Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ὁμιλία εἰς τοὺς ἁγίους πατέρας καὶ προφήτας

Μέγας Αθανάσιος

Ο διάλογος του προφήτη Δαβίδ με τον Μονογενή Υιό

Θεολογική ερμηνεία του τριακοστού τετάρτου ψαλμού μέσω του διαλόγου του Δαβίδ με τον Θεό Λόγο, όπου τα όπλα του Κυρίου συνδέονται με την ενανθρώπηση και το πάθος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 5

Λέγει δὲ καὶ Δαβὶδ ἡ πνευματικὴ λύρα, καθὼς ἀρτίως ἠκούσαμεν διὰ τοῦ ὑποφωνηθέντος ἡμῖν ᾄσματος· «Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με· πολέμησον τοὺς πολεμοῦντάς με.» Οὐκ ἐκφαίνων ταῦτα ὁ Θεὸς λέγει πρὸς αὐτόν· Θέλεις, ὁ Δαβὶδ, καταπολεμηθῆναι τοὺς ἐχθραίνοντάς σοι; Ὁ δὲ Δαβίδ· Ναὶ, Κύριε, καὶ πάνυ αὐτοὺς θέλω καταπολεμηθῆναι. Ὁ δὲ Μονογενής· Καὶ ἐὰν ταῦτα ὑποστῶσιν οἱ ἐχθροί σου, ποῦ σου τὸ ἀμνησίκακον; Πῶς δὲ καὶ δύνασαι ψάλλειν ἀληθεύων· «Κύριε, εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός;» Ὁ δὲ Δαβίδ· Ναὶ, Δέσποτα, ὅτι οὕτω ψάλλω ἀληθῆ, ἀλλ᾽ ἐὰν σὺ αὐτοὺς πολεμήσῃς, καὶ διὰ τὰ παρὰ σοῦ γινόμενα πάντα ἄγνωστα καὶ ἀκατάληπτα ὑπάρχει. Οὕτω δέ μοι καὶ ἐνετείλω· Μὴ ἑαυτὸν ἐκδικήσῃς· «Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω αὐτοῖς.» Ὁ δὲ Μονογενής· Καὶ πῶς χρὴ πολεμηθῆναι τοὺς ἐχθραίνοντάς σε; λέγε καὶ φανεροποίει τὴν αἰτίαν. Ὁ δὲ Δαβίδ· Οὐ χρείαν ἔχεις, Δέσποτα, ἐρωτήσεως ἢ ὑπομνήσεως, ὢν προγνώστης καὶ εἰδαίνων τὰ προγνώσεως, καὶ ποίας προαιρέσεως ἔχει γενέσθαι ὁ μέλλων τίκτεσθαι ἄνθρωπος.

