Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἁγίας τριάδος

Μέγας Αθανάσιος

Προοίμιο και εισαγωγή στον διάλογο

Παρουσίαση των λόγων συγγραφής του κειμένου από τον Ανόμοιο και εισαγωγή στην αντιπαράθεση σχετικά με τον αγέννητο και γεννητό Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 8

Διάλεκτος ὀρθοδόξου καὶ ἀνομοίου [...] 〈Ἀνόμοιος〉 Ἐπειδὴ ἐν καιρῷ τοῦ ἐπενεχθέντος ἡμῖν διωγμοῦ ὑπὸ τῶν χρονιτῶν τινὲς τῶν προειρημένων σφετερισάμενοι μετὰ καὶ ἄλλων πολλῶν θεωρημάτων πονημάτιον σπουδασθὲν ἡμῖν ἰδιαζόντως περὶ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ παρενθήκαις τε καὶ ἀφαιρέσεσι διαφθείραντες ἐξέδωκαν, τὴν ἀκόλουθον ἀμείψαντες ἀγωγήν, ἦλθε δὲ μετὰ ταῦτα τοῦτ᾽ εἰς ἡμᾶς τινὸς τῶν σπουδαίων ἡμῖν αὐτὸ προσκεκομικότος· ἠναγκάσθην αὐτὸ οἷα πατὴρ αὖθις διακαθάρας ἐκπέμψαι ὑμῖν τὸ σύγγραμμα, ὦ πάντες εὐσεβεῖς ἀθληταί τε καὶ ἀθλήτριαι, ὅπως ἂν εἰδέναι ἔχοιτε κατ᾽ ἔννοιαν τῶν γραφῶν εἰρῆσθαι ἡμῖν τὸ λογίδιον, δι᾽ οὗ πάντα ἄνθρωπον ἀντιλέγειν ὑμῖν ἐπιχειροῦντα περὶ γεννητοῦ θεοῦ καὶ ἀγεννήτου παύειν συντόμοις περιτροπαῖς δυνήσεσθε, πάντων δὲ μᾶλλον τοὺς προειρημένους χρονίτας, ἐν εἴδει τῶν στιχηρῶν ἐπαπόρησιν ἐπαπορήσεως διαστήσας καὶ λύσιν λύσεως διὰ τὸ εὐπερίδρακτον καὶ σαφὲς τῶν ἐπιχειφημάτων ποιησάμενος τὴν ἀρχὴν περὶ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ.