Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ νόσου καὶ ὑγιείας (ἀποσπάσματα)

Μέγας Αθανάσιος

Η πνευματική εγρήγορση και ο ύπνος της ψυχής

Η διάκριση μεταξύ της σωματικής ανάπαυσης και της αμέλειας της ψυχής, καθώς και η ορθή εγρήγορση των πιστών έναντι της πλάνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 3

τοῦ δὲ σωτῆρος ἡ χάρις αὕτη λέγοντος· «Καθεύδετε τὸ λοιπόν», μηκέτι φοβεῖσθε. ἡ δὲ πρὸς τὴν ἀρετὴν αὐτῆς ἀεργία καὶ ἀμέλεια τοιοῦτος ὕπνος ἐστίν, οἷον αἰτιᾶται τὸ πνεῦμα τὸ ἅγιον λέγον· «Ἐνύσταξαν πάντες οἱ ἐπιβεβηκότες ἵπποις», καὶ πάλιν· «Ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδέν». ὅθεν καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὁ θέλων τὸν νοῦν ἡμῶν μὴ ἀμελεῖν περὶ τὴν ἀρετήν, παρήγγειλεν· «Γρηγορεῖτε» καὶ «ἀγρυπνεῖτε», καθὰ καὶ ἐν παροιμίαις συμβουλεύει· «Μὴ δῷς ὕπνον σοῖς ὄμμασιν μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις, ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος», εἰ καὶ ταῦτα μὴ νοήσαντές τινες τῶν ἀπὸ τῶν αἱρέσεων ὡς ἀληθῶς νοῦν οὐκ ἔχοντες παρεκδέχονται τὰ πνευματικῶς γραφέντα καὶ περὶ μὲν τὸν σωματικὸν 〈ὕπνον〉 ὑποκρινόμενοι μὴ καθεύδειν καὶ ὑποκλέπτοντες τῇ ἀνάγκῃ τὴν χρῆσιν, οὐκ εἰδότες, ὅτι πρὸς ὀλίγον γρηγοροῦντες καθεύδουσι τὸ ὅλον τῇ διανοίᾳ καὶ φοβούμενοι τὸν ὕπνον τὸν σωματικὸν ἐκπίπτουσι τῆς κατὰ ψυχὴν γρηγορήσεως. ἣν ὁ ἅγιος καίπερ κοιμώμενος τῷ σώματι εἶχεν λέγων· «Ἐγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ. »τῶν γὰρ ἁγίων ὁ ὕπνος πρὸς τὰ κρείττονα τὴν θεωρίαν ἔχει, καὶ τοῦ σώματος τούτων ἐπὶ γῆς ἡσυχάζοντος ὁ νοῦς τὰ ἔξω τῶν τόπων διέρχεται καὶ ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνίπταται.

Ἐλισαῖος γὰρ ὁ μέγας προφήτης ἐν τῷ ὄρει σωματικῶς καθήμενος ἠκολούθει τῷ Γιεζὶ κατὰ τὸν νοῦν, καὶ Δανιὴλ ὁ ἅγιος τῷ σώματι κοιμώμενος ἐγρηγόρει τῷ νῷ βλέπων τὰς μεγάλας καὶ θείας ὁράσεις ἐκείνας.