Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ σαββάτων καὶ περιτομῆς

Μέγας Αθανάσιος

Το Σάββατο ως τέλος της πρώτης κτίσεως και ο σκοπός της τήρησής του

Η πρώτη κτίση ολοκληρώνεται με το Σάββατο, το οποίο δεν θεσπίστηκε για αδράνεια, αλλά ως ευκαιρία ιερατικής εργασίας και επίγνωσης του Θεού, προετοιμάζοντας την καινή κτίση της Κυριακής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΠΕΡΙ ΣΑΒΒΑΤΩΝ ΚΑΙ ΠΕΡΙΤΟΜΗΣ, ΕΚ ΤΗΣ ΕΞΟΔΟΥ. «Καὶ φυλάξουσιν οἱ υἱοὶ Ἰσραὴλ τὰ Σάββατα, ποιεῖν αὐτὰ εἰς τὰς γενεὰς αὐτῶν. Διαθήκη αἰώνιος ἐν ἐμοὶ καὶ τοῖς υἱοῖς Ἰσραὴλ, σημεῖόν ἐστιν ἐν ἐμοὶ αἰώνιον, ὅτι ἓξ ἡμέραις ἐποίησε Κύριος τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ κατέπαυσε.» Σημεῖόν ἐστι τοῦ εἰδέναι τὴν τῆς κτίσεως ἡμέραν, καὶ τὸ ταύτης τέλος. Ἀκόλουθον ἦν ἕως τὰ τῆς κτίσεως ἐνεργεῖτο, ἐπὶ τῆς Ἱερουσαλὴμ ἕως τότε φυλάττειν τὰ Σάββατα. Ἐλθούσης δὲ τῆς ἑτέρας γενεᾶς καὶ τοῦ κτιζομένου λαοῦ, κατὰ τὸ λεγόμενον· «Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον·» ἀνάγκη μηκέτι τὸν λαὸν τοῦτον τηρεῖν τὸ τῆς προτέρας κτίσεως τέλος, ἀλλὰ τὴν ἀρχὴν τῆς δευτέρας κτίσεως ζητεῖν. Τίς δέ ἐστιν, ἢ καθ᾽ ἣν ἀνέστη ὁ Κύριος; Ἔκτοτε γὰρ ἀρχὴν ἔσχεν ἡ καινὴ κτίσις, περὶ ἧς εἶπεν ὁ Παῦλος· «Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις.» Τὴν μὲν οὖν προτέραν κτίσιν ποιῶν ὁ Θεὸς κατέπαυσε· διὰ τοῦτο καὶ τὸ Σάββατον ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐτήρουν οἱ τῆς γενεᾶς ἐκείνης· ἡ δὲ δευτέρα κτίσις τέλος οὐκ ἔχει· διὰ τοῦτο οὐδὲ κατέπαυσεν, ἀλλ᾽ ἕως ἄρτι ἐργάζεται. Ὅθεν οὐδὲ σαββατίζομεν ἡμέραν ὡς ἐπὶ τῇ πρώτῃ, ἀλλὰ τὰ μέλλοντα ἐλπίζομεν Σάββατα σαββάτων, ἃ οὐ τέλος λαμβάνει ἡ καινὴ κτίσις, ἀλλὰ φανεροῦται καὶ διόλου ἑορτάζει.

Διὰ γὰρ τοῦτο ἐδόθη τὸ Σάββατον τῷ προτέρῳ λαῷ, ἵνα γινώσκῃ καὶ τὸ τέλος καὶ τὴν ἀρχὴν τῆς κτίσεως. Τῇ δὲ καινῇ κτίσει οὐκ ἐνετείλατο φυλάττειν Σάββατον· ἵνα τὴν μὲν ἀρχὴν ἐν τῇ Κυριακῇ γινώσκῃ, ἀτελεύτητον δὲ ἐπίσταται τὴν ταύτης χάριν.

