Γέγραπται δὲ οὕτω· «Σταυρώσαντες δὲ αὐτὸν, διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον· ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Ματθαῖος μὲν οὖν μετὰ τῶν ἄλλων εὐαγγελιστῶν ἁπλούστερον τὸν μερισμὸν γεγενῆσθαί φησι· ὁ δὲ Ἰωάννης καὶ τὴν ποιότητα τοῦ μερισμοῦ, καὶ τὴν αἰτίαν τοῦ γεγενημένου κλήρου διηγεῖται λέγων οὕτως· «Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος. Τὸν δὲ χιτῶνα, ἐπεὶ ἦν ἄῤῥαφος ἐκ τῶν ἄνω ὑφαντὸς διόλου, εἶπον πρὸς ἀλλήλους· Μὴ σχίσωμεν αὐτὸν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται· ἵνα ἡ Γραφὴ πληρωθῇ· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Ἴσως τις τούτων ἀκούων ἐρυθριᾷ· ἴσως τις ὁρῶν τὸν Κύριον παιζόμενον, καὶ ἀπαγόμενον, καὶ τυπτόμενον, αἰσχύνεται· ἴσως νῦν τις ὁρῶν τὸν Κύριον, καὶ Σωτῆρα, καὶ βασιλέα τοῦ παντὸς κρινόμενον ὑπὸ Πιλάτου, καὶ σταυρούμενον ὑπὸ Ἰουδαίων, δυσωπεῖται, καὶ κάτω τὸν ὀφθαλμὸν ἔχει. Οὐδὲ γὰρ οὐδὲ ἥλιος ἤνεγκε τὴν θέαν ἰδεῖν, ἀλλ᾽ ἐσκοτίζετο ὅλος, ἵνα καὶ τοὺς ἄλλων ὀφθαλμοὺς ἀποστρέψῃ· καὶ οὐκ ἐφρόντιζεν ἔτι τῆς ἐντολῆς τοῦ φαίνειν τοῖς ἀνθρώποις, ἀλλὰ καὶ παραβαίνειν ἐτόλμα λοιπὸν, ὁρῶν τὸν ἐντειλάμενον αὐτῷ Δεσπότην ὑπὸ ἀνθρώπων πάσχοντα.