνεται. Ἀνθρώποις δὲ λαλῶν ὀμνύναι λέγεται, καὶ τοῦτο ἀνθρωπικώτερον λαλούντων τῶν ἁγίων· ἵνα ἀφ᾽ ὧν αὐτοὶ λέγοντες ἀξιοῦσιν, ἀπὸ τούτων αὐτοὶ πιστεύσωσι τῷ λαλοῦντι Θεῷ. Ὡς γὰρ ἀνθρώπων τὸν λόγον ὅρκος βεβαιοῖ, οὕτως ἃ λαλεῖ ὁ Θεὸς ἀνθ᾽ ὅρκου λογιζέσθω διὰ τὸ βέβαιον καὶ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ.

Μαρτυρεῖ δὲ τῷ λεγομένῳ καὶ αὐτὸς ὁ γεγραμμένος ὅρκος· «Ὤμοσε» γὰρ «Κύριος, καὶ οὐ μεταμεληθήσεται,» ὡς τοῦ ἀμεταμελήτου καὶ πάντως ἐσομένου κατὰ τὴν ἐπαγγελίαν ὅρκου τυγχάνοντος.

Τοῦτο δὲ καὶ αὐτὸς ὁ Θεὸς ἐν τῇ Γενέσει σημαίνει λέγων· «Κατ᾽ ἐμαυτοῦ ὤμοσα.» Τοῦτο δὲ οὐχ ὅρκος ἐστίν. Οὐδὲ γὰρ κατά τινος ὤμοσεν, ὅπερ ἴδιόν ἐστιν ὅρκου· ἀλλὰ καθ᾽ ἑαυτοῦ, ὅπερ τὴν τοῦ ὅρκου ὑπόνοιαν ἐκφεύγει, καὶ ἐν ᾧ σημαίνει τὸ βέβαιον τῆς ἐπαγγελίας, καὶ τὸ χρῆναι πάντως πιστεῦσαι τὸν ἀκούοντα. Ἔστω δὲ καὶ ὁ ὑμνῳδὸς μάρτυς τῶν λεγομένων, ἀναμιμνήσκων τὸν Θεὸν, ψάλλων καὶ λέγων· «Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαβὶδ ἐν τῇ ἀληθείᾳ σου;» Οὐ γὰρ κατὰ τῆς ἀληθείας ὀμνύει Θεός· ἀλλ᾽ ἅπερ ἀληθεύων λαλεῖ ὡς ὅρκος ἐστὶ τοῖς ἀνθρώποις πρὸς πίστιν. Οὔτε οὖν Θεὸς κατὰ τοὺς ἀνθρώπους ὀμνύει, οὔτε ἡμᾶς ἐκ τούτων εἰς ὅρκους ἐπιτρίβεσθαι χρή· ἀλλὰ τοιαῦτα λέγωμεν καὶ πράττωμεν, ὡς μὴ ὅρκου δεῖσθαι τοὺς ἀκούοντας, ἀλλ᾽ ἀφ᾽ ἑαυτῶν ἔχειν τὰ λεγόμενα τῆς ἀληθείας τὴν μαρτυρίαν. Ἐν τούτῳ γὰρ ὄντως μιμησόμεθα τὸ Θεῖον.

Ἀλλ᾽ ἴσως καὶ τὸ κατὰ τοὺς Νινευΐτας ἄν τις ἐπερωτήσειεν οὕτως· Εἰ ὁ λόγος ὅρκος ἐστὶ τοῦ Θεοῦ, ὅτι λέγων ἀληθεύει καὶ οὐ ψεύδεται, πῶς εἰρηκώς· «Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται,» οὐ πεπλήρωκε τὸν λόγον; δόξει γὰρ καὶ τοῦτο μάχεσθαι πρὸς τὰ πρῶτα. Ἀλλ᾽ οὐ ψεύδεται ὁ Θεός· μὴ γένοιτο! οὐδὲ ὁ λόγος ἀπλήρωτος ἔμεινεν αὐτοῦ.

