Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ὁμιλία εἰς τὸ πάθος καὶ τὸν σταυρὸν τοῦ κυρίου

Μέγας Αθανάσιος

Η αλήθεια του Θεού και η ευαγγελική εντολή περί αποφυγής των όρκων

Εισαγωγή στο ευαγγελικό ανάγνωσμα του Πάθους, αντιπαραβολή της θείας αλήθειας με το ανθρώπινο ψεύδος και έλεγχος της ορκωμοσίας στις βιωτικές συναλλαγές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 8

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΕΙΣ ΤΟ ΠΑΘΟΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΕΙΣ ΤΟΝ ΣΤΑΥΡΟΝ. «Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστι Κρανίου τόπος λεγόμενος, ἔδωκαν αὐτῷ οἶνον πιεῖν μετὰ χολῆς μεμιγμένον. Καὶ γευσάμενος, οὐκ ἤθελε πιεῖν. Σταυρώσαντες δὲ αὐτὸν, διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον· ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Προφήτου· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ.» Καὶ εἰς τὰ ἑξῆς.

Τὸ μὲν ἀναγνωσθὲν ῥητὸν εὐαγγελικόν ἐστι· σαφηνείας δὲ τούτου χάριν καλὸν πρὸς τοὺς ἁγίους καταφυγεῖν, καὶ παρ᾽ αὐτῶν τὴν τούτου διάνοιαν ἐκλαβεῖν. Ἐκείνους γὰρ μᾶλλον ἢ ἡμᾶς τοῖς Εὐαγγελίοις συνίστασθαι προσήκει. Καὶ ἵνα μὴ περιερχόμενοι τοὺς πάντας ἐπιβραδύνωμεν τῷ λόγῳ, ἀρκεῖ καὶ μόνος ὁ Ἀπόστολος πρὸς τὴν ἡμῶν πληροφορίαν γενέσθαι διδάσκαλος. Γράφει γὰρ τοῖς Ἑβραίοις αὐτὸς ὁ μακάριος Παῦλος, ὅτι ἀδύνατόν ἐστι ψεύσασθαι τὸν Θεόν· καὶ ἀληθεύει μάλιστα λέγων, καὶ οὐ ψεύδεται.

Τῶν μὲν γὰρ γενητῶν ἡ φύσις ἴδιον ἔχει τὸ τρέπεσθαι καὶ κινεῖσθαι ποικίλαις μεταβολαῖς· ἐπειδήπερ καὶ μὴ ὄντα ποτὲ, μεταβολὴν ἔσχεν εἰς τὸ εἶναι τῇ τοῦ πεποιηκότος χάριτι καὶ φιλανθρωπίᾳ· καθὼς καὶ πάλιν ὁ Παῦλός φησιν· «Ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα.» Θεὸς δὲ, ὁ πάντων διὰ τοῦ Λόγου ποιητὴς τυγχάνων, ὄντως ὢν, ἀμετάβλητον ἔχει σὺν τῷ Λόγῳ τὴν φύσιν· καὶ τοῦτο διὰ τοῦ προφήτου διδάσκει, λέγων· «Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι.» Διὸ περὶ μὲν τῶν ἀνθρώπων ἐν Ψαλμοῖς ᾄδεται· «Ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης·» περὶ δὲ τοῦ Θεοῦ Μωσῆς ἐν τῷ νόμῳ μαρτυρεῖ, ὅτι «ὁ Θεὸς πιστός ἐστι καὶ ἀληθινός.» Ὁ γοῦν χριστοφόρος ἀνὴρ, ὡς ἐξ ἀμφοτέρων τούτων παιδευθεὶς, καὶ αὐτὸς τὴν τοῦ Θεοῦ πρὸς τὰ γενητὰ διαφορὰν ἐξηγούμενος, γράφει· «Γινέσθω δὲ ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος ψεύστης.» Ἀληθὴς δέ ἐστιν ὁ Θεὸς, οὐχ ὡς μὴ ψευδόμενος· οὐδὲν γάρ ἐστιν ἐναντίον αὐτῷ· οὐδὲ ὡς ἄνθρωπος ἑτέρῳ μαρτυρῶν τὸ ἀληθές· οὐδενὶ γὰρ ὑπεύθυνός ἐστιν· ἀλλ᾽ ὡς αὐτὴν τὴν ἀλήθειαν γεννῶν, καὶ Πατὴρ ὑπάρχων τοῦ Κυρίου λέγοντος· «Ἐγώ εἰμι ἡ ἀλήθεια·» ἀληθείας δὲ φίλον τὸ ψεῦδος οὐκ ἄν ποτε γένοιτο.

