Ἔργον
Μέγας Αθανάσιος – Περὶ νόσου καὶ ὑγιείας (ἀποσπάσματα)
Η διπλή ανθρωπολογία και τα πνευματικά μέλη
Η διπλή σύσταση του ανθρώπου και η αναγωγή των σωματικών λειτουργιών σε πνευματικές ενέργειες και αρετές της ψυχής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η διπλή ανθρωπολογία και τα πνευματικά μέλη
Η διπλή σύσταση του ανθρώπου και η αναγωγή των σωματικών λειτουργιών σε πνευματικές ενέργειες και αρετές της ψυχής.
Τοῦ ἁγίου Ἀθανασίου πατριάρχου Ἀλεξανδρείας ἐκ τοῦ περὶ νόσου καὶ ὑγιείας λόγου, οὗ ἡ ἀρχή· Τὰ γράμματα τῆς σῆς εὐλαβείας ἡμῖν ἀπεδόθη. Ὁ περὶ τῆς ὑγείας τῶν ἀνθρώπων λόγος οὐχ ἁπλῶς ἐν ταῖς θείαις γραφαῖς σημαίνεται, ἀλλὰ καὶ διπλῆ τις ἡ περὶ ταύτης διάνοια τυγχάνει οὖσα. τῶν γὰρ ἀνθρώπων ἐκ δύο τὴν ὑπόστασιν ἐχόντων καὶ κατὰ τὸν μακαριώτατον ἀπόστολον διπλῆν ἐχόντων ἡμῶν τὴν σημασίαν ἔκ τε τοῦ ἔσω καὶ τοῦ ἔξω ἀνθρώπου (λέγει γὰρ ἐν μὲν τῇ πρὸς Κορινθίους 〈βʹ ἐπιστολῇ·〉 «Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ᾽ ὁ ἔσω ἀνακαινοῦται», ἐν δὲ τῇ πρὸς Ἐφεσίους· «Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν»), ἀνάγκη μὴ ἁπλῆν, ἀλλὰ διπλῆν εἶναι καὶ τὴν περὶ τούτων διάνοιαν. καὶ ὁποία περὶ τοῦ ἔξω τὸν σωματικὸν ἄρτον ἔχει πρὸς τροφὴν ὁ ἄνθρωπος, οὕτω καὶ κατὰ τὸν ἔνδον ἔχει τὸν κατάλληλον τὴν ἰδίαν, περὶ ἧς ὁ Παῦλος ἔλεγεν· «Ἐντρεφόμενοι τοῖς λόγοις τῆς ἀληθείας». ἥτις τροφὴ ἀρχὴν ἔχει παρὰ τοῦ κυρίου λέγοντος· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τοῖς ἀνθρώποις».
πάλιν τε ὥσπερ ἔξωθεν πρὸς τὸ πίνειν ἔχει ποταμοὺς καὶ κρήνας καὶ πηγάς, οὕτως ἔνδοθεν ἔχει τὸ πνεῦμα, ὃ δίδοται τοῖς πιστεύουσιν καὶ «γίνεται πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον». καὶ εἰς μὲν τὸ περιπατεῖν ἐπὶ γῆς ἔχει τοὺς σωματικοὺς πόδας, τῆς δὲ εἰς οὐρανοὺς χάριν ἀναβάσεως ἔχει τοὺς πόδας, οὓς ὁ Παῦλος εἶχεν λέγων οὕτως· «Τρέχω ὡς οὐκ ἀδήλως», περὶ ὧν καὶ ἡμῖν προσέταττεν, ὥστε «ὑποδεδεμένους ἔχειν» τούτους «τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου». καὶ μὴν καὶ χεῖρας σωματικῆς ἕνεκεν ἁφῆς ἔχει, ἔχει δὲ ἔνδον, ὥστε καὶ τοῦ λόγου ἅπτεσθαι, οἵας εἶχον οἱ μαθηταὶ λέγοντες· «Ὃ ἦν ἀπ᾽ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς». λόγου δὲ ἀσωμάτου ὄντος, ἀνάγκη καὶ τὰς ἁπτομένας αὐτοῦ χεῖρας ἀσωμάτους εἶναι.
Ἀμφότεροι δὲ οὗτοι εἷς εἰσιν ὁ ἐκ σώματος καὶ ψυχῆς ἐξ ἀρχῆς οὕτω παρὰ θεοῦ γενόμενος ἄνθρωπος. μία δὲ τούτων ἐστὶ κατὰ χάριν τοῦ πεποιηκότος ἡ φυσικὴ σύστασις, ὥστε καὶ τῆς ἑκατέρου πράξεως ἓν εἶναι τὸ τέλος καὶ κοινῇ τὸν αὐτὸν ἔπαινον ἢ τὸν ψόγον ἔχειν. καὶ γὰρ κἂν θανάτῳ διαιρεθῶσιν, πάλιν ἑαυτοὺς ἀπολήψονται, καὶ συναφθέντες πάλιν εἰσὶν εἷς καὶ λοιπὸν ἀδιαιρέτως μένουσιν. ἀναστάντων γὰρ ἡμῶν θάνατος οὐκέτι κυριεύσει. καὶ ὅλως, ἵνα μὴ τὸ καθέκαστον ἐκτιθέμενος ἐν φανεροῖς ἐνδιατρίβω, εἰδέναι χρή, ὡς τὸ μὲν σῶμα ἐκ μελῶν συνέστηκεν, ὁ δὲ ἔνδον ἐκ σωματικῶν μὲν οὐ συνέστηκεν, κατὰ δὲ τὰς πράξεις τῶν μελῶν καὶ τὴν σημασίαν ἔχει. καὶ πόδες μέν εἰσιν 〈ἡ〉 εἰς ἀρετὴν τῆς ψυχῇς προκοπή, χεῖρες δὲ ἡ τῶν ἐπιλογισμῶν ἀκρίβεια, καὶ ὀφθαλμὸς μὲν ὁ διορατικὸς νοῦς, γλῶσσα δὲ αὐτὴ ἡ τῶν νοημάτων διάκρισις. καὶ μὴν καὶ γαστέρα λέγεται ἔχειν, ἵνα τὸ γεννητικὸν τῆς διανοίας αὐτῆς δηλωθῇ, καθάπερ γέγραπται· «Ἀπὸ τοῦ φόβου σου ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας, ὃ ἐποιήσαμεν ἐπὶ τῆς γῆς». οὕτως καὶ κοιμᾶσθαι λέγεται καὶ τότε καθεύδειν, ὅτε μηδὲν ἐνεργεῖ. πρὸς ὃ γὰρ ἡσυχάζει, καὶ τὴν σχολὴν ἔχει. πρὸς τοῦτο καὶ τὸν ὕπνον αὐτὴν ἔχειν φασί. ὅτε γὰρ ἀπὸ τῶν φαύλων ἠρεμεῖ, τότε λέγεται αὐτῇ· «Ἐὰν καθεύδῃς, ἡδέως ὑπνώσεις, καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπερχομένην».
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.