Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ σώματος καὶ ψυχῆς

Μέγας Αθανάσιος

Τα ψυχικά πάθη και η θερμή φύση της ψυχής

Απαρίθμηση των πέντε ψυχικών παθών και περιγραφή της ψυχής ως καίουσας ενέργειας που προσδίδει ζωτική θερμότητα στο σώμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 3

Εἰσὶ δὲ ταῦτα· ὀργὴ, λύπη, φόβος, φροντὶς, καὶ φθόνος. Ὁ οὖν φρόνιμον ἔχων τὸν λογισμὸν, δύναται πάντα κρατεῖν. Ἡ δὲ ψυχὴ ὑπάρχει καθ᾽ ἑαυτῆς, ὡς πῦρ καιόμενον. Ὥσπερ τὸ πῦρ τὰ βαλλόμενα εἰς τὸν λέβητα ἕψει, οὕτω καὶ ἡ πυρώδης ψυχὴ τὰ παραπεμπόμενα σῖτα τῇ κοιλίᾳ λεπτύνει, καὶ δαπανᾷ. Κἂν δὲ ψυχὴ λέγεται, οὐ λέγεται διὰ τὸ οὕτως εἶναι ψυχρὰν τὴν οὐσίαν, ὥς τινες τῶν ἁπλουστέρων διενόησαν· ἀλλὰ διὰ τὸ ἐκ πολλῆς θερμότητος ἀναξηραίνειν αὐτὴν τὰ ὑγρὰ, ὡς ἔστι πληροφορηθῆναι, καὶ ἐκ τῆς ἐνεργείας τοῦ ἡλίου· ὢν γὰρ πυρώδης, καὶ θερμώδης πηλὸν ξηραίνει, καὶ πάνυγραν ἀνιμᾶται. Ὅτι δὲ ἡ ψυχὴ θερμή ἐστι κατὰ φύσιν, πείθου τοιγαροῦν ἐκ τῶν ἀποθνησκόντων· ᾗ γὰρ ὥρᾳ ἡ ψυχὴ χωρίσθη ἀπὸ τοῦ σώματος, πάντα τὰ μέλη εὑρίσκονται κρυσταλλώδη, καὶ οὐδὲν ἧττον πάθοις χειμερίου. Ἕως γὰρ ἔχει ἡ ψυχὴ τὴν τροφὴν εἰς ἀφθονίαν, τὸ σῶμα θάλλει, καὶ ἀνδαίνεται· ὁπόταν δὲ ἀπορήσῃ σιτίων, αὐτὸ τὸ σῶμα ἀντὶ τροφῆς ἀντέχει πρὸς τὴν θερμότητα τῆς ψυχῆς. Ὥσπερ οὔτε ἀγγεῖον χαλκοῦν, ἤτοι λέβης ἐπὶ κλιβάνου, οὐ δύναται ἄνευ ὕδατος φέρειν τὴν σφοδρότητα τοῦ πυρὸς, ἐκφρύγεται γὰρ καὶ διαλύεται τέλειον· οὕτω καὶ ὁ λέβης τοῦ σώματος, μὴ ἔχων τὴν τροφὴν, παρὰ τῆς πυρώδους ψυχῆς ὑπολικμούμενος ἀπολείπεται παντάπασιν.