Ὅθεν ἀληθείας μὲν κατὰ τὸν ψαλμῳδὸν ἐκζητῶν ὁ Κύριος, τὸ δὲ ψεῦδος ἀφ᾽ ἑαυτοῦ ῥίπτει, καὶ ἀλλότριον ποιεῖ, λέγων· «Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι.» Ἐψεύσαντο γὰρ οἱ Ἰουδαῖοι κατὰ τοῦ Σωτῆρος, καὶ τὸν νόμον ἐπαγγειλάμενοι φυλάττειν, οὐκ ἠλήθευσαν, ἀλλὰ παρηνόμουν κατὰ τοῦ δεδωκότος αὐτὸν, θάνατον ἀντὶ χάριτος μηχανώμενοι τῷ Κυρίῳ.

Ἀπεβλήθησαν γοῦν εἰκότως, καὶ ὃν, ψευσάμενοι, κατὰ τοῦ Κυρίου θάνατον ἐπήγαγον, τοῦτον αὐτοὶ καθ᾽ ἑαυτῶν ἀληθῶς ἐπεσπάσαντο· ὡς καὶ Ἀνανίας καὶ Σάπφειρα ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων· οἵτινες, ἐπαγγελίαν τῷ Θεῷ δεδωκότες, ἀπὸ τῆς ἐπαγγελίας ἐνοσφίσαντο· καὶ τοὺς μὲν ἄλλους ἐλάνθανον· ὁ δὲ τῆς ἀληθείας διάκονος Πέτρος τούτους ἀπωθεῖται, λέγων· «Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.» Ἐν οἷς καὶ μέγιστον θαῦμα γέγονεν· ὅπερ γὰρ μόνος ἠπίστατο Πέτρος, τοῦτο τῷ θανάτῳ τῷ περὶ τὸν Ἀνανίαν πᾶσιν ἐφανέρωσεν· ὥστε τοὺς πάντας εἰς εὐλάβειαν ἐλθεῖν, καὶ τὸ παράδειγμα Σαπφείρας φοβηθῆναι.

Δεῖ γὰρ εἰδέναι καὶ μὴ ἀγνοεῖν, ὅτι ἃ ἐπαγγελλόμεθα Θεῷ, οὐκ ἔτι λοιπόν ἐστιν ἡμῶν, ἀλλὰ Θεῷ διαφέρει. Καὶ ἐὰν ἀποσύρωμεν ἀπὸ τούτων, οὐχ ὡς τὰ ἡμῶν ἐσμεν λαμβάνοντες, ἀλλ᾽ ὡς τὰ τοῦ Θεοῦ ἱεροσυλοῦντες. Ἡ δὲ ἐπαγγελία οὐ μέχρι χρημάτων μόνον, ἀλλὰ καὶ μέχρι λόγου καὶ προαιρέσεως αὐτῆς φθάνει. Οὐδὲ γὰρ εἴ τίς ἐστι πένης χρημάτων, οὗτος καὶ προαιρέσεως. Ἀμέλει τὸ μέγα ὄντως καὶ θεῖον μυστήριον ἡμῶν οὐκ ἐπὶ χρήμασιν ἔχει τὴν ὑπόσχεσιν, ἀλλ᾽ ἐπὶ προαιρέσει τελείᾳ, καὶ τῇ κατὰ Θεὸν πίστει. Πάντες γοῦν ἐπηγγειλάμεθα, καὶ πάντες ἐσμὲν ἐπαγγελίας χρεῶσται· ὥστε ἀνάγκη ἀποδιδόναι τὴν μὲν παρθένον, τὴν παρθενίαν ὁποίαν καὶ ἐπηγγείλατο· τὸν δὲ ἐγκρατῆ, τὴν ἐγκράτειαν· τοὺς δὲ ἐν γάμῳ, τὴν σωφροσύνην, καὶ τὴν πρὸς ἀλλήλους ἀγάπην καὶ τιμήν· καὶ τέλος πάντας τὴν εἰς Θεὸν πίστιν καὶ εὐλάβειαν καὶ δικαιοσύνην, καὶ ἀνδρίαν· ἵνα μὴ ὡς ἀγνώμονας ἡμᾶς τὸ παράδειγμα τῶν περὶ Ἀνανίαν καὶ Σάπφειραν καταλάβῃ. Τούτου γὰρ χάριν καὶ ὁ ἀποστολικὸς προασφαλίζεται λόγος· ὅτι «Ἀπόδοτε πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον τὸν φόρον· τῷ τὴν τιμὴν τὴν τιμήν. Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν.» Τοῦτο πεποίηκεν αὐτὸς ὁ ταῦτα κηρύττων.

