Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ ἀζύμων

Μέγας Αθανάσιος

Ο τέλειος άρτος της Θείας Ευχαριστίας και η αναίρεση των κακοδοξιών του Απολλιναρίου

Θεολογικός συμβολισμός της χρήσης ένζυμου άρτου ως τύπου του εμψύχου και ελλογίμου σώματος του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 3

Διὰ τοῦτο οἱ δʹ εὐαγγελισταὶ ἄρτον τέλειον λέγουσι παραδοῦναι τὸν Κύριον ἐν τοῖς ἁγίοις μυστηρίοις καὶ οὐκ ἄζυμον· ἵνα πιστώσηται ὅτι τέλειον σῶμα ἐκ τῆς ἁγίας Παρθένου· λέγω δὲ ἔμψυχον καὶ ἔννουν· καὶ οὐ καθάπερ ὁ αἱρετικὸς Ἀπολλινάριος ἔλεγεν, ὅτι σῶμα μόνον ἀνελάβετο· ἀλλ᾽ ἡμεῖς ἄρτον τελειούμενον φαμεν τὸν δι᾽ ἀλεύρου καὶ ζύμης καὶ ἅλατος συνεστηκότα· καθάπερ σώματι ὁ πνευματικὸς, καὶ νοΐ· σῶμα γὰρ, χωρὶς πνοῆς, νεκρόν ἐστι· καὶ τὸ ἄζυμον μόνον μὴ ἔχον ζύμην νεκρόν ἐστι καὶ οὐ ζωτικὸς ἄρτος· ἐπειδὴ ἡ ζύμη ζωὴν δίδωσι τῷ φυράματι καὶ ἕνωσιν καθάπερ τὸ πνεῦμα τῷ σώματι, καὶ τὸ ἅλας τῷ νῷ καὶ διὰ τοῦτο τελοῦμεν τὸ μυστήριον δι᾽ ἄρτου τελειουμένου, ἵνα μὴ τῇ βλασφημίᾳ τοῦ ἀσεβοῦς Ἀπολλιναρίου περιπέσωμεν.