Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ σαββάτων καὶ περιτομῆς

Μέγας Αθανάσιος

Η ανακαίνιση της Κυριακής και η περιτομή ως τύπος του βαπτίσματος

Η Κυριακή, ως όγδοη ημέρα, σηματοδοτεί την πνευματική αναγέννηση της δημιουργίας από τον Λόγο. Η περιτομή αποτελεί προτύπωση αυτής της ανακαίνισης, η οποία εκπληρώνεται στο μυστήριο του βαπτίσματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 4

Τέλος μὲν οὖν τῆς προτέρας κτίσεως ἦν τὸ Σάββατον, ἀρχὴ δὲ τῆς δευτέρας, ἡ Κυριακὴ, ἐν ᾗ τὴν παλαιὰν ἀνενεώσατο καὶ ἀνεκαίνισεν. Ὥσπερ οὖν ἐνετείλατο φυλάττειν πρότερον τοῦ Σαββάτου τὴν ἡμέραν, μνήμην οὖσαν τοῦ τέλους τῶν προτέρων, οὕτως τὴν Κυριακὴν τιμῶμεν, μνήμην οὖσαν ἀρχῆς δευτέρας ἀνακτίσεως. Οὐ γὰρ ἄλλην ἐπέκτισεν, ἀλλὰ τὴν παλαιὰν ἀνεκαίνισε, καὶ ἣν ἤρξατο ποιεῖν ἐτελείωσε.

Διὰ τοῦτο ἐν μὲν τῇ ἕκτῃ τὰ γενόμενα συνετελέσθη, καὶ τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων· ἐν δὲ τῷ Εὐαγγελίῳ ἐλθὼν ὁ Λόγος φησίν· «Ἦλθον τελειῶσαι τὸ ἔργον.» Ὁ γὰρ ἀπὸ πάντων καταπαύων, σημαίνει τινὰ δεῖσθαι τέλους, ἅπερ ἐλθὼν ἐπετελείωσε. Φησὶ γὰρ ἐν τῷ κατὰ Ἰωάννην· «Τὰ ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτά· αὐτὰ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ.» Ἀτελὲς μὲν γὰρ ἦν τὸ ἔργον, εἰ, ἁμαρτήσαντος τοῦ Ἀδὰμ, ἀπέθνησκεν ὁ ἄνθρωπος· τέλειον δὲ γέγονε, ζωοποιηθέντος αὐτοῦ. Διὰ τοῦτο, τὴν ἐν ἓξ ἡμέραις κτίσιν ἀνακαινίσας, ἡμέραν τίθησι τῇ ἀνακαινίσει, ἣν διὰ τοῦ ψαλμοῦ προαναφωνεῖ λέγον τὸ Πνεῦμα· «Αὕτη ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος.» Ἀνθ᾽ ἡλίου γὰρ Θεὸς ἀνατέλλει, καταυγάζων τῇ ἑκάστου ψυχῇ· διὰ τοῦτο καὶ ἐν αὐτῷ τῷ σωτηρίῳ πάθει οὐκ ἔφανεν ἥλιος, σημαίνων τέλος μὲν τῆς προτέρας κτίσεως, ἀρχὴν δὲ ἑτέρας, τὴν ἐκ τοῦ Σωτῆρος ἀνατέλλουσαν· ἣν ἑωρακὼς ὁ προφήτης φησίν· «Ἰδοὺ ἀνὴρ, Ἀνατολὴ ὄνομα αὐτῷ·» καὶ πάλιν· «Ὑμῖν δὲ τοῖς φοβουμένοις αὐτὸν ἀνατελεῖ ἥλιος δικαιοσύνης.» Οὐ γὰρ πάντων ἡμέρα αὕτη, ἀλλὰ τῶν ἀποθανόντων τῇ ἁμαρτίᾳ, ζώντων δὲ τῷ Κυρίῳ. Διὰ τοῦτο γὰρ καὶ τῇ ὀγδόῃ ἡμέρᾳ περιτέμνεσθαι ἐκέλευσεν ὁ νόμος· καὶ ἀπαράβατος ἦν ἡ ἐντολὴ, σημαίνουσα τὴν μετὰ τὴν ἑβδόμην ἀναγέννησιν πάντων.