Ὥσπερ οὖν παῤῥησιάζεται γράφων· «Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι· τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ δίκαιος κριτής.» Μὴ ψευσάμενος γὰρ ἐφ᾽ οἷς ἐπηγγείλατο, ἀλλὰ καὶ τηρήσας τὴν πρὸς τὸν Θεὸν ὑπόσχεσιν, ἔσχε καὶ αὐτὸς ἀδιάπτωτον τὴν ἐπαγγελίαν παρὰ τοῦ ἀληθινοῦ Θεοῦ.

Οὐκοῦν διὰ τοῦτο ἡμῖν συμβουλεύει λέγων· «Μὴ ψεύδεσθε εἰς ἀλλήλους·» καὶ πάλιν· «Πᾶν ψεῦδος ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω.» Θέλει γὰρ ἡμᾶς μιμητὰς ἑαυτοῦ γενέσθαι γράφων· «Ἀλήθειαν λέγω, οὐ ψεύδομαι.» Ἐπειδὴ καὶ εὐαγγελικόν ἐστι τοῦ Κυρίου ῥητὸν εἶναι ἡμῶν τὸ Ναὶ, ναὶ, καὶ τὸ Οὒ, οὔ. Μέχρι τούτου οἱ ἐν Χριστῷ βεβαιούτωσαν ἑαυτῶν τοὺς λόγους, καὶ μὴ, περαιτέρω βαίνοντες, εἰς ὅρκους καταφεύγωμεν· ὥστε καὶ φθαρτῶν χάριν χρημάτων ὀμνύναι τὸν Θεὸν, μάλιστα Μωσέως νομοθετοῦντος· «Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ.» Εἰ γὰρ ὅλως ἄξιος τυγχάνει τις ὀνομάσαι τὸν Θεὸν, ἀξιόπιστός ἐστι καὶ χωρὶς ὅρκου πιστευθῆναι· ὁ γὰρ πρὸς τὸ μεῖζον ἱκανὸς γενόμενος πολλῷ πλέον πρὸς τὸ ἔλαττον γένοιτ᾽ ἂν ἱκανός. Εἰ δὲ μή ἐστιν ἀξιόπιστος χωρὶς ὅρκου πιστευθῆναι, οὐκ ἔστιν ἄρα ἄξιος οὐδὲ ὀνομάσαι τὸ ὄνομα Κυρίου, οὐκ ἔστι πιστὸς ἐν λόγῳ.

Πῶς γὰρ ὅλως τούτῳ μαρτυρήσει ὁ Θεὸς ὀμνύοντι, μὴ ἔχοντι πίστιν, εἰς ἣν ὁ Κύριος ἐπιβλέπει; Ἡ δὲ Σοφία τούτου μάρτυς ἐστὶν ἡ λέγουσα· «Ἅγιον γὰρ Πνεῦμα παιδείας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων, καὶ οὐ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίαις.» Διὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοὺς ἐπικαλουμένους αὐτὸν πίστιν ἀπαιτεῖ πρῶτον, ὡς ἐπὶ τοῦ τυφλοῦ λέγων· «Πιστεύεις, ὅτι δύναμαί σοι τοῦτο ποιῆσαι;» καὶ ἐπὶ τοῦ σεληνιαζομένου δέ φησιν, ὅτι «Ἐὰν πιστεύῃς, γίνεται.» Ἀπαιτεῖ δὲ τοῦτο ὁ Σωτὴρ, οὐκ ἐπειδήπερ ἔχρῃζε τῆς παρ᾽ ἑτέρων συνεργίας· αὐτὸς γὰρ καὶ τῆς πίστεως Κύριος καὶ χορηγός ἐστιν· ἀλλ᾽ ἵνα μὴ ὡς προσώποις χαριζόμενος φανῇ, ἀλλ᾽ ὅτι τοῖς πιστεύουσιν ἐπινεύει· καὶ ἵνα μὴ χωρὶς πίστεως δέξωνται τὰς εὐεργεσίας, καὶ τῇ ἀπιστίᾳ ταύτας ἀπολέσωσι.

