Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ὁμιλία εἰς τοὺς ἁγίους πατέρας καὶ προφήτας

Μέγας Αθανάσιος

Το ουράνιο κριτήριο και η δικαίωση των προφητών

Η λειτουργία του θείου δικαστηρίου, ενώπιον του οποίου εμφανίζονται πρόσωπα της Παλαιάς Διαθήκης και τα νήπια της Βηθλεέμ, ζητώντας και λαμβάνοντας τη θεία κρίση και δικαίωση έναντι των διωκτών τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 5

Ὅθεν καί φημι· «Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα μου.» Πορεύου ἐν εἰρήνῃ, ἀπεκδεχόμενος τῶν ἐπαγγελιῶν τὴν μακαρίαν ἐλπίδα. Οὐκοῦν ἀπολυθέντων τούτων ἐφοδίων, οἱ ἄγγελοι τοῦ Θεοῦ ἐξελθόντες κεκράγασιν μεγάλῃ τῇ φωνῇ· Εἴ τις καὶ ἄλλος ἔχει δίκην τῶν προφητῶν, εἰσερχέσθω ἀκωλύτως, συνηγορῶν τὴν ἀλήθειαν. Πρὸς τὴν παρακέλευσιν εἰσέρχεται Ναβουθὲ ὁ Ἰσραηλίτης, ὃν καὶ θεασάμενος αὐτὸν ὁ Μονογενὴς λέγει· Σὺ δὲ μετὰ τίνος ἔχεις, ἢ μετὰ τίνα βούλῃ δικάσασθαι; Εἰ δὲ αὐτὸς δι᾽ αὐτοῦ οὐ δύνασαι εἰσηγήσασθαι τὴν ὑπόθεσιν τοῦ πράγματός σου, ἔχεις δὲ δικολόγον, καὶ αὐτὸς εἰσερχέσθω ἀκωλύτως, συνηγορῶν σοι τὴν ἀλήθειαν.

Ὁ δὲ Ναβουθέ· Ναὶ, Δέσποτα, ἔχω συνήγορον δικαιότατον, ἁρματηλάτην Ἡλίαν· ἡ δὲ δίκη μου συγκροτεῖται μετὰ τῶν ψευδομαρτύρων. Ὅθεν ἀρχόμενος τοῦ πράγματός μου λέγω κατὰ τὸ ἑξῆς· «Ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον ἠρώτων με,» διαβεβαιούμενοι ὅτι ηὐλόγησα Θεὸν καὶ βασιλέα· οὓς καὶ ἐξετάζων ὁ Κύριος ἔφη· Εἴπατέ μοι φιλαλήθως, τίς ὑμᾶς ἠνάγκασε συκοφαντῆσαι τὸν ἐμὸν δοῦλον καὶ νομοφύλακα; Οἱ δὲ ἀπεκρίνοντο· Ἀχαὰβ καὶ ἡ γυνὴ αὐτοῦ Ἰεζαβέλ. Ὁ δὲ Μονογενής· Ἔστω οὖν ὁ Ἀχαὰβ ἐν τῷ πολέμῳ τοξευόμενος βέλει εὐθυβόλῳ κατὰ τοῦ ἥπατος, ἢ μᾶλλον κατὰ τοῦ πνεύμονος, τοῦ ἀδίκως ἀναπνεύσαντος εἰς τὴν πλεονεκτικὴν ἐπιθυμίαν. Ἡ δὲ Ἰεζαβὲλ ἔστω ῥιπτομένη ἐν οἰκοπέδῳ, γενέσθω δὲ κυνῶν τάφος. Ὁ δὲ Ναβουθὲ κληρονομήτω ἀντὶ τοῦ ἐξαφανιζομένου ἀμπελῶνος τὴν τρυφὴν τοῦ παραδείσου καὶ τῆς αἰωνιότητος.

Ὑπομνηματισθείσης δὲ ταύτης ἀποφάσεως, εἰσέρχεται ὁ μεγαλοφωνότατος Ἡσαΐας κεκραγώς· Κύριε, ἄκουσον ἐμοῦ εὐμενῶς καὶ δικαίως. Ὁ δὲ Μονογενής· Λέγε κατὰ τοῦ ἀδικήσαντός σε, μᾶλλον σὺ ὢν προφήτης δίκαιος, πνευματικὸς, ἱκανὸς ἑαυτῷ συστήσασθαι τὴν ὑπόθεσιν τοῦ πράγματός σου. Ὁ δὲ προφήτης· Ἔχω δίκην μετὰ τοῦ Μανασσῆ, ἐπεὶ ἐμοῦ σπουδαίως καὶ ἀόκνως κηρύσσοντος τὸν θεῖον καὶ θεόπνευστον λόγον, αὐτὸς ἀσυμπαθῶς καὶ ἀνελεημόνως ξυλίνῳ πρίονί με ἀνεῖλεν. Ὁ δὲ Μονογενής· Εἰ τοῦτο ἐποίησεν ὁ Μανασσῆς, παραδιδόσθω τοῖς Χαλδαίοις εἰς αἰχμαλωσίαν, καὶ ἐμπαιγμὸν καὶ σφαγήν· ἵνα μάθωσιν οἱ βασιλεῖς τοὺς ἐμοὺς προφήτας μὴ ὑβρίζειν, ἢ ἀποκτείνειν, ἀλλὰ τιμᾷν καὶ μεγαλύνειν· ἐνθυμούμενοι, ὅτι δι᾽ ἐμοῦ πᾶς βασιλεὺς βασιλεύει, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην.