Τῇ γὰρ φιλανθρωπίᾳ τὴν ὀργὴν ἤμβλυνε, καὶ τῇ μετανοίᾳ τῶν Νινευϊτῶν μᾶλλον ἐπέβλεψεν ἢ τῇ πρὸ ταύτης ἁμαρτίᾳ. Καὶ ὁ λόγος δὲ τοῦ Θεοῦ οὐχ οὕτως ἦν, ὥστε μετὰ τριήμερον κατασκαφῆναι τὴν Νινευΐ· ἀλλ᾽ ὅτι τρεῖς ἡμέρας ὑμῶν ἀνέξομαι· ἵνα ἐν τῇ ἀνοχῇ τῶν τριῶν ἡμερῶν, ἐξουσίαν ἔχωσι μετανοῆσαι, ἢ τὴν μετὰ ταῦτα ὀργὴν ἐκλέξασθαι. Τί γάρ φησιν ὁ προφήτης; «Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται.» Οὐκ εἶπε· Μετὰ τρεῖς ἡμέρας καταστραφήσεται· εἰ γὰρ ἂν, ἐγεγόνει πάντως· ἀλλ᾽ «Ἔτι τρεῖς ἡμέραι, καὶ καταστραφήσεται·» ἵν᾽ ἐν μὲν τῷ, «ἔτι,» λέγεσθαι, τὴν ἀνοχὴν ἐννοῶμεν τοῦ Θεοῦ, ἐν δὲ τῇ κατασκαφῇ τὴν μετὰ τὴν ἀνοχὴν, εἰ μὴ μετανοήσαιεν, γενησομένην ὀργήν. Ἐπεὶ εἰ μὴ τοῦτον εἶχε τὸν τρόπον, καὶ μετανοίας χάριν τῶν ἀνθρώπων ὑπερέθετο τὰς τρεῖς ἡμέρας, τί τὸν Θεὸν ἐκώλυε καὶ παραυτὰ τὴν Νινευῒ ἀπολέσαι; Ἀσθένεια;

Ἄπαγε! μηδὲ εἰς νοῦν ποτε τοῦτο τὸν ἡμέτερον ἔλθοι. Κύριος γὰρ τῶν δυνάμεων καὶ ἰσχυρὸς καὶ δυνατός ἐστιν ὁ Θεός. Ἀλλ᾽ ἄγνοια τῶν πράξεων ἐκείνων; μηδὲ τοῦτο λεγέσθω· οἶδε γὰρ τὰ πάντα πρὶν γενέσεως αὐτῶν. Τί οὖν ὑπολείπεται νοεῖν ἢ μακροθυμίαν καὶ φιλανθρωπίαν τοῦ Δεσπότου; ἣν καὶ ὁ προφήτης ἐπιστάμενος, ἔφευγε μὲν ἀποστελλόμενος τὸ πρῶτον, τὸ δεύτερον δὲ ἀπολογούμενός φησιν· «Ὦ Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου, ἔτι ὄντος μου ἐν τῇ γῇ μου; διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσεῖς, διότι ἔγνων, ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις.» Ἔφυγε δὲ Ἰωνᾶς, οὐχ ὡς ἀντιλέγων τῷ Θεῷ· καὶ ἐλυπεῖτο, οὐχ ὡς ἐπὶ τῇ ἀπωλείᾳ τῶν Νινευϊτῶν χαίρων· ἀλλὰ τοῦτο ἐποίει διὰ τὴν Νινευϊτῶν κηδεμονίαν. Ἐφοβεῖτο γὰρ μὴ ἀβέβαιος παρ᾽ αὐτοῖς νομισθῇ, καὶ λοιπὸν ἄρξωνται μηκέτι προφήταις πιστεύειν, ἀλλὰ ἄπιστος παρ᾽ αὐτοῖς ὁ προφητικὸς λόγος γένηται. Διὰ τοῦτο γοῦν καὶ ἠθύμησεν, ἵνα ἐλεγχθῇ παρὰ τοῦ Δεσπότου, καὶ φανερὸν τοῖς Νινευΐταις ἐκεῖ πᾶσι γένηται, ὅτι οὐ διὰ τὸ ψεύσασθαι τὸν προφήτην, ἀλλὰ διὰ φιλανθρωπίαν τοῦ Θεοῦ συγκεχώρηται τοῖς Νινευΐταις. ᾜδει γὰρ ἐν τῇ «ἔτι» λέξει σημαινομένην μακροθυμίαν.