Θέλει γὰρ χαριζόμενος παραμένειν τὴν χάριν, καὶ θεραπεύων ἀδιάπτωτον εἶναι τὴν θεραπείαν. Ἠσφαλίζετο γοῦν τὸν παραλυτικὸν λέγων· «Ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται.» Καὶ ὥσπερ ἄν τις ἰατρὸς εἰσιὼν πρὸς τοὺς κάμνοντας, πυνθάνοιτο πρῶτον εἰ βούλοιντο θεραπεύεσθαι, ἵνα μὴ αὐτοῦ φροντίζοντος, κἀκείνων μὴ βουλομένων, ἀνωφελὴς ἡ θεραπεία γένηται, ἐναντιουμένων τῶν καμνόντων πρὸς τὴν τοῦ ἰατροῦ τέχνην· οὕτω καὶ ὁ Κύριος τῶν θεραπευομένων ἐπυνθάνετο, καὶ τοῖς πιστεύουσιν ἐχαρίζετο, ἵνα τῇ πίστει καὶ τὴν χάριν κατασχεῖν δυνηθῶσι. Γνώρισμα γὰρ τῆς ψυχῆς τῆς προαιρέσεως ἡ πίστις ἐστίν.

Τί τοίνυν τὸν Θεὸν καλοῦσι μάρτυρα οἱ μὴ πίστιν κατὰ ἀλήθειαν ἔχοντες; Τὸ Πνεῦμα μαρτυρεῖ ἐν Ψαλμοῖς· «Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ,» δι᾽ ἧς μόνης ἐπικαλεῖσθαι δύναται ὁ Θεός. Ὥστε τί ὀμνύουσι Θεὸν οἱ μηδὲ ἐν τοῖς μικροῖς πίστιν ἔχοντες; ἄλλως τε καὶ ὁ ὅρκος ἀληθείας ἐστὶ μάρτυς, καὶ οὐ τῶν χρημάτων σημαντικός.

Ὀμνύουσι γὰρ οἱ ἄνθρωποι, οὐχ ἵνα τὰ πράγματα σημάνωσιν, ἀλλ᾽ ἵνα τὴν ἀλήθειαν πιστώσωνται, καὶ ὅτι λέγοντες οὐ ψεύδονται. Εἰ μὲν οὖν ἐστι τῷ ὀμνύοντι πίστις καὶ ἀλήθεια, τίς ἡ χρεία τοῦ ὅρκου; Εἰ δὲ μή ἐστιν ἐν αὐτῷ πίστις, διὰ τί τοσοῦτον ἀσεβοῦμεν, ὥστε δι᾽ ἀνθρώπινα καὶ θνητὰ τὸν ὑπὲρ ἄνθρωπον Θεὸν καλεῖν μάρτυρα; Εἰ γὰρ τὸν βασιλέα τὸν ἐπὶ γῆς εἰς τὰ ἔξω δικαστήρια καλεῖν μάρτυρα οὐ θέμις, ὡς κρείττονα καὶ τῶν ἐγκαλούντων καὶ τῶν δικαζόντων, τί τὸν ἀγένητον εἰς τὰ γενητὰ καλοῦμεν, καὶ τὸν Θεὸν ὑπὸ ἀνθρώπων ποιοῦμεν καταφρονεῖσθαι;

Ἄπαγε! Τοῦτο πᾶσαν ὑπερβάλλει παρανομίαν καὶ τόλμαν. Τί οὖν δεῖ ποιεῖν; Οὐδὲν πλέον ἢ εἶναι ἡμῶν τὸ Ναὶ, ναὶ, καὶ τὸ Οὒ, οὔ· καὶ καθόλου μὴ ψεύδεσθαι. Οὕτως γὰρ ἡμεῖς ἀληθεύοντες, δόξαιμεν καὶ ἐν τούτῳ μιμεῖσθαι τὸν ἀληθῆ Θεόν.