Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ὁμιλία εἰς τοὺς ἁγίους πατέρας καὶ προφήτας

Μέγας Αθανάσιος

Ο διωγμός της Εκκλησίας και η υπεράσπιση των ιερών εικόνων

Η Εκκλησία αναφέρει ενώπιον του Μονογενούς τον πόλεμο που υφίσταται για τις ιερές εικόνες και λαμβάνει ενίσχυση και βεβαίωση μέσα από αγιογραφικές μαρτυρίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 5

Τελευταῖον δὲ πάντων εἰσέρχεται καὶ ἡ ἀνεξάρνητος Ἐκκλησία, ἢν καὶ θεασάμενος ὁ Μονογενὴς λέγει· Σὺ δὲ τί ἔχεις, ἡ ἐμὴ νύμφη καὶ ἡ ἀμύσακτος κόρη, καὶ ἡ ἀκηλίδωτος παρθένος; Ἡ δὲ Ἐκκλησία· Λυποῦμαι, δι᾽ ὃ καί φημι· «Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με.» Ὁ δὲ Μονογενής· Καὶ διὰ τί πολεμήσῃ;

Λέγε καὶ φανεροποίει τὴν αἰτίαν. Ἡ δὲ Ἐκκλησία· Πολεμοῦμαι, Δέσποτα, διὰ τὴν ἀκρίβειαν τῶν εὐαγγελικῶν δογμάτων, καὶ τὴν ποίησιν τοῦ ἀληθινοῦ καὶ βεβαίου Πάσχα, καὶ διὰ τὴν σεπτὴν καὶ ἄχραντόν σου εἰκόνα, ἥν μοι παρέδωκαν οἱ θεοφόροι ἀπόστολοι κατέχειν αὐτὴν εἰς ὑπογραμμὸν καὶ ἀῤῥαβῶνα τῆς ἐνσάρκου οἰκονομίας σου. Ὁ δὲ Μονογενής· Εἰ καὶ διὰ τοῦτο πολεμήσῃ, μὴ ἀθυμήσῃς ἢ ἀποκάμῃς τῇ διανοίᾳ, ἢ τῷ λογισμῷ. Ἰδοὺ γὰρ σαφῶς, ὅτι ὁ ἀπαρνούμενος τὸ Πάσχα καὶ τὴν ἄχραντόν μου εἰκόνα, κἀγὼ αὐτὸν ἀπαρνήσομαι ἔμπροσθεν τοῦ ἐπουρανίου μου Πατρὸς, καὶ τῶν ἐκλεκτῶν αὐτοῦ ἀγγέλων. Ὁ δὲ πάλιν συμπάσχων μοι διὰ τοῦ Πάσχα, καὶ συνδοξάσεται.

Ἢ οὐκ ἤκουσας τὸ, τί διεταξάμην τῷ νομοθέτῃ Μωσῇ· Ποίησόν μοι δύο Χερουβὶμ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, εἰς προμήνυσιν τῆς ἐμῆς εἰκόνος; Καὶ πάλιν, ὅτε με ἐπείραζον οἱ Ἰουδαῖοι λέγοντες· «Διδάσκαλε, ἔξεστιν ἡμῖν δῶσαι κῆνσον τῷ Καίσαρι, ἢ οὔ;» εἶπον δὲ πρὸς αὐτούς· «Ὑποδείξατέ μοι νόμισμα,» καὶ λέγω ὑμῖν· Οἱ δὲ προσέφερόν μοι δηνάριον· καὶ λέγω πρὸς αὐτούς· «Τίνος εἰκὼν αὕτη καὶ ὑπογραφή;» Οἱ δὲ εἶπον· «Καίσαρος·» καὶ εἶπον πρὸς αὐτούς· «Ἀπόδοτε οὖν τὰ Καίσαρος τῷ Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.» Καὶ πάλιν πρὸς τὸν Πέτρον· «Πορεύου, βάλλε ἄγκιστρον εἰς τὴν θάλασσαν, καὶ τὸν ἰχθὺν τὸν ἔχοντα ἀνελθεῖν, ἄνοιξον τὸ στόμα αὐτοῦ, καὶ εὑρήσεις στατῆρα· δὸς ἀντὶ ἐμοῦ καὶ σοῦ.» Τουτέστι, δὸς τὴν εἰκόνα τὴν ἐμὴν καὶ σὴν ἐν τῷ κόσμῳ. Ἢ οὐκ ἤκουσας τοῦ μνήστορός σου Παύλου λέγοντος· «Εἰ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν;» καὶ πρὸς Ἀθηναίους· «Κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. Περιερχόμενος τὰ σεβάσματα ὑμῶν, ἐν ᾧ βωμὸν εὗρον γράφοντα· Ἀγνώστῳ Θεῷ· καὶ ὂν ὑμεῖς ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ὑμῖν καταγγέλλω.» Καὶ πρὸς Γαλάτας· «Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν μὴ πείθεσθαι τῇ ἀληθείᾳ, οἷς κατ᾽ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν, καὶ τοῦτο ἐσταυρωμένος;»

Καὶ πρὸς Κορινθίους· «Εἴ τις οὐ προσκυνεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐληλυθότα ἐν σαρκὶ, ἔχει μαρὰν ἀθὰ τὸ ἀνάθεμα.» Σὺ δὲ, ἡ ἐμὴ νύμφη, νουθέτει τὰ τέκνα σου ἐμμένειν τοῖς ἐμοῖς προστάγμασι, καὶ μὴ δειλιάσῃς θυμοὺς βασιλέων, ἢ ἀπειλὰς τυράννων, ἢ φρυαγμοὺς αἱρεσιάρχων, ἢ πῦρ, ἢ ξίφος, ἢ θηρία, ἢ ἀφαιρέσεις χρημάτων, ἢ κτημάτων, ἢ οἰκιῶν, ἢ ὁμοίων. Οἵαν γὰρ καὶ δόξουσιν οἱ παραβάται ἧτταν, ἡττηθήσονται· καὶ οἵαν βουλὴν βουλεύσονται, ἐγὼ διασκεδάσω· ἔχεις γὰρ ἐκ θεμελίων τὴν στεῤῥὰν καὶ ζῶσαν πέτραν.