Διὰ τοῦτο δὲ καὶ τὴν ἀρχὴν, τουτέστι τὴν Κυριακὴν ἐδήλωσεν, ἵνα τὸ τέλος τῆς παρελθούσης γινώσκῃς. Ὁ γοῦν Ἀπόστολος περὶ τῆς προτέρας γράφων φησίν· «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ·» καὶ πάλιν· «Ἐπὶ συντελείᾳ τῶν αἰώνων.» Οὐκοῦν ἡ μὲν πρώτη πεπλήρωται καὶ τετελείωται, οὐκ ἄλλοτε ἢ ὡς οἱ προφῆται ἔλεγον· «Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου.» Τέλος δὲ ἐχουσῶν τῶν πρώτων ἡμερῶν, ἄλλαι γίνονται, ὡς ὁ Ἱερεμίας φησίν· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος.» Τέλος δὲ ἐχούσης τῆς πρώτης, ἀκολούθως ἑτέρας ἀρχὴ γέγονε· διὰ τοῦτο μετὰ τὸ Σάββατον ἀνέστη ὁ Κύριος· οὐ γὰρ προηγουμένως εἵνεκεν τοῦ ἀργεῖν τοὺς ἀνθρώπους ἐδίδου τὸ Σάββατον ὁ Θεὸς ὁ λέγων· «Ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις,» καὶ ὁ προστάττων ἐν τοῖς Ἀριθμοῖς· «Καὶ τῇ ἡμέρᾳ τῶν Σαββάτων προσάξετε δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους, καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ σπονδὴν, καὶ ὁλοκαύτωμα Σαββάτων ἐν τοῖς Σαββάτοις ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός.» Καὶ πάλιν πρὸ ὀλίγων λέγει ἐν τοῖς ἀνωτέρω· «Καὶ ἐπιθήσετε ἐπὶ τὸ θῦμα λίβανον καθαρὸν καὶ ἅλας, καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν, προκείμενα τῷ Κυρίῳ. Τῇ ἡμέρᾳ τῶν Σαββάτων προτεθήσεται ἔναντι Κυρίου διαπαντὸς ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ, διαθήκην αἰώνιον.»

Εἰ γὰρ ἔμελλεν αὐτῷ περὶ ἀργίας, οὐκ ἂν προτιθέναι, καὶ προσάγειν, καὶ σφάζειν, ἐκέλευε τοὺς Λευΐτας. Εἰ γὰρ ἡ ἀργία ἁγιάζει, δηλονότι ἡ ἐργασία μολύνει· ἀλλ᾽ οἱ Λευῖται ἐργαζόμενοι οὐ μολύνονται· οὐκ ἄρα ἡ ἀργία καθαρίζει.

Ἢ διὰ τί μόνοι οἱ Λευῗται τοῦ ἁγιασμοῦ στερίσκονται, προσάγοντες, καὶ σφάζοντες, καὶ προτιθέντες ἐν τῷ Σαββάτῳ; Τοσούτῳ γὰρ ἀπέχονται τοῦ πλημμελεῖν, ὅσῳ καὶ ἱλάσκονται, ὑπὲρ τῶν προσφερόντων. Οὐκοῦν οὐκ ἀργίαν σημαίνει τὸ Σάββατον, ἀλλὰ γνῶσιν μὲν τοῦ Ποιητοῦ, παῦλαν δὲ τοῦ σχήματος τῆς κτίσεως ταύτης, ὡς καὶ ἐν τῷ Ἰεζεχιὴλ διαμαρτύρεται λέγων ὁ Θεός· «Καὶ τὰ Σάββατά μου ἔδωκα αὐτοῖς τοῦ εἶναι εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον αὐτῶν τοῦ γνῶναι αὐτοὺς, ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.» Γνώσεως ἄρα καὶ οὐκ ἀργίας ἕνεκεν ἐδόθη τὸ Σάββατον· ὡς εἶναι μᾶλλον τὴν γνῶσιν ἀναγκαιοτέραν τῆς ἀργίας. Διὰ τοῦτο ὁ Κύριος ἔλεγε τοῖς αἰτιωμένοις τοὺς μαθητὰς ἐπὶ τῷ τίλλειν στάχυας· «Εἰ ἐγνώκειτε τί ἐστιν, Ἔλεον θέλω καὶ οὐ θυσίαν.» Ἀργοῦντας γὰρ αὐτοὺς ἐν τῷ Σαββάτῳ ᾐτιᾶτο, ὅτι τὸ ἴδιον τοῦ Σαββάτου οὐκ ἔχετε, ὅπερ ἐστὶν ἡ πρὸς τὴν ἀλήθειαν γνῶσις. Διὰ τοῦτο καὶ περὶ τὴν Ἱεριχὼ κελεύονται σαλπίζειν οἱ τὸν νόμον τοῦ Σαββάτου λαβόντες ἑπτὰ ἡμέραις, ἐν αἷς ἐπτὰ καὶ τὸ Σάββατον ἐμπίπτει. Εἰ τοίνυν ἕνεκα τοῦ ἀργεῖν ἐδόθη τὸ Σάββατον, διὰ τί ἐργάζεσθαι προστάττονται σαλπίζοντες;