Καὶ τοῦτο τῆς θείας Γραφῆς ἐστι τὸ ἔθος. Ὅταν γὰρ τὴν ἑαυτοῦ μακροθυμίαν σημαίνειν ἐθέλῃ ὁ Θεὸς, διὰ τῆς λέξεως τῆς, «ἔτι,» ταύτην ἀπαγγέλλει· ὡς ἐὰν λέγῃ διὰ μὲν τοῦ Ἡσαΐου· «Τί ἔτι ποιήσω τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα;» διὰ δὲ τοῦ Ἱερεμίου· «Διὰ τοῦτο ἔτι κριθήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος.» Ἐν δὲ τῷ λέγειν, «ἔτι,» δείκνυσι τὴν ἑαυτοῦ ἀγαθότητα καὶ ἀνοχήν. Λέγει γάρ· «Διέλθετε νήσους Χετιεὶμ, καὶ εἰς Κηδὰρ ἀποστείλατε, καὶ ἴδετε.» Εἰ τοίνυν μὴ μακροθυμεῖν ἤθελεν, οὐδὲ παραινέσεις αὐτοῖς ἐδίδου· ὥστε διελθεῖν, καὶ διελθόντας μαθεῖν ἐκ τῶν ἐναντίων τὴν πρὸς τὸ καλὸν σύγκρισιν.

Ἀμέλει ὅταν μηκέτι μακροθυμίαν, ἀλλ᾽ ὀργὴν ἡ πρᾶξις ἑκάστου προσκαλεῖται, λοιπὸν ἀποφαίνεται λέγων· «Οὐκέτι ἀνοίσω τὰς ἁμαρτίας ὑμῶν.» Διὰ δὲ τοῦ ὧδε, «οὐκέτι,» ῥήματος σημαινομένου, δείκνυσι φανερῶς τὴν περὶ τῶν Νινευϊτῶν δηλουμένην διὰ τοῦ, «ἔτι,» μακροθυμίαν, καὶ τοῦ λόγου τὴν ἀλήθειαν. Ἀδύνατον γὰρ ἦν μὴ ἀληθεῦσαι τὸν Θεὸν λέγοντα, καὶ μόνον βουλόμενον. Διὰ τοῦτο τῷ Ἀβραὰμ ἐπαγγειλάμενος, οὐκ ἐψεύσατο, ἀλλὰ καὶ τὸν υἱὸν ἐχαρίζετο· καὶ τὸν λαὸν ἐξήγαγεν ἐκ τῆς Αἰγύπτου διὰ τοῦ ἱεροφάντου Μωσέως. Καὶ τὸν μὲν Ἰσαὰκ ἐπληροφόρει τῇ ὑποσχέσει, καὶ πατέρα τοῦτον ἐποίει τῶν δύο λαῶν· τῷ δὲ Ἰακὼβ ἐπαγγειλάμενος ἐδείκνυε τὸν Ἰωσήφ. Καὶ τῷ μὲν πιστοτάτῳ Μωσεῖ ἐδίδου τῶν λεγομένων τὴν πίστιν διὰ τῶν συμβαινόντων τῷ Φαραώ· τῷ δὲ Δαβὶδ ἐπαγγειλάμενος, ἀπεδίδου τὴν ὑπόσχεσιν διὰ Σολομῶντος· λέγω δὴ τὴν τοῦ ναοῦ οἰκοδομήν.