Ἡ γὰρ περιτομὴ οὐδὲν ἄλλο ἐδήλου ἢ τὴν τῆς γενέσεως ἀπέκδυσιν· τὸν γὰρ τῇ ἕκτῃ ἀποθανόντα ἀπεκδιδυσκόμεθα, καὶ ἀνακαινούμεθα τῇ Κυριακῇ, ὅτε ὁ παλαιὸς, ἀπεκδυθεὶς, ἀνεγεννήθη τῇ ἀναστάσει. Τοῦτο γὰρ καὶ ὁ Παῦλός φησιν ἐν τῇ πρὸς Κολοσσαεῖς· «Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι εἰς τὸν ᾅδην, ἐν ᾧ καὶ συνηγέρθητε.» Τῆς γὰρ διὰ τοῦ βαπτίσματος ἀπεκδύσεως τύπος ἦν ἡ περιτομή· ἣν ἐν ἐκείνοις τοῖς μέλεσιν ἐνετείλατο γίνεσθαι, δι᾽ ὧν καὶ γεννᾶται τὸ σῶμα, ἵν᾽ εἰδοῖεν οἱ περιτεμνόμενοι, ὅτι ἀπεκδύσεως παλαιότητός ἐστι σημεῖον. Πιστεύσας γὰρ Ἀβραὰμ ἔλαβε τὴν περιτομὴν, σημεῖον οὖσαν τῆς διὰ τοῦ βαπτίσματος ἀναγεννήσεως. Διὰ τοῦτο ἐλθόντος τοῦ σημαινομένου, πέπαυται τὸ σημεῖον. Ἡ μὲν γὰρ περιτομὴ σημεῖον ἦν, τὸ δέ γε λουτρὸν τῆς παλιγγενεσίας τὸ σημαινόμενον. Ὅλου γὰρ τοῦ παλαιοῦ ἀπεκδιδυσκομένου, περιττὴ ἡ διὰ τοῦ μέρους σημασία. Καὶ ὥσπερ ἡ Κυριακὴ ἀρχὴ τῆς κτίσεώς ἐστι, καὶ παύει τὸ Σάββατον· οὕτως ἡ αὐτὴ ἀναγεννήσασα τὸν ἄνθρωπον ἔπαυσε τὴν περιτομήν. Ἀμφότερα γὰρ ἐν τῇ ὀγδόῃ κατώρθωται, καὶ ἡ ἀρχὴ τῆς κτίσεως, καὶ ἡ ἀναγέννησις τοῦ ἀνθρώπου. Διὰ τοῦτο ἡ ὀγδόη τὸ Σάββατον ἔλυσε, καὶ οὐ τὸ Σάββατον τὴν ὀγδόην.

Ἐν μὲν γὰρ Σαββάτῳ περιετέμνετο ὁ ἄνθρωπος· ἐν δὲ τῷ Σαββάτῳ οὐκ ἤργει ἡ περιτομή.

Ἡ γὰρ ὀγδόη, ἀρχὴ οὖσα τῆς ἀνακτίσεως, κατέπαυσε τὴν πρώτην. Ἡγοῦμαι δὲ καὶ διὰ τοῦτο τὴν περιτομὴν δεδόσθαι. Τοῦ γὰρ Ἀδὰμ ἀκούσαντος· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ,» ἔθνησκε, καὶ διεφθείρετο τὸ σῶμα· ὅθεν μέρος τι τοῦ σώματος, καὶ τοῦτο τὸ αἴτιον τῆς τοῦ σώματος γενέσεως προσετάχθησαν ἐκτιννύειν, προδιδασκόμενοι τὴν τοῦ ὅλου ἀπέκδυσιν, ἵν᾽, ὥσπερ ἀποδιδόντες τὸ κατακριθὲν, διασωθῆναι δυνηθῶσι.