Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ σαββάτων καὶ περιτομῆς

Μέγας Αθανάσιος

Η περιτομή στα Γάλγαλα και η πνευματική ολοκλήρωσή της

Το γεγονός της περιτομής υπό τον Ιησού του Ναυή στα Γάλγαλα αναλύεται ως προτύπωση του χριστιανικού λουτρού, το οποίο αφαιρεί πλήρως τον ονειδισμό της φθοράς και της γήινης γεννήσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 4

Καὶ ὥσπερ αἱ θυσίαι σκιαὶ ἦσαν τῶν μελλόντων, οὕτως καὶ ἡ ἐκ μέρους περιτομὴ τοῦ ὅλου ἦν σκιά. Τοῦτο δὲ καὶ ἐν τῷ Ἰησοῦ τῷ τοῦ Ναυῆ φανερῶς ὁ λόγος σημαίνει· τοῦ γὰρ Ἰησοῦ κατὰ πρόσταξιν τοῦ Θεοῦ περιτέμνοντος τὸν λαὸν ἐν Γαλγάλοις πέραν τοῦ Ἰορδάνου, εἶπε Κύριος τῷ Ἰησοῦ υἱῷ Ναυῆ· «Ἐν τῇ σήμερον ἡμέρᾳ ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ᾽ ὑμῶν. Καὶ ἐκάλεσα, φησὶν, ὄνομα τοῦ τόπου ἐκείνου Γάλγαλα.» Εἰ γὰρ ἡ περιτομὴ ἀφαίρεσίς ἐστι τῆς ἐν Αἰγύπτῳ γενέσεως, δηλονότι ἡ ἀκροβυστία, Αἰγυπτιακῆς σχέσεως καὶ γενέσεως γνώρισμά ἐστι. Τοῦτο δὲ ἀφεῖλεν ὁ Θεὸς, ἵνα μηκέτι ὡς ἐν Αἰγύπτῳ γεννηθέντες ὦσιν, ἀλλὰ τῆς ἐπαγγελίας, εἰς ἣν εἰσῆξεν αὐτοὺς ὁ Κύριος, τέκνα λογίζωνται.

Τούτων δὲ οὕτως ὄντων, φαίνεται καθόλου ἡ περιτομὴ δοθεῖσα, ἵν᾽ ἀφαιρεθῇ ὁ ὀνειδισμὸς τῆς γηΐνης γενέσεως ἀπὸ τῶν Ἀβραμιαίων, καὶ μηκέτι ὑπεύθυνοι ὦμεν τῷ· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Ἀφῃρέθη γὰρ ὁ ὀνειδισμὸς τοῦ παραπτώματος.

Τοῦτο δὲ ἐγένετο τότε εἰς τύπον τοῦ διὰ Χριστοῦ βαπτίσματος. Τότε γὰρ ἐκ μέρους ἐγένετο, ὡς ἐν σκιᾷ, νῦν δὲ, ὥσπερ εἶπεν ὁ Ἀπόστολος, ὅλην τὴν γηΐνην γένεσιν ἀπεκδιδυσκόμεθα, διὰ τοῦ λουτροῦ ἀναγεννώμενοι, ἵνα μηκέτι κατὰ τὴν πρώτην γένεσιν ἀποθνήσκωμεν, ἀλλὰ κατὰ τὴν περιτομὴν τῆς ἀπεκδύσεως τοῦ σώματος, ἣν διὰ τοῦ λουτροῦ ἀπεκδιδυσκόμεθα, ζήσωμεν. Ὥσπερ δὲ εἶπεν ὁ Κύριος τῷ Ἰησοῦ· «Ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἐν τῇ σήμερον ἡμέρᾳ ἀφ᾽ ὑμῶν·» οὕτως πολλῷ πλέον λεχθείη ἂν ἑκάστῳ τῶν νῦν βαπτιζομένων· Ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀφεῖλον τὸν ὀνειδισμὸν τῆς γηΐνης γενέσεως, καὶ τὸν ὀνειδισμὸν τῆς τοῦ θανάτου φθορᾶς ἀπὸ σοῦ, ἐν τῇ σήμερον ἡμέρᾳ.