Οὐδὲ ὑπάρχεις, ὡς εἷς τῶν ἀρχόντων, ἀγνοῶν τοὺς νόμους, ἢ χρῄζων συνηγόρου ἢ συγκαθέδρου, οἳ πρὸς ἓν ἕκαστον κεφάλαιον ἀποφαίνοντες. Σὺ γὰρ εἶ σύνθρονος τοῦ Πατρὸς, τῶν νόμων εὑρετὴς, τῶν σοφῶν διορθωτὴς, τῆς δικαιοσύνης χορηγὸς, τῶν καταπονουμένων ὑπερασπιστὴς, τῶν συκοφαντουμένων ἔκδικος. Τὴν γὰρ Σουσάνναν συκοφαντηθεῖσαν ὑπὸ τῶν ἀκολάστων γερόντων ἐῤῥύσω ἀπὸ τοῦ θανατικοῦ ψηφίσματος, ἀποστείλας εἰς δικολογίαν τὸν σοφὸν καὶ ἀνάργυρον ῥήτορα Δανιήλ. Ἐπεὶ οὖν πάντων ἔχεις γνῶσιν, καὶ ἐπίστασαι, πῶς χρὴ αὐτοὺς πολεμηθῆναι· εἰ δὲ ἐπιτρέπεις μοι, λέγω· εἰμὶ γὰρ δοῦλος τῆς σῆς φιλανθρωπίας, καὶ τοῦτο ἀχρεῖος, καὶ οὐ δύναμαι ἀντιπρᾶξαι τῇ κελεύσει σου. Ὁ δὲ Μονογενής· Ἐπιτρέπω σοι, καὶ εἰπὲ ἀτρόμως καὶ ἀνυπεσταλμένως. Ὁ δὲ Δαβίδ· «Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου.» Ὁ δὲ Μονογενής· Καὶ ποίου ὅπλου ἔχω ἐπιλαβέσθαι, ἢ ποίου θυρεοῦ; Πῶς δὲ ἔχω ἀναστῆναι εἰς βοήθειάν σου; Μὴ ἆρα ἐκείνου τοῦ ὅπλου ἢ ἐκείνου τοῦ θυρεοῦ ἔχω ἐπιλαβέσθαι, ὃν ἀφείλου ἀπὸ τοῦ ἀλλοφύλου Γολιὰθ, ὃν καὶ ἐπάταξας ἐπὶ τῇ κοιλάδι, ἐμοῦ ὁδηγήσαντος τὸν λίθον εἰς τὸ ἀσημείωτον καὶ ἀφώτιστον αὐτοῦ πρόσωπον; Ἀλλ᾽ ἴσθι τοῦτο σαφῶς, ὅτι ἐγὼ τούτων τῶν ὅπλων πάντη καὶ καθόλου χρείαν οὐκ ἔχω. Ἐὰν δὲ καὶ συσχῶ τὸ πνεῦμα, τελευτᾷ πᾶσα σὰρξ κινουμένη ἐπὶ τῆς γῆς.

Ὁ δὲ Δαβίδ· Οἶδα καὶ ἐγὼ, Δέσποτα, ὅτι τούτων τῶν ὅπλων χρείαν οὐκ ἔχεις, ὢν βασιλεὺς κραταιὸς, παντοδύναμος, ἀκαταμάχητος, διαιωνίζων. Ἱκετεύω δὲ τὴν ἀσύγκριτον ἀγαθωσύνην σου ἐπιλαβέσθαι ὅπλου καὶ θυρεοῦ, τουτέστιν, ἐνανθρωπήσεως καὶ πάθους· ἀναστῆναι δέ μοι εἰς βοήθειαν τῇ τρίτῃ ἡμέρᾳ. Ὁ δὲ Μονογενής· Καὶ σὺ πόθεν οἶδας ταῦτα τὰ θεῖα καὶ ἀπόκρυφα μυστήρια, «εἰς ἃ ἐπιθυμοῦσιν οἱ ἄγγελοι παρακύψαι;» Ὁ δὲ Δαβίδ· Ἔλαβον αὐτῶν τὴν γνῶσιν παρὰ τοῦ ἁγίου παρακλήτου Πνεύματος. Ὁ δὲ Μονογενής· Μεθ᾽ ὧν οἶδας ταῦτα, εἰπὲ, εἴ τι καὶ ἄλλο ἔχεις· ἀκούσομαι γάρ σου καὶ περὶ αὐτοῦ εὐμενῶς καὶ δικαίως.

Ὁ δὲ Δαβίδ· «Εἶπον τῇ ψυχῇ μου, Σωτηρία σου εἰμί.» Ὁ δὲ Μονογενής· Τοῦτο ἔχεις, καὶ θάρσει· σώσω γάρ σου τὴν ψυχὴν διὰ τῆς ἐνανθρωπήσεώς μου καὶ τοῦ πάθους. Ὁ δὲ Δαβίδ· «Ἐθαρσοποιήθην λίαν· καὶ παραυτὰ ἀνθυποφέρει· »Κύριε, τίς ὅμοιός σοι; ὁ δὲ Μονογενής· Ὁ Πατήρ.