Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ σαββάτων καὶ περιτομῆς

Μέγας Αθανάσιος

Το Σάββατο ως πνευματική κατάπαυση και άφεση αμαρτιών

Η τήρηση του Σαββάτου ερμηνεύεται πνευματικά ως αποχή από την κακία, εξομολόγηση και εξιλασμός, σε συνάρτηση με τις βιβλικές εντολές περί καθαρμού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 4

Ἀλλ᾽ ἠπίστατο, ὅτι σαλπίζοντες ἐσαββάτιζον, οὐκ ἀργοῦντες, ἀλλὰ γινώσκοντες τὸν βοηθοῦντα αὐτοῖς Κύριον· ὥσπερ καὶ ἐπὶ τοῦ περιτεμνομένου ὀκταημέρου· ἀνάγκην γὰρ ἔχει καὶ τῷ Σαββάτῳ περιτέμνειν, καὶ ὅμως σαββατίζει, ἐργαζόμενος μὲν, γινώσκων δὲ τὸν Θεόν. Ἀμέλει καὶ τὰς μὴ ἡμέρας τῶν Σαββάτων, ὅμως διὰ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τὴν τῆς θεογνωσίας χάριν, Σάββατα ὀνομάζειν εἴωθεν ὁ νόμος, μᾶλλον δὲ ὁ Κύριος τοῦ νόμου, ὡς ἐν τῷ Λευϊτικῷ· καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· «Καὶ τῇ δεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἡμέρα ἐξιλασμοῦ κλητὴ ἁγία ἔσται ὑμῖν· καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν καὶ προσάξετε ὁλοκαυτώματα τῷ Κυρίῳ. Πᾶν ἔργον οὐ ποιήσετε ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ·» καὶ μετ᾽ ὀλίγα· «Καὶ ἔσται πᾶσα ψυχὴ, ἥτις ποιήσει ἔργον ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. Πᾶν ἔργον οὐ ποιήσετε, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. Σάββατα σαββάτων ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν ἀπὸ ἐνάτης τοῦ μηνὸς, ἀπὸ ἑσπέρας ἕως ἑσπέρας, καὶ σαββατιεῖτε τὰ Σάββατα ὑμῶν.» Οὐκοῦν οὐχ ἡ ἑβδόμη ἐστὶ τὸ Σάββατον, ἀλλ᾽ ἡ ἄφεσις τῶν ἁμαρτιῶν, ὅτε τις ἀπ᾽ αὐτῶν καταπαύει.

Οὐδὲ ἡ ἀργία ἐστὶ τὸ Σάββατον, ἀλλ᾽ ἡ ἐξομολόγησις καὶ τὸ ταπεινοῦν τὴν ψυχήν. Οὐ γὰρ ὡρισμένως, τῷ Σαββάτῳ, εἴρηκεν, ἀλλ᾽ ἁπλῶς τῇ δεκάτῃ, ἣν συμβαίνει ἀπαντᾷν μὴ ἐν Σαββάτῳ. Καὶ ὅμως τὴν ἀπαντῶσαν ἡμέραν διὰ τὸν ἐξιλασμὸν Σάββατον οὐχ ἀπλῶς, ἀλλὰ Σάββατα σαββάτων ὀνομάζει.

Εἰ δὲ ταύτην Σάββατον ὀνομάζει, ἐν δὲ Σαββάτῳ ἐργάζεσθαι κελεύει· οὐκ ἄρα ἀργίας προηγουμένως ἐστὶ νόμος τὸ Σάββατον, ἀλλὰ γνώσεως καὶ ἐξιλασμοῦ, καὶ ἀργίας ἀπὸ κακίας πάσης. Οὐ διὰ τὴν ἀργίαν οὖν τὸ Σάββατον δέδωκεν, ἀλλὰ πρὸς τὸ γινώσκειν αὐτοὺς τὴν κατάπαυσιν τῆς κτίσεως. Ἐνετείλατο γὰρ ὁ Θεὸς λέγων· «Ἵνα γινώσκητε, ὅτι ἐν ταύτῃ τῇ ἡμέρᾳ κατέπαυσε Κύριος ὁ Θεὸς ὑμῶν ἀπὸ τῶν ἔργων, ὧν ἤρξατο ποιῆσαι.» Ἤθελε δὲ αὐτοὺς γινώσκοντας τὸ τέλος ταύτης ἀρχὴν ζητεῖν ἑτέρας.