Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ νόσου καὶ ὑγιείας (ἀποσπάσματα)

Μέγας Αθανάσιος

Ασθένεια, υγεία και πνευματικές αισθήσεις

Η αλληλοπεριχώρηση των καταστάσεων του σώματος και της ψυχής, και η ανάλυση των εσωτερικών πνευματικών αισθήσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 3

Οὕτω δὴ οὖν διπλοῦ δειχθέντος τοῦ περὶ τῶν ἀνθρώπων λόγου διπλῆν ἀνάγκη καὶ τὴν περὶ τῆς ὑγείας αὐτῶν διάνοιαν εἶναι. καὶ γὰρ καὶ ψυχῆς ἐστιν ὑγεία, καὶ σώματός ἐστιν ὑγεία. καὶ οἱ μὲν μόνον τὴν ψυχὴν νοσοῦσι καὶ ὑγιαίνουσι τῷ σώματι, οἱ δὲ ἔμπαλιν τὸ μὲν σῶμα νοσοῦσι, τὴν δὲ ψυχὴν ὑγιαίνουσιν, τινὲς δὲ κατ᾽ ἀμφότερα τὴν νόσον ἔχουσιν καὶ οὔτε τῷ σώματι οὔτε τῇ ψυχῇ ἔρρωνται. συμπάσχουσι δὲ πάλιν ἀλλήλοις οἱ δύο εἷς ἄνθρωπος ὄντες, ἐπεὶ καὶ μίαν ἔχουσι τὴν ἐκ τῆς ὑγιείας ἀλυπίαν ἢ τὴν ἐκ τῆς νόσου βάσανον.

Καὶ πάλιν περὶ τῶν αὐτῶν· Ὥσπερ ἡ τοῦ σώματος κατασκευὴ ἁρμοζούσας ἑαυτῇ τὰς πέντε αἰσθήσεις ὑπὸ τοῦ δημιουργοῦ κέκτηται, οὕτω καὶ ἡ νοερὰ τῆς ψυχῆς οὐσία ἐν ταῖς πέντε αἰσθήσεσιν πᾶσαν τὴν τῶν ἐντολῶν ἐργασίαν διαπορεύεται. καὶ τῆς μὲν ὁράσεως αὐτῆς σύμβολον οἱ ὀφθαλμοί, ὡς ὁ ἅγιος ἔφη Δαβίδ· «Οἱ ὀφθαλμοί μου διαπαντὸς πρὸς τὸν κύριον». τῆς δὲ ἀκοῆς· «Προσέθηκέν μοι ὠτίον ἀκούειν», καὶ ὁ κύριος· «Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω». τῆς δὲ ὀσφρήσεως· «Εἰς ὀσμὴν μύρων σου δραμούμεθα». τῆς δὲ γεύσεως· «Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ κύριος». καί· «Τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα». καί· «Κύριε, τὰ χείλη μου ἀνοίξεις». τῆς ἁφῆς· «Ὁ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς».

Ἔστι τις μετὰ ταύτας καὶ ἑτέρα ἕκτη αἴσθησις, καθ᾽ ἣν τῶν ἀναφῶν ἐφαπτόμεθα οἱ ἐφάπτεσθαι δυνάμενοι, περὶ ἧς εἶπεν Σολομῶν. καὶ θείαν αἴσθησιν εὑρήσεις, ἥτις καὶ ἐν κατανύξει καρδίας πολλάκις πέφυκεν γίνεσθαι.