Σὺ μὲν ἀντὶ τῆς ἐπιγείου Ἱερουσαλὴμ τὴν ἐπουράνιον μητέρα τῶν πρωτοτόκων οἴκει· κἀκεῖνος δὲ τὸν τόπον, «ἐξ οὗ ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός.» Περαιωθείσης δὲ καὶ ταύτης τῆς ἀποφάσεως, εἰσέρχεται ὁ θαυμασιώτατος Ἱερεμίας, ὃν καὶ θεασάμενος ὁ Μονογενὴς λέγει· Σὺ δὲ μετὰ τίνος ἔχεις, ἢ μετὰ τίνος βούλεσαι δικάσασθαι; Ὁ δὲ Ἱερεμίας· Ἔχω δίκην μετὰ τῶν Ἰουδαίων, βούλομαι δὲ δικάσασθαι ἐπὶ σοῦ τοῦ ἀπροσωπολήπτου Δεσπότου. Ὁ δὲ Μονογενής· Καὶ τί κατηγορεῖς τοὺς ὁμοφύλους σου;

Ὁ δὲ προφήτης· Κατηγορῶ αὐτοὺς, ἐπεὶ ἀνταπέδωκάν μοι ἀντὶ τῶν καλῶν κακὰ, ἀντὶ δὲ τῶν ἀγαθῶν πονηρά. Ἐμοῦ εὐχομένου ὑπὲρ ὑγείας αὐτῶν καὶ σωτηρίας, αὐτοὶ ἐβουλεύσαντο φαρμάκῳ με ἀνελεῖν, ἐγκρύψαντες αὐτὸ μετὰ πολλοῦ δόλου εἰς τὸν ἄρτον μου. Ὁ δὲ Μονογενής· Καὶ τί αὐτοῖς θέλεις γενέσθαι;

Ὁ δὲ προφήτης· Ἐκεῖνο αὐτοῖς ποίησον τὸ γεγραμμένον ἐν ταῖς Παροιμίαις· «Ὁ ἀνταποδιδοὺς κακὸν ἀντὶ ἀγαθοῦ, οὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ.» Ὁ δὲ Μονογενής· Οὐδὲν ἄτοπον ἐζήτησας. Ἴδε οὐ κινοῦνται κακὰ ἐκ τοῦ οἴκου τῶν Ἰουδαίων τῆς Ἱερουσαλὴμ, ἕως ἂν ἐκ θεμελίων ἐρημωθῇ.

Σὺ δὲ ἀναπαύου ἐν τοῖς ἀστενώτοις κόλποις τοῦ προπάτορος Ἀβραάμ. Περαιωθείσης καὶ ταύτης τῆς ἀποφάσεως, εἰσέρχεται ὁ προφήτης Ζαχαρίας κεκραγώς· Κύριε, ἄκουσον καὶ ἐμοῦ εὐμενῶς καὶ δικαίως. Ὁ δὲ Μονογενής· Λέγε κατὰ τῶν ἀδικησάντων σε. Ὁ δὲ Ζαχαρίας· Εἰσὶν οἱ ἀδικήσαντές με οἱ ἀρχιερεῖς καὶ οἱ νομοδιδάσκαλοι. Ὁ δὲ Μονογενής· Καὶ τί τοιοῦτό σε ἠδίκησαν οἱ ἀρχιερεῖς καὶ οἱ νομοδιδάσκαλοι; Ὁ δὲ Ζαχαρίας· Ἐφόνευσάν με μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. Ἐπάγη δὲ καὶ τὸ αἷμά μου ἐπὶ τῆς πέτρας, πρὸς ἔλεγχον τῆς μιαιφόνου αὐτῶν γνώμης.

Ὁ δὲ Μονογενής· Τοίγαρ καὶ αὐτοὶ ἀποθνησκέτωσαν ὑποκάτω τοῦ θυσιαστηρίου παρὰ τῶν Ῥωμαίων· δι᾽ ὧν δέ τις ἁμαρτάνει, διὰ τούτων καὶ κολάζεται· καὶ οἵῳ τις μέτρῳ μετρήσει τῷ πλησίον αὐτοῦ, τοιούτῳ αὐτῷ ἀντιμετρηθήσεται οὐρανόθεν δικαίως. Ἐκείνων δὲ παθόντων τὰ ἴσα καὶ ὧν ἦσαν ἄξιοι, σὺ δὲ εἰσέρχου εἰς τὸν νοητὸν νυμφῶνα, ἐπακούων παρ᾽ ἐμοῦ τῆς εὐκταιοτάτης φωνῆς· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» Εἶτα, πληρωθείσης καὶ ταύτης τῆς ἀποφάσεως, εἰσέρχονται καὶ τὰ ἀναιρεθέντα παιδία ἐν Βηθλεὲμ, βοῶντα καὶ λέγοντα· Κύριε, καὶ ἡμεῖς διὰ τὸ ὄνομά σου ξίφεσιν ἀνῃρέθημεν ὑπὸ τοῦ ἀσεβεστάτου καὶ παρανόμου Ἡρώδου. Ὁ δὲ Μονογενής· Εἰ δι᾽ ἐμὲ ὑπεμείνατε τὸν ἐπικέρδιον θάνατον καὶ προὔχοντα τῆς ζωῆς, κἂν μυρία μέρη, μὴ λυπεῖσθε, εἰδότες σαφῶς, ὅτι οἱ δι᾽ ἐμὲ ἀποθνήσκοντες οὐ καταθνήσκουσι· ζῶσι γὰρ εἰς τὸν αἰῶνα. Ὅθεν κελεύω τὸν μὲν Ἡρώδην ὑποβληθῆναι τοῖς ἐννέα ἀνιάτοις πάθεσιν, ὑμᾶς δὲ καταταγῆναι ἐν ταῖς χορείαις τῶν ἀθλοφόρων μαρτύρων, κελαδοῦντας μετ᾽ αὐτῶν τὸν ἐπινίκιον ὕμνον.